θεραπευθῆναι. Πολλοὶ γὰρ ἰατροὶ τοὺς ἀπὸ ἐθνῶν ὑπέσχοντο θεραπεῦσαι. Ἐὰν ἴδῃς τοὺς φιλοσοφοῦντας ἐπαγγελλομένους ἀλήθειαν, ἰατροί εἰσι θεραπεῦσαι πειρώμενοι. Ἀλλ' αὐτοὺς δαπανήσασα τὰ παρ' ἑαυτῆς πάντα, οὐκ ἴσχυσεν ὑπ' οὐδενὸς τῶν ἰατρῶν θεραπευθῆναι. Ἥψατο δὲ τοῦ κρασπέδου τοῦ Ἰησοῦ διὰ πίστεως, καὶ ἰάθη. Ἐὰν ἴδωμεν τὴν πίστιν ἡμῶν τὴν εἰς Ἰησοῦν Χριστὸν, καὶ νοήσωμεν πηλίκος ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ τίνος ἡψάμεθα αὐτοῦ, ὀψόμεθα, ὅτι πρὸς σύγκρισιν τῶν ἐν αὐτῷ κρασπέδων κρασπέδου ἡψάμεθα. Τοῦτο τὸ κράσπεδον θεραπεύει ἡμᾶς, καὶ ποιεῖ ἀκούειν ἀπὸ τοῦ Ἰησοῦ· Θύγατερ, ἡ πίστις σου σέσωκέ σε, καὶ θεραπευ θῶμεν. Καὶ ἡ θυγάτηρ ἀναστήσεται τοῦ ἀρχισυναγώ γου. Ὅταν γὰρ τὸ πλῆθος τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται. ΚΕΦ. Θʹ. Στίχ. κζʹ. Λέγω δὲ ὑμῖν ἀληθῶς· Εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἳ οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ. Ταῦτα ἐπὶ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τινὲς ἀναφέρουσι, συναναβάντες εἰς τὸ ὑψηλὸν ὄρος Χριστῷ, οἳ καὶ θανάτου οὐκ ἐγεύσαντο, πρὸ τοῦ ἰδεῖν τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐλθόντα ἐν τῇ βασιλείᾳ αὐ τοῦ, ἤτοι ἐν τῇ δόξῃ τῆς μεταμορφώσεως αὐτοῦ. Εἰ δὲ χρή τι καὶ περιεργότερον εἰπεῖν περί τε τοῦ ἑστάναι μετὰ Ἰησοῦ, καὶ περὶ τοῦ γεύεσθαι θανάτου· ἦσάν τινες ἑστῶτες ὅπου Ἰησοῦς, ἐρηρεισμένοι τῇ ψυχῇ παρ' αὐτῷ. Ἦν αὐτοῖς ἡ στάσις συγγενὴς τῇ τοῦ Μωσῆ. Κἀγὼ γὰρ, φησὶν ὁ Μωϋσῆς, ἔστην ἐν τῷ ὄρει ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαρά κοντα, ἀξιωθεὶς ἀκοῦσαι· καὶ σὺ δὲ αὐτοῦ στῆθι μετ' ἐμοῦ. Ὀλίγοι δὲ καὶ φίλοι Θεοῦ, ὅσοι τὴν στάσιν ἐν τῷ καλῷ ἔχουσιν, ὡς ὁ Βαπτιστὴς αὐτὸς περὶ αὑτοῦ λέγει· Ὁ δὲ φίλος τοῦ νυμφίου ἑστὼς χαρᾷ χαί ρει. Καὶ οἱ ἑστηκότες γοῦν παρὰ τῷ Λόγῳ ἔχουσι κατὰ τὴν στάσιν διαφοράς. ∆ιὸ οὐ πάντες οἱ ἑστῶ τες παρὰ τῷ Σωτῆρι, ἀλλά τινες αὐτῶν, ὡς βέλτιον ἑστηκότες, οὐ γεύονται θανάτου, ἕως ἂν ἴδωσι τὸν ἀνθρώποις ἐπιδημήσαντα Λόγον, καὶ διὰ τοῦτο Υἱὸν ἀνθρώπου