Λλοιπὸν οὖν λαβὼν τὸ κράτος τῆς ἀσεβείας πᾶσαν πονηρὰν δραματουργίαν εἰργάζετο, τὰς δὲ ἁπανταχοῦ εἰκόνας τῶν ἐκκλησιῶν κατέστρεψεν καὶ κατέκαυσεν , καὶ ἱερὰ σκεύη συνέτριψεν ἔχοντα εἰκόνας, καὶ τοὺς τολμῶντας λαλῆσαί τι ἐγλωσσοκόπησεν· τοὺς μὲν ἐφόνευσεν ἀπὸ δαρμοῦ, καταστήσας καὶ δηλάτορας ἀνθρώπους ἀσεβεῖς, ἵνα ὅπου ἂν εὕρωσί τινας μὴ κοινωνοῦντας καταμηνύσωσιν. οὕς τινας εὑρισκομένους δαρμῷ ἀφορήτῳ καθυπέβαλλεν, δημεύων καὶ τὰς ὑποστάσεις αὐτῶν, καὶ 362 εἰς ἐξορίαν ἀποστέλλων οὐ μόνον ἄνδρας ἀλλὰ καὶ γυναῖκας. καὶ τί δεῖ λέγειν τὴν σκοτόμηναν τῶν τότε κακῶν; τοὺς γὰρ μεταβάντας πιστοὺς ἔν τισι κλίμασι καὶ εἰς χώρας τὰς μὴ προσηκούσας αὐτῷ πέμπων εἰς τοὺς τοπάρχας τῶν ἐθνῶν ἐζήτει πιάσαι, ἄλλος Ἀντίχριστος γενόμενος. ὅθεν πολλοὺς ἐπισκόπους καὶ μοναχοὺς συλλαβὼν ἀπέκτεινεν καὶ ἐθαλάσσωσεν. τοὺς ἐξορίστους ἐπισκόπους καὶ μοναχοὺς ἀνεκαλέσατο