10
κόσμον τοῦτον τὴν σῴζουσαν ἕξομεν ἄγνοιαν, μηκέτι δίχα λογισμοῦ σώφρονος, ὡς τὸ πρότερον, ἀνακεκαλυμμένῳ προσώπῳ τῆς αἰσθήσεως ὡς δόξαν τὴν τῶν αἰσθητῶν ἐπιφάνειαν βλέποντες, περὶ ἣν τὰ πάθη προδήλως ἔχει τὴν γένεσιν, ἀλλὰ μᾶλλον ἀνακεκαλυμμένῳ τῆς διανοίας προσώπῳ, παντὸς αἰσθητοῦ καλύμματος ἀπηλλαγμένῳ, τὴν ἐν ἀρεταῖς καὶ γνώσει πνευματικῇ δόξαν τοῦ Θεοῦ κατοπτριζόμενοι, καθ᾽ ἣν ἡ κατὰ χάριν πρὸς Θεὸν γίνεσθαι πέφυκεν ἕνωσις, πάσης ἀγνοίας καὶ πτώσεως τὸν νοῦν διεγείρουσα. Ὡς γάρ, ἀγνοήσαντες τὸν Θεόν, τὴν ἀπολαυστικῶς τῇ αἰσθήσει γνωσθεῖσαν κτίσιν διὰ τὴν ἐξ αὐτῆς τοῦ σώματος σύστασιν Θεὸν ἐποιήσαμεν, οὕτω τὴν ἐφικτὴν τῇ νοήσει κατ᾽ ἐνέργειαν γνῶσιν τοῦ Θεοῦ λαμβάνοντες, 14Β_052 διὰ τὴν ἐξ αὐτοῦ τῆς ψυχῆς πρός τε τὸ εἶναι καὶ εὖ εἶναι καὶ ἀεὶ εἶναι σύστασιν, πᾶσαν πάσης αἰσθήσεως ἀγνοήσομεν πεῖραν.
ΣΧΟΛΙΑ. 1. Τήν σάρκα φησίν διά τῶν φαινομένων ἠθῶν εἶναι δεκτικὸν τῆς κατ᾿
ἀρετήν τῆς ψυχῆς διαθέσεως, ὄργανον πρός ἔμφασιν αὐτῇ τῇ ψυχῇ συνεζευγμένην. 2. Τήν αἴσθησιν λέγει παραπέμπουσαν τῷ νῷ τήν τῶν ὁρατῶν φαντασίαν,
πρός κατανόησιν τῶν ἐν τοῖς οὖσιν λόγων, ὡς ὄργανον τῆς τοῦ νοῦ πρός τά νοητά διαβάσεως.
3. Τῆς ἀγάπης ἴδιόν φησι τῶν κατ᾿ αὐτήν ζώντων μίαν ἐνδεῖξαι γνώμην. 4. Ὅτι τῶν ὄντων διαβάς τήν οὐσίαν ὁ νοῦς, ἀνόητος γίνεται Θεῷ
προσβάλλων ὑπέρ πᾶσαν ὄντι κατ' οὐσίαν καί γνῶσιν καί νόησιν. 5. Ὅτι πρός τὰς διαθέσεις τῶν ψυχῶν ὁ τοῦ Θεοῦ Λόγος ἐν τοῖς δεχομένοις
αὐτόν ποιεῖται τήν τῶν χαρισμάτων διαφοράν. 6. Ὅτι κατά διάνοιαν ὡς ὑπέρ παρουσῶν τῶν ὑλῶν τούς ἀφανεῖς ἐν ἡμῖν
συμπλέκουσι πολέμους οἱ δαίμονες. 7. Ὅτι διά τήν ἡδονήν φησὶν ἀγαπῶμεν τά πάθη· καί διά τήν ὀδύνην τήν
ἀρετήν ἀποφεύγομεν. 8. Ὅτι καθάπερ ὁ λόγος κρατῶν τῶν παθῶν ἀρετῆς ὄργανον ποιεῖται τάς
αἰσθήσεις, οὕτω καί τά πάθη κρατοῦντα τοῦ λόγου, μορφοῦσι τάς αἰσθήσεις πρός ἁμαρτίαν.
9. Ὅτι καθ᾿ ἕξιν μετά τήν ἀπαλλαγήν τῆς πρός τά ὄντα φυσικῆς σχέσεως ἑνωθεῖσα τῷ Θεῷ ἡ ψυχή, τήν περί τό καλόν παγιότητα λαμβάνει ἀμετακίνητον.
0268 10. Ὄντα λέγει τάς τῶν ὄντων οὐσίας· εἶναι δέ δοκοῦντα τάς κατά ποιὸν καί ποσὸν ῥοάς τε καί ἀποῤῥοάς, περί ἅς ἡ τῶν αἰσθήσεων πλάσις συνέστηκε τήν ἁμαρτίαν δημιουργοῦσα.
11. Ὅτι μέσος ὤν Θεοῦ καί ὕλης ὁ ἄνθρωπος, πρός τόν Θεόν 14Β_054 ὡς αἰτίαν καί τέλος τῆς οἰκείας γενέσεως μή κινηθεὶς ἀλλά πρός τήν ὕλην, εἰκότως τόν Θεόν ἠγνόησε, τῇ πρός τήν ὕλην ῥοπῇ τόν νοῦν ἀπογεώσας.
12. Σύνθετον γνῶσιν εἶπεν, τήν κατ᾿ αἴσθησιν πεῖραν τῶν αἰσθητῶν, ὡς κατά φύσιν ἔχουσαν ἡδονήν διά τήν γένεσιν, καί πόνον διά τήν φθοράν.
13. Ἡ κτίσις τῶν ὁρατῶν, φησιν, καί πρός νοῦν ἔχει λόγους πνευματικούς, καί φυσικήν πρός αἴσθησιν δύναμιν· ὧν τά νοήματα καθάπερ ξύλον ἐν μέσῳ τῆς καρδίας, παραδείσου τροπικῶς νοουμένης, ὑπάρχουσι.
14. Ἀγνοεῖ τις τήν καθ᾿ ἡδονήν καί ὀδύνην τῆς αἰσθήσεως πεῖραν, ὅταν τῷ Θεῷ προσδήσει τόν νοῦν, τῆς σωματικῆς γενόμενον ἐλεύθερον σχέσεως.