χρηματίζοντα, ἐρχόμενον ἐν τῇ αὑτοῦ βα σιλείᾳ. Οὐ γὰρ ἀεὶ ἐν τῇ αὑτοῦ βασιλείᾳ ἔρχεται, ὡς ἐπὶ τοῖς εἰσαγομένοις, οἳ καὶ μὴ ἔχειν αὐτὸν εἶδος ἢ κάλλος λέξαιεν ἄν. Τοῖς δὲ τελείοις, κατὰ τὸν ∆αυῒδ, ὡραῖος φαίνεται κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἔστιν οὖν βασιλικώτατον ἀξίωμα τῷ Λόγῳ, βλεπόμενόν τισι τῶν ἑστηκότων παρὰ τῷ Ἰησοῦ, ἀκολουθεῖν αὐτῷ δυνηθεῖσιν, ἀναβαίνοντι εἰς τὸ ὑψηλὸν τῆς φανερώσεως αὐτοῦ ὄρος· οὗ τις ἀξιοῦ 17.341 ται Πέτρος ὢν, καὶ τὸ ἄσειστον ἔχων ἐν τῇ πίστει· ἢ υἱοὶ ἰροτῶν, οἳ καὶ θανάτου οὐ γεύονται, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ. Ζωὴ δὲ ὁ Χριστός. Ὁ δὲ ταύτης ἐχθρὸς θάνατος, καὶ ὁ δι' ἁμαρτίας, ἢ ἑτέρως νοούμενος. Ὧν τὸ ἕτε ρον δι' ὧν ἕκαστος ἡμῶν πράττει ἐκλέγεται. Ὥσπερ οὖν ὁ Χριστὸς ἄρτος ἐστὶ ζῶν, οὕτως ὁ ἐχθρὸς αὐ τοῦ θάνατος ἄρτος ἐστὶ νεκρός. Πᾶσα δὲ λογικὴ ψυχὴ θατέρῳ τούτων τρέφεται· ἡ μὲν γευομένη τού των μόνον, ἡ δὲ καὶ ἐπὶ πλεῖστον ἐσθίουσα. Καὶ τάχα οἱ μὲν σπανίως καὶ μικρὰ ἁμαρτάνοντες μόνον γεύονται θανάτου· οἱ δὲ ἀρετὴν ἀνειληφότες οὐδὲ γεύονται αὐτοῦ, ἀλλ' ἀεὶ ἄρτον τρέφονται ζῶντα. Πέ τρῳ οὖν, οὗ πύλαι μὴ κατίσχυσαν ᾅδου, ἀκόλουθον ἦν τούτου μὴ γεύεσθαι. Τότε γάρ τις γεύεται θανά του, ὅτε πύλαι ᾅδου κατισχύσουσιν αὐτοῦ. Ἀλλὰ καὶ τοῖς τῆς βροντῆς υἱοῖς, γεννηθεῖσιν ἀπὸ βροντῆς ἀν θρωπίνου χρήματος, ἀδύνατον ἦν θανάτου γεύσασθαι, τοῦ σφόδρα πόῤῥω τῆς μητρὸς αὐτῶν βροντῆς. Τὸ δὲ, ἕως, ἐνταῦθα δηλοῖ τὸν κατεπείγοντα περὶ τοῦ δηλουμένου χρόνον, οὐ περιοριζόμενον, ὥστε γε νέσθαι μετὰ τὸ ἕως τὸ ἐν αὐτῷ τῷ δηλουμένῳ· ὡς τό· Καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι ἕως τῆς συν τελείας τοῦ αἰῶνος. Οὐκ ἐγεύσαντο γοῦν οὐδ' οἱ ἀπόστολοι τοῦ προηρημένου νοητοῦ θανάτου μετὰ τὸ ἰδεῖν τὴν τῶν τηλικούτων ἀγαθῶν θεωρίαν. Ἐπεὶ δὲ ἐν τοῖς Ψαλμοῖς εἴρηται· Τίς ἐστιν ἄνθρωπος ὃς ζήσει, καὶ οὐκ ὄψεται θάνατον; καὶ, Ἐλθέτω δὴ θάνατος ἐπ' αὐτούς· καὶ ἔν τινι τῶν προφητῶν· Κατέπιεν ὁ θάνατος ἰσχύσας· ἐν δὲ τῇ Ἀποκαλύψει· Ὁ θάνατος καὶ ὁ ᾅδης ἀκολουθεῖ τισι· μήποτε ἔλαττον κακόν ἐστι τὸ