τοῦ πονηροῦ. Οἱ δὲ ἀσεβεῖς ἁμαρτάνοντες οὐ μό νον ἐκπεσοῦνται τῆς βασιλείας, ἀλλὰ τὸ πῦρ καὶ οὐ τὴν γῆν οἰκήσουσιν. Ἀντὶ τοῦ, χάριτος ἀνάπλεώς ἐστιν· εὐσεβοῦς δὲ στόμα νῦν τὸν νοῦν λέγει καὶ τὴν καρδίαν, ὡς διὰ τῶν χειλέων ὑμνοῦσαν τὸν Θεόν· τὸ δὲ λαλοῦν πονηρὰ στόμα τῶν ἀσεβῶν, ἀποστρέφεται ἀπὸ τοῦ Θεοῦ εἰς τὸ εἶναι τῷ πονηρῷ· ὅρα δὲ τί ἀπ' ἐκείνου, τί δὲ ἀπὸ τούτου. Ἔχων γὰρ πρὸς τὰ μέλλοντα τὸν σκοπὸν, τυγχάνει πάντως ὧν προσεδόκησε τελευτήσας ὁ δίκαιος. Ἢ εἰς τὴν ἀνάστασιν ἡμᾶς παραπέμπει· καὶ ἐπὶ τούτου μὲν μένει τὰ ὄντα, καὶ οὐκ ἀφανίζεται· ἐπ' ἐκείνου δὲ καὶ τὰ ὄντα σβέννυται· ἐν γὰρ τῷ παρόντι μόνον αἰῶνι καυχῶνται· περὶ ὧν εἴρηται· Ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν. Οὐχ ὡς ὑποκειμένου τοῦ εὐσεβοῦς τῇ δίκῃ φησὶ τὸ, Ἀντ' αὐτοῦ παραδίδοται ἀσεβὴς, ἀλλ' ἐπειδὴ ἡ παγίς ἐστιν ἀπὸ τοῦ πονηροῦ κατὰ τοῦ δικαίου, τούτου ῥυο μένου περιπίπτει ταύτῃ ὁ ἀσεβής· ἐξαρπάζεται ὁ εὐσεβὴς ὑπὸ Θεοῦ, ὁ δὲ ἀσεβὴς ἐγκαταλειφθεὶς, περι πίπτει· κατὰ τὸ, Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Ἢ ἐπειδὴ ὁ δίκαιος ὑπό κειταί τισιν ὡς ἅνθρωπος ἁμαρτήμασιν, ἐλθὼν ὁ ἀσε βὴς καὶ κακοποιήσας τὸν δίκαιον, τῶν μὲν ἁμαρτιῶν καὶ τῶν κολάσεων τῶν μελλουσῶν ἐῤῥύσατο, εἰς ἑαυ τὸν δὲ τὰς τιμωρίας ἀνεδέξατο. Παραδίδοται δὲ ὑφ' ἑαυτοῦ ὑπὸ τῆς ἰδίας κακίας, ὡς παραδοὺς ἑαυτὸν εἰς ἀδόκιμον νοῦν. Ἤτοι διάκρισις ἡ περὶ τῶν πρακτέων, ἢ μή· ἢ ὥστε τὸν ἑαυτῶν βίον οἰκονομεῖν· κλυδώνιον γάρ ἐστι μέγα καὶ ἀφόρητον· οἱ τοιοῦτοι γὰρ παντὶ ἀνέμῳ περιφερόμενοι ναυαγοῦσι περὶ τὸν βίον ἢ τὴν πίστιν, καὶ ὡς φύλλα δένδρου πίπτουσιν ἀπὸ τοῦ Θεοῦ, οἷς μὴ ὑπάρχει σοφία Θεοῦ· εἰ δὲ ἡ σωτηρία ἐστὶν ἐν βουλῇ, καὶ οὐχ ἁπλῶς βουλῇ, ἀλλὰ καὶ πολλῇ, οὐκ ἄρα ἐν σώμασιν ἢ χρήμασιν, οὐδὲ κατὰ φύσιν τις σώζεται· κατὰ τοὺς τὰς φύσεις εἰσάγοντας. Ἐνταῦθα τὴν ψυχὴν ἄντικρυς προεῖπεν σῶμα· καὶ ὁ Χριστὸς δὲ ἐν τοῖς Εὐαγγελίοις, σῶμα τὴν ψυχὴν ὀνομάζει· Ὁ λύχνος, λέγων, τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· λύχνον μὲν εἶπε τὸν νοῦν· αὐτὸς γάρ ἐστι