De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
ἴσθι τοι χάριν. {Α.} Οὐκοῦν, ἐπ' αὐτὸν ἰόντες τὸν ἱεροφάντην Μωσέα, καὶ τῶν δι' αὐτοῦ πεπραγμένων τε καὶ εἰρημένων τὴν δύναμιν φανοτάτην ὥσπερ εἰκόνα τῆς ἐν Χριστῷ μεσιτείας ἀνορθοῦν σπουδάζοντες, ἐκπεποιημένον ὀρθῶς τὸν ἑαυτῶν ἤδη πως ἀποφήνωμεν λόγον. Τὸ γάρ, οἶμαι, τοῖς δι' ἐναντίας ἐπιτιμᾶν καὶ κατονειδίζειν ἀεὶ τὸ φρονεῖν ἑλέσθαι τὸ σφίσιν αὐτοῖς ἡδύ, κἂν εἰ τοῖς ἱεροῖς ἀπᾴδοι Γράμμασιν, εἶτα 400 τοῖς ἴσοις ἁλῶναι πταίσμασιν, οἰηθείην ἂν ἔγωγε τῆς ἀνωτάτω μωρίας οὐκ ἀμοιρεῖν. {Β.} Εὖ λέγεις. {Α.} Ὅτε τοίνυν τῆς τῶν Αἰγυπτίων ἀπέδραμον γῆς οἱ ἐξ Ἰσραήλ, τὸ τῆς ἀναγκαίας θητείας ἄχθος ἀποσεισάμενοι καὶ τὰ τῆς δουλείας ἀπορρήξαντες ζυγά, κατηυλίζοντό τε περὶ τὸ Σινᾶ καλούμενον ὄρος, νόμους τε ἤδη διατυποῦν τῶν πρακτέων τοὺς ὁριστὰς ἐδόκει Θεῷ, συναγείρεσθαι μὲν ὑπὸ τὸ ὄρος, ἀποπλύνεσθαι δὲ δεῖν τὰ ἐσθήματα, οὕτω τε κεκαθαρμένους ἐπὶ θεοπτίαν ἰέναι τότε τὴν ἀσυνήθη διεκελεύετο. Ἐπειδὴ δὲ τοῦτο διεπεραίνετο, προηγορευκότος αὐτοῖς τοῦ Μωσέως, "κατέβη μὲν Κύριος ἐν εἴδει πυρός· καπνοὶ δὲ ἦσαν ἐξελιττόμενοί τε καὶ ἀναθρώσκοντες, καὶ νεφέλη γνοφώδης, καὶ πυρὸς διαδρομαί, καὶ σκότος, καὶ θύελλα, καὶ τὰ τῆς εἰς ἄκρον πτοίας ἐμποιητικά, διαπρύσιός τε σαλπίγγων ἠχή. Καὶ ἐξεκόμιζε μὲν ὁ Μωσῆς τὸν λαὸν εἰς συνάντησιν τοῦ Θεοῦ ὑπὸ τὸ ὄρος." Γέγραπται γὰρ ὡδί. Μεσιτείας δὲ τῆς Χριστοῦ τύπος ἦν, οἶμαι, τὸ χρῆμα. Φάσκει γὰρ ἐναργῶς· "Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι' ἐμοῦ." Πρόσιμεν γὰρ οὐχ ἑτέρως ἢ διὰ Χριστοῦ τῷ Θεῷ καὶ Πατρί, πάντα μὲν ἀρχαῖον ἀφανίζοντες μώλωπα, καὶ ἅπαν μὲν εἶδος προεκθλίβοντες μολυσμοῦ, μεταμφιεννύντες δὲ ὥσπερ τὸν νοῦν τῇ ἐν Χριστῷ καθα ρότητι. "Ἐνδύσασθε δὲ τὸν Κύριον Ἰησοῦν Χριστόν," θεῖος ἡμῖν ἔφη λόγος. Ταύτῃ τοι καὶ ἡ τῶν ἱματίων ἔκπλυσις τῆς ἐν πνεύματι καθαρότητος τὴν δύναμιν ὑπεπλάττετο. Ἦ οὐκ εἶναι φῂς καὶ τοῦτο ἀληθές, ἐκ γε τοῦ εἰκότος ἀναπεπεισμένος; {Β.} Φαίην ἄν. {Α.