ἑστηκέναι τοῦ χάσματος ὑποτρόμους, ἐλεεινούς, ὅσον οὔπω καταφερο μένους ὑπὸ τῆς τῶν οἰκείων ποδῶν ἀστασίας. Κάτωθεν δὲ ἀπὸ τοῦ χάσματος ὄφεις ἀνέρπειν καὶ περὶ τοὺς πόδας αὐτοῖν ὑποκινουμένους, ποτὲ μὲν ἀποσύρειν ἐπανειλουμένους ἅμα καὶ ἐπιβαροῦντας καὶ ἕλκοντας, ποτὲ δὲ τοῖς ὀδοῦσιν ἢ τοῖς οὐραίοις ὑποτύφοντας ἢ ὑπογαργαλίζοντας καὶ διὰ παντὸς εἰς τὸ ἀχανὲς ἐμβάλλειν μηχανωμένους· εἶναι δὲ καὶ ἄνδρας τινὰς ἐν μέσῳ τοῖς ὄφεσι, κατὰ τῶν ἀνδρῶν συνεπιτιθεμένους, διαδο νοῦντας ἅμα καὶ ὑπωθοῦντας καὶ καταπαίοντας. Ἐδόκουν δὲ εἶναι πρὸς τὸ πεσεῖν ἐκεῖνοι, τὰ μὲν ἄκοντες, τὰ δὲ ἑκόντες, ὑπὸ τοῦ κακοῦ κατ' ὀλίγον βιαζόμενοι ἅμα καὶ πειθόμενοι. Ἔλεγε δὲ ὁ Κάρπος, ἑαυτὸν ἥδεσθαι κάτω βλέποντα, τῶν ἄνω δὲ ἀμελεῖν, δυσχεραίνειν δὲ καὶ ὀλιγωρεῖν, ὅτι μὴ πεπτώκασιν ἤδη, καὶ τῷ πράγματι πολλάκις ἐπιθέμενον καὶ ἀδυνατήσαντα καὶ ἀχθεσθῆναι καὶ ἐπαράσασθαι καὶ ἀνανεύσαντα μόλις, ἰδεῖν μὲν αὖθις τὸν οὐρανόν, ὥσπερ καὶ πρότερον ἑωράκει, τὸν δὲ Ἰησοῦν ἐλεήσαντα τὸ γιγνόμενον ἐξαναστῆ ναι τοῦ ὑπερουρανίου θρόνου καὶ ἕως αὐτῶν καταβάντα καὶ χεῖρα ἀγαθὴν ὀρέγειν καὶ τοὺς ἀγγέλους αὐτῷ συνεπιλαμβανομένους ἄλλον ἄλλοθεν ἀντέχεσθαι τοῖν ἀνδροῖν καὶ εἰπεῖν τῷ Κάρπῳ τὸν Ἰησοῦν· Τῆς χειρὸς ἤδη προτεταγμένης παῖε κατ' ἐμοῦ λοιπόν. Ἕτοιμος γάρ εἰμι καὶ αὖθις ὑπὲρ ἀνθρώπων ἀνασῳζομένων παθεῖν, καὶ προσφιλές μοι τοῦτο μὴ ἄλλων ἁμαρτανόντων ἀνθρώπων. Πλὴν ὅρα, εἰ καλῶς ἔχει σοι τὴν ἐν τῷ χάσματι καὶ μετὰ τῶν ὄφεων μονὴν ἀνταλλάξασθαι τῆς μετὰ θεοῦ καὶ τῶν ἀγαθῶν καὶ φιλανθρώπων ἀγγέλων." Ταῦτά ἐστιν, ἃ ἐγὼ ἀκηκοὼς πιστεύω ἀληθῆ εἶναι.
ΤIΤΩι ΙEΡAΡΧHι
Ὁ μὲν ἱερὸς Τιμόθεος, ὦ καλὲ Τίτε, οὐκ οἶδα, εἴ τινος τῶν διεγνω σμένων μοι θεολογικῶν συμβόλων ἀπελήλυθεν ἀνήκοος. Ἀλλ' ἐν τῇ Συμβολικῇ Θεολογίᾳ διηυκρινησάμεθα πάσας αὐτῷ τὰς τῶν λογίων περὶ θεοῦ δοκούσας εἶναι τοῖς πολλοῖς τερατολογίας. Καὶ γὰρ ἀτοπίαν δεινὴν ἐναπομόργνυνται ταῖς ἀτελέσι τῶν ψυχῶν, ὁπόταν οἱ τῆς ἀποῤῥήτου σοφίας πατέρες διὰ δή τινων κρυφίων καὶ ἀποτετολμημένων αἰνιγμάτων ἐκφαίνωσι τὴν θείαν καὶ μυστικὴν καὶ ἄβατον τοῖς βεβήλοις ἀλήθειαν. ∆ιὸ καὶ ἀπιστοῦμεν οἱ πολλοὶ τοῖς περὶ τῶν θείων μυστηρίων λόγοις· θεώμεθα γὰρ μόνον αὐτὰ διὰ τῶν προσπεφυκότων αὐτοῖς αἰσθητῶν συμβόλων. ∆εῖ δὲ καὶ ἀποδύντας αὐτὰ ἐφ' ἑαυτῶν γυμνὰ καὶ καθαρὰ γενόμενα ἰδεῖν. Oὕτω γὰρ ἂν θεώμενοι σεφθείημεν «πηγὴν ζωῆς» εἰς ἑαυτὴν χεομένην καὶ ἐφ' ἑαυτῆς ἑστῶσαν ὁρῶντες καὶ μίαν τινὰ δύναμιν, ἁπλῆν, αὐτοκίνητον, αὐτενέργητον, ἑαυτὴν οὐκ ἀπολείπουσαν, ἀλλὰ γνῶσιν πασῶν γνώσεων ὑπάρχουσαν καὶ ἀεὶ δι' ἑαυτῆς ἑαυτὴν θεωμένην. Χρῆναι γοῦν αὐτῷ τε καὶ ἄλλοις παρ' ἡμῶν ᾠ»θημεν, ὡς οἷοί τε ἦμεν, ἀναπτυχθῆναι τὰ παντοδαπὰ μορφώματα τῆς περὶ θεοῦ συμβολικῆς ἱεροπλαστίας. Τὰ γὰρ ἐκτὸς αὐτῆς, ὁπόσης ἀναπέπλησται τῆς ἀπιθάνου καὶ πλασματώδους τερατείας; Oἷον ἐπὶ μὲν τῆς ὑπερουσίου θεογονίας γαστέρα θεοῦ σωματικῶς θεὸν γεννῶσαν ἀναπλαττούσης καὶ λόγον εἰς ἀέρα προχεόμενον ἀπὸ καρδίας ἀνδρικῆς ἐξερευγομένης αὐτὸν καὶ πνεῦμα ἐκπνεόμενον ἀπὸ στόματος ἀναγραφούσης καὶ κόλπους θεογονικοὺς ἐναγ καλιζομένους θεοῦ υἱὸν σωματοπρεπῶς ἡμῖν ἐξυμνούσης ἢ φυτικῶς ταῦτα