σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. 17.9 ̓Ανέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεφλόγισεν, ανθρακες ἀνήφθησαν ἀπ' αὐτοῦ. ̓Ωργίσθη, φησὶ, καὶ κατέβαλεν τὸ πῦρ, δι' ου πάλιν τοὺς ἀνθρώπους κατέφλεγεν. Ανθρακες, ὁ τῶν ἀποστόλων χορός· τούτου γὰρ τοῦ πυρὸς κατὰ τὴν ἡμέραν τῆς Πεν τηκοστῆς μεταλαβόντες, καὶ γλώσσας ἐπὶ τῶν κεφαλῶν πυρίνας δεξάμενοι, ανθρακες εἰκότως ἐχρημάτιζον, φωτίζοντες ὁμοῦ τὰ εθνη καὶ καθάροντες· οτι ταῦτα ἐγένετο, τοῖς ἑξῆς ἐπαγομένοις μάνθανε· 17.10,11 Καὶ εκλινεν οὐρανὸν, καὶ κα τέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ ἐπέβη ἐπὶ Χερουβείν. Χερουβεὶμ ἑρμηνεύεται γνῶσις καὶ σύνε σις· εἰς τοὺς δικαίους ουν λέγει. 17.12 Καὶ εθετο σκότος ἀποκρυφὴν αὐ τοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ. Εθετο τὸ σκότος ἀποκρυφὴν αὐτοῦ, μέσον ἑαυτοῦ τε καὶ ἡμῶν θεὶς, ωσπερ Μωϋσῆς πά λαι τὸ κάλυμμα μέσον ἑαυτοῦ τε καὶ πω ρώσεως ̓Ισραὴλ, εἰ μὴ ῥᾳδίως ειδῃ σκοτεινὴ φύσις, τὸ ἀπόθετον κάλλος μὴ ῥᾳδίως ἐπι τυχοῦσα, ῥᾳδίως καὶ ἀποβάλλει, διὰ τὴν εὐκολίαν τῆς κτίσεως. ∆ιὰ τοῦτο μέσον ἡ μῶν τε καὶ Θεοῦ ὁ σωματικὸς ουτος ισταται γνόφος, ωσπερ ἡ νεφέλη τὸ πάλαι τῶν Αἰ γυπτίων καὶ τῶν ̔Εβραίων· καὶ τοῦτό ἐστιν ισως ο εθετο σκότος ἀποκρυφὴν αὐτοῦ. ∆ιὸ καὶ Παῦλός φησιν· ̔Ο μόνος εχων ἀθανασίαν, καὶ φῶς οἰκῶν ἀπρόσιτον. 17.20 ̔Ρύσεταί με, οτι ἐθέλησέν με. Ουτως ὁ ὑπὸ τῆς σῆς προνοίας ῥυσθεὶς, ἐλπίζω πάντων περιγενέσθαι τῶν δυσμενῶν, καὶ μὴ πρότερον ἀποστῆναι, εως αὐτοὺς αυθις ὑπηκόους εἰργάσωμαι· τοῦτο γὰρ καὶ παρεδήλωσεν εἰρηκώς· Πεσοῦνται ὑπὸ τοὺς πόδας μου. 17.36 Καὶ ἡ παιδεία σου κτλ. Τό· Καὶ ἡ παιδεία σου αὐτή με διδάξει, Θεοδωτίονός ἐστιν, ἀντὶ τοῦ· Καὶ ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος, εἰρημένον τοῖς Οʹ. 17.40 Συνεπόδισας πάντας τοὺς ἐπανισ ταμένους ἐπ' ἐμὲ ὑποκάτω μου. Καὶ μὴν οὐκ ισμεν τὸν ∆αυὶδ τῶν ἐχθρῶν βασιλεύσαντα· οὐκοῦν διὰ τοῦ ἐξ αὐτοῦ κατὰ σάρκα τεχθέντος ἡ προφητεία πληροῦται. 