} Ἐν εἴδει τοίνυν πυρὸς καταβεβηκότος τοῦ Θεοῦ, καίτοι δόξαν αἰσθητὴν καὶ οὐ σφόδρα τοῖς τεθεαμένοις ἀσυνήθη δεικνύοντος, δυσφόρητον κομιδῇ τὴν αὐτοπρόσωπον ἐποιεῖτο θέαν ὁ Ἰσραήλ, περίφοβοι δὲ καὶ τρέμοντες ἐλιπάρουν τὸν δημαγωγόν, φημὶ δὴ Μωσέα, καὶ δὴ καὶ ἔφασαν· "Λάλησον σὺ ἡμῖν, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεός, μήποτε ἀποθάνωμεν." Ἰδοὺ δὴ σαφῶς, μεσιτεύεσθαι παρεκάλουν, ὡς ἀκράτῳ δηλονότι τῇ τοῦ Θεοῦ δόξῃ προσ βαλεῖν οὐχ οἷοί τε. Ἴθι δὴ οὖν καθάπερ ἐξ ἐμφανοῦς εἰκόνος τῶν ἀρτίως ἡμῖν εἰρημένων ἐπὶ τὸν Μονογενῆ, ὃς ἐπείπερ οὐκ ἦν γυμνῇ πρὸς ἡμᾶς ἀφικέσθαι τῇ θείᾳ δόξῃ, ὡς ἂν τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπαιδεῦσαι βούλησιν, γέγονε καθ' ἡμᾶς, μεσίτης Θεοῦ καὶ ἀνθρώπων. "Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν," κατὰ τὰς Γραφάς. Οἴου δέ με μὴ 401 ψευδομυθεῖν, τῇ Χριστοῦ διακονίᾳ τὴν διὰ Μωσέως εἰκά ζοντα. Ἐντεῦθεν δέ, οἶμαι, ῥᾷον ἂν μάθοις. Ἀνακεφαλαιούμενος γὰρ ἐν τῷ καλουμένῳ ∆ευτερονομίῳ τὰ περὶ τῆς συνόδου τῶν υἱῶν Ἰσραήλ, ὧδε πῇ φησι· "Τέλειος ἔσῃ ἔναντι Κυρίου τοῦ Θεοῦ σου. Τὰ γὰρ ἔθνη ταῦτα, οὓς σὺ κατακληρονομεῖς αὐτούς, οὗτοι κληδονισμῶν καὶ μαντειῶν ἀκούσονται· σοὶ δὲ οὐχ οὕτως ἔδωκε Κύριος ὁ Θεός σου. Προφήτην ἐκ τῶν ἀδελφῶν σου, ὡς ἐμέ, ἀναστήσει σοι Κύριος ὁ Θεός σου, αὐτοῦ ἀκούσεσθε. Κατὰ πάντα ὅσα ᾐτήσω παρὰ Κυρίου τοῦ Θεοῦ σου ἐν Χωρήβ, τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, λέγοντες· Οὐ προσθήσομεν ἀκοῦσαι τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ τὸ πῦρ τὸ μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι, οὐδὲ μὴ ἀποθάνωμεν. Καὶ εἶπε Κύριος πρός με· Ὀρθῶς πάντα ὅσα ἐλάλησαν. Προφήτην ἀναστήσω αὐτοῖς ἐκ μέσου τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σέ· καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λα λήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ. Καὶ ὁ ἄνθρωπος ἐκεῖνος ὃς ἐὰν μὴ ἀκούσῃ τῶν λόγων αὐτοῦ, ὅσα ἐὰν λαλήσει ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ." Ἆρ' οὐκ ἐμφανῶς, ὡς ἐν τύποις ἔτι καὶ σκιαῖς, ἔν γε τοῖς κατὰ Μωσέα, τὴν τοῦ μεσιτεύοντος χρείαν ἀναγκαιοτάτην ἀπέδειξε τὸ τῆς ἀνθρωπότητος ἀσθενές; Πλὴν ἐκεῖνο διασκεπτέον. {Β.} Τὸ ποῖόν τι φῄς; {Α.} Μωσῇ μὲν γὰρ προσιόντες· "Λάλει σὺ πρὸς