10
οὐκ ἔστι λόγος τοῖς φιλοσόφοις. Λέγεται πάλιν γένος, ᾧ ὑποτάσσεται τὸ εἶδος, οἷον ὑπὸ τὸ ζῷόν ἐστιν ἄνθρωπος, ἵππος καὶ ἕτερα εἴδη· τὸ οὖν ζῷον γένος ἐστί. Περὶ τούτου τοῦ γένους παρὰ τοῖς φιλοσόφοις ὁ λόγος. Γένος οὖν ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον, ὥσπερ τὸ ζῷον γένος ὂν κατηγορεῖται ἀνθρώπου καὶ ἵππου καὶ βοὸς καὶ ἄλλων πλειόνων ἐν τῷ τί ἐστιν, ἅτινα τῷ εἴδει διαφέρουσιν ἀλλήλων· ἕτερον γὰρ εἶδος ἀνθρώπου καὶ ἄλλο ἵππου καὶ ἄλλο βοός. Ἐν τῷ τί δέ ἐστι κατηγορεῖται. Ἐρωτώμενοι γὰρ «τί ἐστιν ἄνθρωπος», φαμὲν «ζῷον». Ὁμοίως καὶ ἵππος· ἐρωτώμενοι «τί ἐστιν», λέγομεν» ζῷον». Ὥστε γένος ἐστίν, ᾧ ὑπόκειται τὸ εἶδος. Τὸ γὰρ γένος εἰς εἴδη διαιρεῖται καὶ καθολικώτερον τοῦ εἴδους ἐστὶ καὶ περιέχει τὰ εἴδη καὶ ἐπάνω αὐτῶν ἐστιν. Χρὴ γὰρ γινώσκειν, ὡς ἐπάνω λέγεται τὸ καθολικώτερον, ὑποκάτω δὲ καὶ ὑποκείμενον πρὸς κατηγορίαν τὸ μερικώτερον. Ἔστι γὰρ ὑποκείμενον πρὸς ὕπαρξιν ὡς ἡ οὐσία, ὑπόκειται γὰρ πρὸς ὕπαρξιν τῷ συμβεβηκότι· ἐν αὐτῇ γὰρ ὑφίσταται τὸ συμβεβηκός. Καὶ ἔστιν ὑποκείμενον πρὸς κατηγορίαν τὸ μερικόν· κατηγορεῖται γὰρ τὸ μὲν γένος τοῦ εἴδους καὶ τὸ εἶδος τῶν ἀτόμων. ∆ῆλον δὲ ὡς καθολικώτερόν ἐστι τὸ γένος τοῦ εἴδους καὶ τὸ εἶδος τῶν ἀτόμων, περὶ ὧν ἀκριβέστερον ἐν τοῖς ἑξῆς σὺν θεῷ μαθησόμεθα. Νῦν δὲ εἰπόντες περὶ τοῦ γένους εἴπωμεν καὶ περὶ τοῦ εἴδους. 10 Περὶ εἴδους. Καὶ τὸ εἶδος δὲ τῶν ὁμωνύμων ἐστίν, δισσῶς λεγόμενον· λέγεται γὰρ εἶδος καὶ ἡ ἑκάστου μορφή, καθ' ὃ εἴρηται· «Πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος». Ἔστι πάλιν εἶδος τὸ οὐσιῶδες τὸ τασσόμενον ὑπὸ τὸ γένος. Καὶ πάλιν εἶδός ἐστιν, οὗ κατηγορεῖται τὸ γένος ἐν τῷ τί ἐστι. Καὶ πάλιν εἶδός ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον. Ἀλλ' αἱ μὲν πρῶται δύο ὑπογραφαὶ κατὰ τὴν σχέσιν μόνον διαφέρουσιν ὡς ἀνάβασις καὶ κατάβασις καὶ ἁρμόζουσιν ἐπὶ παντὸς εἴδους. Ἡ δὲ τρίτη καὶ τελευταία ὑπογραφὴ μόνον ἐπὶ τοῦ εἰδικωτάτου εἴδους τοῦ προσεχῶς ἐπάνω τῶν ἀτόμων ὄντος, τοῦ περιέχοντος τὰς ὑποστάσεις, ὡς λέγομεν τὸ εἶδος τοῦ ἀνθρώπου. Εἴπομεν οὖν, ὡς τὸ γένος τρισσῶς λέγεται· ἀπὸ τοῦ τεκόντος καὶ ἀπὸ τῆς πατρίδος καὶ καθ' ἑκάτερον διχῶς καὶ κατὰ τρίτον τρόπον, ᾧ ὑποτάσσεται τὸ εἶδος. Καὶ τὸ εἶδος δὲ δισσῶς λέγεται· ὡς ἡ ἑκάστου μορφὴ καθ' ἕνα τρόπον, κατὰ δεύτερον τρόπον, οὗ κατηγορεῖται τὸ γένος, τὸ καὶ ὑπὸ τὸ γένος τασσόμενον ὡς ἐξ αὐτοῦ διαιρούμενον. Περὶ τούτου τοῦ γένους καὶ τοῦ εἴδους παρὰ τοῖς φιλοσόφοις ὁ λόγος. Ἐπειδὴ δὲ καὶ περὶ γένους διαλεγόμενοι τοῦ εἴδους ἐμνημονεύσαμεν εἰπόντες «γένος ἐστὶ τὸ διαιρούμενον εἰς εἴδη», καὶ πάλιν περὶ τοῦ εἴδους διαλεγόμενοι τοῦ γένους ἐμνημονεύσαμεν εἰπόντες «εἶδός ἐστι τὸ ἐκ τοῦ γένους διαιρούμενον», χρὴ γινώσκειν, ὅτι ὥσπερ περὶ πατρὸς λέγοντες ἐξ ἀνάγκης καὶ υἱοῦ μνημονεύομεν-οὗτος γάρ ἐστι πατὴρ ὁ ἔχων υἱόν-καὶ περὶ υἱοῦ διαλεγόμενοι ἐξ ἀνάγκης καὶ πατρὸς μνημονεύομεν-οὗτος γάρ ἐστιν υἱὸς ὁ ἔχων πατέρα-, οὕτω καὶ ἐνταῦθα ἀδύνατον περὶ τοῦ γένους διαλαβεῖν ἐκτὸς τοῦ εἴδους ἢ περὶ τοῦ εἴδους ἐκτὸς τοῦ γένους· τὸ γὰρ γένος εἰς εἴδη διαιρεῖται πάντως, καὶ τὸ μὴ ἔχον εἴδη ἐξ αὐτοῦ διαιρούμενα οὐκ ἔστι γένος. Καὶ τὰ εἴδη ἐκ τοῦ γένους διαιροῦνται, καὶ τὰ μὴ ἔχοντα γένος οὔκ εἰσιν εἴδη. Καὶ ὥσπερ ὁ πρῶτος ἄνθρωπος ἤγουν ὁ Ἀδὰμ μὴ ἐσχηκὼς πατέρα οὐ λέγεται υἱός, λέγεται δὲ πατήρ, ἔσχε γὰρ υἱούς· ὁ δὲ Σὴθ καὶ υἱὸς λέγεται τοῦ τεκόντος αὐτόν, ἔσχε γὰρ πατέρα τὸν Ἀδάμ, καὶ πατὴρ λέγεται τοῦ τεχθέντος ἐξ αὐτοῦ, ἐγέννησε γὰρ τὸν Ἐνώς· ὁ δὲ Ἄβελ υἱὸς μὲν λέγεται, ἔσχε γὰρ πατέρα τὸν Ἀδάμ, πατὴρ δὲ οὐ λέγεται, οὐ γὰρ ἔσχεν υἱόν, - οὕτω καὶ ἐπὶ τοῦ γένους καὶ τοῦ εἴδους. Τὸ πρῶτον γένος, ὅπερ οὐ διαιρεῖται ἀπὸ ἑτέρου γένους οὐδὲ ἔχει πρὸ αὐτοῦ γένος, γένος μόνον ἐστὶ καὶ οὐκ ἔστιν εἶδος καὶ λέγεται γενικώτατον γένος, ὃ καὶ ὁριζόμενοί φασιν· Γενικώτατον γένος ἐστίν, ὃ γένος ὂν οὐκ ἔστιν εἶδος διὰ τὸ μὴ ἔχειν ἐπάνω αὐτοῦ γένος. Τὰ δὲ ἐξ αὐτοῦ διαιρούμενα, ἐὰν ἔχωσιν ὑποκάτω αὐτῶν ἄλλα εἴδη ἐξ αὐτῶν διαιρούμενα, καὶ εἴδη εἰσὶ τῶν πρὸ