17.41 Καὶ τοὺς ἐχθρούς μου εδωκάς μοι νῶτον. ̓Αντὶ τοῦ· εἰς φυγὴν ετρεψας. Ιδιον γὰρ φευγόντων τὸ διδόναι τὰ νῶτα. 17.49 ̔Ο ῥύστης μου ἐξ ἐχθρῶν ὀργίλων. ̓Εν οις θυμὸς ἐπικρατεῖ, ἐν τούτοις καὶ ὀργιλότης· εἰ δὲ ἐχθροὶ ἡμῶν οργιλοί εἰσιν, οἱ ἐχθροὶ ἡμῶν αρα θυμωδεῖς εἰσιν· θυμὸς γὰρ αὐτῶν, φησὶ, κατὰ τὴν ὁμοίωσιν τοῦ οφεως, καὶ ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτοῦ ἐφ' ἡμᾶς. 18.3,4 ̔Ημέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. Οὐκ εἰσὶ λαλιαὶ, οὐδὲ λόγοι, ων οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Εὐσεβίου. Νὺξ καὶ ἡμέρα τεταγμένα μέ τρα τυγχάνοντα τῆς κατὰ καιρὸν ὑποχω ρήσεως, κατά τε μείωσιν καὶ αυξησιν, καὶ τὴν πρὸς αλληλα διὰ παντὸς ἀναλογίαν φυ λάττοντα, κηρύττει διὰ τῶν εργων τὸν ἀμ φότερα διαστήσαντα· οὐ γὰρ ἐν τοῖς κατὰ τύχην τὸ διηνεκὲς, καὶ ἀσύγχυτον, ἀλλὰ σοφίας εκγονος ἁρμονία. Αἱ δὲ τῶν λόγων αὐτῶν φωναὶ οὐκ εἰσὶ τῶν μὴ ἀκουομένων· πανταχοῦ γὰρ τῆς οἰκουμένης διὰ τῆς θέας ἀκούονται οὐρανῶν τε βλεπομένων, καὶ νυκ τὸς καὶ ἡμέρας. Προσεχρήσατο δὲ τοῖς ῥη τοῖς τούτοις ἐπὶ τῶν ἀποστόλων ὁ Παῦλος· διὸ καὶ ἀορίστως εφη, ἀλλ' οὐχ ὡς ειωθεν ἐπὶ τῶν προηγουμένων λέγειν· ̔Ησαΐας δὲ κράζει ὑπὲρ τοῦ ̓Ισραήλ. Καὶ πάλιν· Καθὼς προείρηκεν ̔Ησαΐας. Καὶ πάλιν· Καθὼς γέ γραπται. Καὶ αυθις· Λέγει γὰρ ἡ γραφή. Σύμμαχος δὲ σαφέστερον ἐξέδωκεν· Καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν, οὐ ῥήσεσιν, οὐδὲ λόγοις, ων οὐκ ἀκούονται φωναὶ, ἀλλ' εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ηχος. Η κατὰ τὸν ̓Ακύλαν· ̔Ο κανὼν αὐτῶν, οὐδὲ γὰρ λόγον οὐδὲ φωνὴν ἀφιεῖται· Τὸν κανόνα δὲ καὶ τὴν οἰκείαν τάξιν ὑποδεικνῦσαι, πᾶσαν γῆν καὶ θάλατταν εἰς τὴν θείαν ὑμνῳδίαν καλοῦ σιν. - ̔Ημέρα δὲ τῆς ἀναστάσεως τῇ ἡμέρᾳ τοῦ σταυροῦ ἐρεύγεται ῥῆμα, πῶς ὁ ἐν ἐκεί νῃ σταυρωθεὶς, ἐνταῦθα ὡς Θεὸς ἀνέστη, καὶ τοὺς νεκροὺς ἀνέστησεν. Καὶ νὺξ ἡ πρὸ τοῦ σταυροῦ γενομένη τῇ νυκτὶ τῆς τοῦ Χριστοῦ παραδόσεως τοιαύτην ἀναγγέλλει γνῶσιν, πῶς ἐν ἐκείνῃ δειλιῶν καὶ προσευ χόμενος, υστερον δὲ καὶ παραδοθεὶς, ἐν