10
ὁπηνίκα μοι μέσων νυκτῶν συνηγρύπνεις ἀναγινώσκοντι ἐπὶ τῆς αὐτῆς κλίνης καθεύδουσα καὶ «μένος» μοι «καὶ θάρσος» ἐμπνέουσα μᾶλλον ἢ τῷ ∆ιομήδει ἡ Ἀθηνᾶ, καὶ οὐδὲ τοῦτο ἠγνόησα, ὁπηνίκα ἐγὼ μὲν τὸν αὐτὸν πολλάκις ἀνελάμβανον λόγον ἢ ἔμμονον ποιῶν τῇ ψυχῇ ἢ θηρώμενος εἴ τι τούτου δυσθήρατον. σὺ δὲ ὡς ἀγωνιῶντι περὶ τὸ πάλαισμα, ἐτεκμαίρου δὲ τῇ ἀναδιπλώσει τοῦ ἔπους, συμπαρίστασο καθαπερεὶ καὶ συνήσπιζες, τὼ χεῖρε πρὸς Θεὸν αἴρουσα καὶ «πὺξ» τῇ χειρὶ τὸ στῆθος «πατάσσουσα»-τοῦτο δὴ τὸ σὸν ἐν ταῖς προσευχαῖς-καὶ ἄνωθέν μοι τὴν τοῦ ἀμφιβόλου ἐπισπωμένη διάγνωσιν. Πᾶσι μὲν οὖν παισὶν ἐπώφληταί τι πρὸς τοὺς τεκόντας, μᾶλλον δὲ τὸ πᾶν, ὅτι ἐκεῖθεν τούτοις τὸ εἶναι· ἀλλ' ἐπώφληται τὸ παρὰ τῆς φύσεως μόνον. ἐμοὶ δὲ διττὴ πρὸς τὴν μητέρα ἡ ὀφειλή, ὅτι με καὶ οὐσίωσε καὶ τῷ τῶν λόγων «κάλλει κατήστραψεν», οὐκ ἐγκελευσαμένη τοῦτο τοῖς παιδευταῖς, ἀλλ' αὐτὴ ὑποθεμένη καὶ κατασπείρουσα· ἀλλὰ τὸ μὲν ὄφλημα ἀναγκαῖον, οὐ πάνυ δὲ καὶ φορολογούμενον, οὐχ ὡς ἀγνωμονοῦντος τοῦ τοῦτο εἰσπραττομένου, ἀλλ' ὡς οὐκ ἔχοντος δοῦναι ὅπερ ὁ εἰσπράττων βεβούληται. καὶ περιΐσταται τῇ ἐμῇ μητρὶ μόνῃ πολλὰς δεδωκυίᾳ τῶν εὐφημιῶν ἀφορμὰς μηδεμιᾶς ἐπιτυγχάνειν· οὐ γὰρ «ἐτέμετο τὰς ὁδοὺς» διὰ πεδιάδος οὐδὲ «διὰ λείας» αὐτῇ πρόσιμεν, ἀλλ' ἀστιβῆ πάντα τὰ τμήματα καὶ ὄρεια καὶ ὑπερνεφῆ. Καὶ οἶδα μὲν ὅτι οὐδέν σοι δεῖ τῶν κάτωθι λόγων ἐχούσῃ τὴν ἄνωθεν σιωπήν, «τὴν μυστικὴν καὶ ἀπόρρητον», ἀλλ' ἡμῖν τὸ πρᾶγμα δεινόν, εἰ παρὰ σοῦ τὸν λόγον συνειληφότες μηδέν τί σοι ἐντεῦθεν εἰς εὐφημίαν συνερανίσαιμεν, ὥσπερ ἀβαθὴς «γῆ» καὶ «ἀπόκροτος» μηδέν τι τῷ γεωργῷ εἰς τὴν τῶν «σπερμάτων καταβολὴν» συντελέσασα· πλὴν διάφορον τὸ ἡμέτερον· οὐ γὰρ τοσοῦτον διεφθείραμεν τὴν σποράν, ἀλλὰ τὸν μὲν στάχυν ἀναδεδώκαμεν. οὐ πάνυ δέ σοι κατάλληλος ἡ τροφή, τὴν θείαν τρυφώσῃ τρυφήν, ἦς δὴ καὶ ζῶσα ὅσον προσῆκον καὶ τρόφιμον τῇ ψυχῇ παρεῖχες καὶ πρὸς τὴν τελεωτέραν ἐπιθυμίαν ῥωννύντως ἐρρώννυες. 