καὶ τοὺς ἐνδεχομένους καρποὺς, καὶ τὰς διαφορὰς τῶν ποιοτήτων· οὕτως ἡμεῖς ὑπολαμβάνο μεν περὶ πάντων τῶν ἐξ ἐπιπνοίας τοῦ ἁγίου Πνεύ ματος ἀναγεγραμμένων, ὡς τῆς ἐπιδιδούσης τὴν ὑπὲρ ἄνθρωπον σοφίαν ἱερᾶς Προνοίας διὰ τῶν γραμμάτων τῷ γένει τῶν ἀνθρώπων, λόγια σωτήρια ἐνεσπαρκυίας, ὡς ἔστιν εἰπεῖν, ἑκάστῳ γράμματι κατὰ τὸ ἐνδεχόμενον ἴχνη τῆς σοφίας. Χρὴ μέντοιγε τὸν ἅπαξ παραδεξάμενον τοῦ κτίσαντος τὸν κόσμον εἶναι ταύτας τὰς Γραφὰς, πεπεῖσθαι ὅτι ὅσα περὶ τῆς κτίσεως ἀπαντᾷ τοῖς ζητοῦσι τὸν περὶ αὐτῆς λό γον, ταῦτα καὶ περὶ τῶν Γραφῶν. Ἔστι δέ γε καὶ ἐν τῇ κτίσει τινὰ ἀνθρωπίνῃ φύσει δυσεύρετα ἢ καὶ ἀνεύρετα· καὶ οὐ διὰ τοῦτο κατηγορητέον τοῦ ποιη τοῦ τῶν ὅλων. Φέρε εἰπεῖν, ἐπεὶ οὐχ εὑρίσκομεν αἰ τίαν βασιλίσκων κτίσεως, καὶ τῶν ἄλλων ἰοβόλων θη ρίων· ἐνθάδε γὰρ ὅσιον τὸν αἰσθανόμενον τῆς ἀσθε νείας τοῦ γένους ἡμῶν, καὶ ὅτι τέχνης Θεοῦ λόγους μετὰ πάσης ἀκριβείας τεθεωρημένους ἐκλαβεῖν ἡμῖν ἀμήχανον, Θεῷ ἀνατιθέναι τὴν τούτων γνῶσιν, ὕστε ρον ἡμῖν, ἐὰν ἄξιοι κριθῶμεν, φανερώσοντι ταῦτα περὶ ὧν νῦν εὐσεβῶς ἐπεστήσαμεν. Οὕτω τοίνυν καὶ ἐν ταῖς θείαις Γραφαῖς χρὴ ὁρᾷν, ὅτι πολλὰ ἀπόκειν ται ἐν αὐτοῖς δυσαπόδοτα ἡμῖν· οἱ γοῦν ἐπαγγελλόμε νοι μετὰ τὸ ἀποστῆναι τοῦ κτίσαντος τὸν κόσμον, καὶ ᾧ ἀνέπλασαν ὡς Θεῷ προστρέχειν, λυέτωσαν τὰς προσαγομένας ὑφ' ἡμῶν αὐτοῖς ἀπορίας, ἢ τὸ ἑαυ τῶν γε συνειδὸς πειθέτωσαν μετὰ τὸ τηλικοῦτον τόλμημα τῆς ἀσεβείας ἀναπεπαῦσθαι, συμφώνως ταῖς παρ' αὐτοῖς ὑποθέσεσι περὶ τῶν ζητουμένων, καὶ περὶ τῶν προσαγομένων αὐτοῖς ἀπορημάτων· εἰ γὰρ κἀκεῖ οὐδὲν ἧττον τὰ ἀπορήματα μένει, ἀποστάντων τῆς θεότητος· πόσῳ ὁσιώτερον ἦν, μέ νοντας ἐπὶ τῆς ἐννοίας τῆς περὶ Θεοῦ, ἀπὸ τῶν κτισμάτων τοῦ γενεσιουργοῦ θεωρουμένου, μηδὲν ἄθεον καὶ ἀνόσιον περὶ τοῦ τηλικούτου ἀποφαίνεσθαι Θεοῦ; 12.1084 Ἐκ τοῦ αὐτοῦ εἰς τὸν αʹ ψαλμὸν τόμου. Ἐπεὶ δὲ ἐν τῷ περὶ ἀριθμῶν τόπῳ ἑκάστου ἀρι θμοῦ δύναμίν τινα ἔχοντος ἐν τοῖς οὖσιν, ᾗ κατεχρή σατο ὁ τῶν ὅλων ∆ημιουργὸς εἰς τὴν σύστασιν, ὁτὲ μὲν τοῦ παντὸς, ὁτὲ δὲ εἴδους τῶν ἐν μέρει, προσ έχειν δεῖ καὶ ἐξιχνεύειν ἀπὸ τῶν Γραφῶν τὰ περὶ αὐ τῶν, καὶ ἑνὸς ἑκάστου αὐτῶν. Οὐκ ἀγνοητέον οὖν, ὅτι καὶ τὸ εἶναι τὰς ἐνδιαθήκους βίβλους, ὡς Ἑβραῖοι παραδιδόασι, δύο καὶ εἴκοσιν, ὅσος ὁ ἀρι θμὸς τῶν παρ' αὐτοῖς στοιχείων ἐστὶν, οὐκ ἄλο γον τυγχάνει· ὡς γὰρ τὰ κβʹ στοιχεῖα εἰσαγωγὴ δο κεῖ εἶναι εἰς τὴν σοφίαν καὶ τὰ θεῖα διδάγματα τοῖς χαρακτῆρσι τούτοις ἐντυπούμενα τοῖς ἀνθρώποις· οὕτω στοιχείωσίς ἐστιν εἰς τὴν σοφίαν τοῦ Θεοῦ, καὶ εἰσα γωγὴ εἰς τὴν γνῶσιν τῶν ὄντων τὰ κβʹ θεόπνευστα βιβλία. Εἰσὶ δὲ αἱ εἴκοσι δύο βίβλοι καθ' Ἑβραίους αἵδε· ἡ παρ' ἡμῖν Γένεσις ἐπιγεγραμμένη, παρὰ δὲ Ἑβραίοις, ἀπὸ τῆς ἀρχῆς τῆς βίβλου, Βρησὶθ, ὅπερ ἐστὶν, «Ἐν ἀρχῇ·» Ἔξοδος, Οὐαλεσμὼθ, ὅπερ ἐστὶ, «Ταῦτα τὰ ὀνόματα·» Λευϊτικὸν, Οὐϊκρὰ, «Καὶ ἐκάλεσεν·» Ἀριθμοὶ, Ἀμμεσφεκωδείμ· ∆ευτερονόμιον, Ἕλλε ἁδδεβαρὶμ, «Οὗτοι οἱ λόγοι·» Ἰησοῦς υἱὸς Ναυῆ, Ἰωσοῦε βὲν Νοῦν· Κριταὶ, Ῥοὺθ, παρ' αὐτοῖς ἐν ἑνὶ Σωφετίμ· Βασιλειῶν πρώτη, δευτέρα, παρ' αὐτοῖς ἓν, Σαμουὴλ, «ὁ θεόκλητος·» Βασιλειῶν τρίτη, τετάρτη ἐν ἑνὶ, Οὐαμμέλεχ ∆αυῒδ, ὅπερ ἐστὶ, «βασιλεία ∆αυΐδ·» Παραλειπομένων πρώτη, δευ τέρα ἐν ἑνὶ, ∆ιβρὴ ἀϊαμὶμ, ὅπερ ἐστὶ, «Λόγοι ἡμε ρῶν·» Ἔσδρας πρῶτος καὶ δεύτερος ἐν ἑνὶ, Ἐζρᾶ, ὅ ἐστι «Βοηθός·» βίβλος Ψαλμῶν, Σέφερ θιλλίμ· Σολομῶντος Παροιμίαι, Μισλώθ· Ἐκκλησιαστὴς, Κωέλεθ· Ἆσμα ᾀσμάτων, Σὶρ ἁσσιρίμ· Ἡσαΐας, Ἰσαΐα· Ἱερεμίας, σὺν Θρήνοις, καὶ τῇ ἐπιστολῇ ἐν ἑνὶ, Ἱερεμία· ∆ανιὴλ, ∆ανιήλ· Ἰεζεκιὴλ, Ἰεεζκήλ· ἸὼβἸώβ· Ἐσθὴρ, Ἐσθήρ. Ἔξω δὲ τούτων ἐστὶ τα Μακκαβαϊκὰ, ἅπερ ἐπιγέγραπται Σαρβὴθ Σαρβανὲ ἔλ. 12.1085 ΨΑΛΜΟΣ Αʹ. Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσε βῶν, κ. τ. ἑ. Ποίαν ἐχρῆν εἶναι Ψαλμῶν ἀρχὴν ἢ τὴν τοῦ κατὰ τὸν Σωτῆρα ἀνθρώπου τὸν μακαρισμὸν περιέχουσαν, καὶ τοὺς ἐπαίνους αὐτοῦ ἐν ἀποχῇ μὲν τῶν χειρόνων, μελέτῃ δὲ καὶ πράξει τῶν βελτιόνων, καὶ τῇ ἐξομοιώσει τῇ πρὸς τὸν Μονογενῆ; ὅστις, σοφία ὢν, ξύλον μὲν ζωῆς ἐν Παροιμίαις εἴρηται ὑπὸ