γνώσεως δεκτικός· σῶμα δὲ τὸ θυμικὸν καὶ ἐπι 17.192 θυμητικὸν μέρος τῆς ψυχῆς· ὅπερ τινὲς μὲν, ἄλογον· τινὲς δὲ, παθητικὸν μέρος καλοῦσιν. Ὁ δὲ ἐξ ὧν ἐποίει καὶ διδάσκει ἀγαθῶν, ἐντεῦθεν μὲν γνῶσιν σω μάτων καὶ ἀσωμάτων ἐν τῷ μέλλοντι δὲ βασιλείαν οὐρανῶν, περιποιεῖται ἑαυτῷ καὶ τοῖς μαθητιῶσιν· ἐξολλύει δὲ οὐ μόνον τὸ ἑαυτοῦ σῶμα, ἀλλὰ καὶ τὴν ψυχὴν, σὺν τοῖς πειθομένοις αὐτῷ, τῷ πυρὶ συναπόλ λυσιν. Οὗτος χειρὶ χεῖρας ἐμβάλλει ἀδίκως, ὁ κακῶν γινό μενος πραγμάτων καὶ δογμάτων διδάσκαλος· οὗτος δὲ σπείρει δικαιοσύνην, ὁ περὶ ἀρετῶν καὶ Θεοῦ γνώ σεως προϊέμενος λόγους. Τοῖς εἰς τὰ ἴδια σπείρουσι, καὶ πλείονα ποιοῦσιν, ἀντίκεινται οἱ συνάγοντες καὶ ἐλαττούμενοι· οἱ γὰρ τὰ ἴδια σπείροντες, εἰσὶν οἱ εἰς τὸ πνεῦμα σπείροντες, καὶ ζωὴν θερίζοντες· οἱ δὲ συνάγοντες καὶ ἐλαττού μενοι, εἰσὶν οἱ εἰς τὴν σάρκα σπείροντες, καὶ φθορὰν συνάγοντες ἑαυτοῖς. Σῖτος ὁ θεῖος λόγος, ὂν κατακρύψαντες οἱ Ἰουδαῖοι, κατέλιπον αὐτὸν τοῖς ἔθνεσιν. -Ὅμοιόν ἐστι τούτῳ καὶ τὸ ὑπὸ τοῦ Σωτῆρος ἡμῶν ἐν τοῖς Εὐαγγελίοις λεγόμενον· τὸ, Οὐδεὶς λύχνον ἅψας, τίθησιν αὐ τὸν ὑπὸ τὸν μόδιον, ἀλλ' ὑπὸ τὴν λυχνίαν, τοῦ φαίνειν πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ· ὥσπερ γὰρ ὁ σῖτος τροφή ἐστι τῷ σώματι, οὕτως ἡ θεία γνῶσις τῇ ψυχῇ· ὁ δὲ τὴν τῶν ἀμφοτέρων τροφὴν ἔχων καὶ μὴ παρέχων, ἀλλ' ὑπὲρ τούτων μισθὸν ἀπαιτεῖ τοῖς οὐκ ἔχουσι δοῦναι, ὑπολίποιτο αὐτὸν τοῖς δαίμοσιν. Γράφει δὲ καὶ δημοκατάρατον, ὅτι ὑπὸ τὸν δῆμον τῶν ἀγγέ λων καὶ πάντων τῶν δικαίων ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ἐπικατάρατος ἔσται. Τεκτονική ἐστι κατὰ πνεῦμα ἡ πρακτικὴ τῶν ἀγα θῶν ἀρετῶν ἐργασία· ὁ δὲ τὰ Θεῷ ἐποφειλόμενα πράττων, ζητεῖ θεαρέστους ἄνδρας, δεχομένους τὰς Θεῷ ἐποφειλὰς, ἵνα ὥσπερ αὐτὸς καὶ αὐτοὶ ἐμπο ρεύωνται· τοὺς δὲ μὴ τὰ καλὰ, ἀλλὰ τὰ κακὰ ζητοῦν τας, παρήσεται. Τοῦτο τὸ δένδρον τῆς ζωῆς ἐστι τὸ φυτευθὲν ἐν μέσῳ τοῦ παραδείσου, οὗ ἅψασθαι μετὰ τὴν ἁμαρτίαν ἐκωλύθη ὁ Ἀδὰμ, τὰ σπέρματα τῆς δικαιοσύνης ἀπο βαλὼν, ἀφ' ὧν φύεται τὸ δένδρον τῆς ζωῆς. Μήποτε