11. Ἡ γὰρ ἐμὴ μήτηρ, τῷ νόμῳ μὲν ἀποχρησαμένη, «σαρκὶ καὶ αἵματι» συνεδέδετο· λέγω δὲ νόμον τὸν μετὰ τὴν ἔκπτωσιν τοῦ πρώτου καλοῦ. τὸ δὲ τῆς ψυχῆς γενικὸν ἀξίωμα, καὶ τί μὲν αὐτῆς τὸ πρὸς τὸ σῶμα ἄμικτον, τί δὲ τὸ μιγνύμενον καὶ τίς μὲν ταύτῃ ἡ πρὸς τὰ τῇδε ῥεῦσις ἢ νεῦσις, τίς δὲ ἡ ἄνοδος καὶ ἡ ἀνάβασις καὶ ὁπόθεν καί πως ἀφίπταται, ποῖ τε πρόεισι καὶ ποῦ καταλήγει καὶ τίς ὁ μετὰ ταῦτα κλῆρος καὶ τίνες οἱ ἀποκληροῦντες, τί τε τὸ δεδομένον καὶ τί τὸ ταμιευόμενον, ταῦτα δὴ καὶ τἆλλα ταῖς θείαις συμφιλοσοφοῦσα γραφαῖς, ὥσπερ αἱ διψητικώταται τῶν ἐλάφων, ἀκαθέκτως «ἐπὶ τὰς» τῶν τοιούτων ναμάτων «πηγὰς» ἴετο. Καὶ ἐβούλετο μὲν «ῥαγῆναι κόσμου» καὶ προσχωρῆσαι Θεῷ, οὐκ εἶχε δὲ ὅ τι καὶ δράσειεν, ἔτι τοῦ ἀνδρὸς περιόντος καὶ τὸ διαζυγῆναι ἐκείνης ἶσον οἰομένου καὶ αὐτοῦ ἀποστῆναι Θεοῦ. ἐκυμαίνετο γοῦν ἐπὶ τούτῳ τοῖς λογισμοῖς πολλὰς ἐνθυμήσεις κυκλοῦσα καὶ ἀνελίττουσα, εἴ ποθεν εὕροι τοῦ ἐρωμένου κατάληψιν. ἐβούλετο δέ, ὥσπερ ὁδοῦ διττὰ καὶ ἶσα τμήματα, τὴν ὁμοίαν ἀμφοτέρους δραμεῖν καὶ πρὸς τὸ αὐτὸ καταλῆξαι πέρας καὶ ἦν αὐτῇ εὐχὴ ἡμερινή τε ὁμοῦ καὶ νυκτερινή, καὶ τὰ πολλὰ κρύφιος καὶ λανθάνουσα, εἰς τὸν «μοναδικὸν βίον» τελέσαι καὶ τὴν ἀπαθῆ μετιέναι ζωήν· ἤρα γὰρ ἐκ πολλοῦ τοῦ «τριχίνου ῥάκους» καὶ τῆς ἐρημικῆς ζώνης καὶ τοῦτο τῶν πάντων αὐτῇ τὸ μελετώμενον καὶ φιλοσοφούμενον ἦν· «κεῖραι τὴν κόμην ἐν χρῷ» καὶ τραχῦναι τὸ σῶμα καὶ τύλοις καταλιθῶσαι τὸ γόνυ καὶ τοὺς δακτύλους σκληρῦναι καὶ καθαρῶς τῷ καθαρῷ βιῶναι Θεῷ. Ὅθεν καὶ ἀποτυγχάνουσα τῆς προθέσεως τοῖς οὕτως ἔχουσιν, ἀνδράσι τε καὶ γυναιξὶν ὁμοίως, τοῖς μὲν ὑπέσταλτο, ταῖς δὲ καὶ συνῄει καὶ συνεκάθευδεν ἐπὶ τῆς αὐτῆς δορᾶς, ἐπὶ ταὐτοῦ λίθου τὴν κεφαλὴν ἀναπαύουσα· ἐδυσχέραινε γὰρ πᾶσαν «εὐνὴν μαλακὴν» καὶ