ἐστε· εἰ γὰρ πολλὰ ἱμά τια θέλετε ἔχειν, δέεσθε τοῦ ποιμένος, τοῦ ὑφάντου, τοῦ γνα φέως ἢ καὶ τοῦ ἀμήττοντος. μή μοι λέγε· "οὐ φορῶ μαλακὰ ἱμά τια"· ἴση γάρ ἐστι δουλεία τὸ ἐπὶ μικρῷ καὶ μεγάλῳ φροντίζειν· ὁ μικροῦ ὀρεγόμενος χρυσίου καὶ τοῦ πλείονος ἐπιθυμήσει, ὁ μικρᾶς πόλεως βασιλεῦσαι θέλων δηλονότι καὶ τῆς μείζονος ἄρξαι ἁρπάσει. ἀλλὰ καὶ ἐν ὀλίγῃ πορφύρᾳ στιλβούσῃ ἐν ἱμα τίῳ ἐναβρύνεσθε τῶν Ἰνδῶν ὁλοπορφύρων ὄντων δούλων ἡμῶν ὁλοπόρφυρα φορούντων· καὶ ὑμεῖς ἐρικυδῆ ἡγεῖσθε τὴν πόρφυ ραν κἂν ὀλίγῃ χρῆσθε· εἰ δὲ τὸ καλὸν παρ' ὑμῖν ὀλίγη ἐστίν, τῷ ὄντι πτωχοί ἐστε καὶ τὰ μικρὰ θαυμάζοντες. 2.45 διὰ τί δὲ ζῷα φονεύετε γῆς τέκνα ὄντα καὶ αὐτὰ χρησι μώτατα ὑμῖν ὑπάρχοντα; ἃ μὲν γὰρ κείρετε καὶ τούτων τὰ ἔρια περιβάλλεσθε, ἃ δὲ ἀμέλγετε καὶ τὸ γάλα ἐσθίετε, ἐν οἷς δὲ καὶ γεωργεῖτε τοὺς καρποὺς πιπράσκοντες, ἐφ' οἷς δὲ καὶ ἐπι βεβηκότες πολεμεῖτε ἀλλότρια ἁρπάζοντες· καὶ ταῦτα φονεύετε ἀδίκως καὶ τοῖς μὲν ζῴοις μισθὸς ὁ τοιοῦτος παρ' ὑμῖν. τοὺς μαλλοὺς τούτων ἔξωθεν περιβάλλεσθε, τὰς δὲ σάρκας τού των ἔνδοθεν βαστάζετε καὶ γίνεσθε νεκρῶν ζῴων περιπατοῦντες τάφοι. τοσαύτῃ οὖν ἀτιμίᾳ ἔργων ἀτόπων βαρυνομένη ψυχὴ πῶς δύναται νοῦν θεοῦ δέξασθαι; ἔασον ἔξωθεν τὰ κρέα δύο ἡμέρας καὶ ὄψει τί γενήσεται· οὐ δυνήσῃ στέξαι τούτων τὴν ὀσμήν, ἀλ λὰ καὶ ἔξω φεύξῃ. πόσαι εἰσδύνουσι διὰ τούτων εἰς ψυχὴν ἀκα θαρσίαι καὶ χωροῦσιν εἰς νεφροὺς τῶν ἐπιθυμούντων ταῦτα; πῶς οὖν τοῦ τοιούτου πνεῦμα θεῖον δύναται ἐμφοιτῆσαι τῇ αἰσθήσει; κρέα ἐθίετε, ἃ σῶμα μὲν πιαίνει, ψυχὴν δὲ κατατήκει, θυμὸν τίκτει, εἰρήνην δὲ διώκει, σωφροσύνην μὲν δαμάζει, ἀκολασίαν δὲ ἐξεγείρει, ἐμετοὺς ἐκβλύζει καὶ νόσους ἐνοικίζει· τοῦ σαρκοβόρου τῶν βροτῶν πνεῦμα ἐπαναχωρεῖ καὶ παλαμναῖος δαί μων ἐμφιλοχωρεῖ. καρποὶ δὲ ἀκροδρύων καὶ θινῶν βοτάναι ἔξω ἀφεθέντα κάλλιστον ἀτμὸν ἀπόζει καὶ παρὰ σοφῶν ἑστιαθέντα θεοπρεπῆ νοῦν κύει καὶ τὸ σῶμα ἐπιπρέπει. ταῦτα ὁ θεὸς ἐφύ τευσεν τροφὴν βροτῶν φρονήσει· ὑμῶν δ' ἀπόλωλεν ὁ νοῦς τῇ ἀδηφαγίᾳ, ἀναπνέετε θυμὸν θηρίων σαρκῶν ζῴων ἐμφορούμενοι, ἀγγεῖα διεφθαρμένα ἐστὲ μελῶν σεσηπότων. λύκων καὶ λεόντων καὶ πάντων θηρίων ἀνημέρων χείρονές ἐστε ὑμεῖς· λύκοι γὰρ εἰ ἐδύναντο καρποὺς ἐσθίειν οὐκ ἂν ἐζήτουν κρέα. ταῦροι ἵπποι ἔλαφοι καὶ ἑτέρα φύσις ζῴων παμπόλλη δικαιοτέραν ὑμῶν ἔχου σι τὴν τροφὴν θινῶν βοτάναις τρεφόμενα καὶ ὕδωρ πίνοντα καὶ τοῖς ὄρεσιν ἐνδιαιτώμενα. διὰ τοῦτο τούτοις φίλη ἡ ἰσχὺς καὶ τὰ νεῦρα καρτερὰ πεπήγασι. τί οὖν οὐ μιμεῖσθε ταῦτα τρε φόμενα θεοῦ προνοίᾳ; 2.46 ἀλλὰ προφάσει προσφορᾶς θυσιῶν καὶ πυρὸς δαπάνης ἑαυ τοῖς αὐτὰ ἑτοιμάζετε τροφήν· ὅσα δέ ἐστιν εὔτονα καὶ διαρκῆ, ταῦτα παρ' ὑμῶν οὐκ ἐπιβουλεύονται· ὑμεῖς γὰρ ζητεῖτε δια τροφὴν πλείστην καὶ πολλὰ δαπανᾶτε διὰ τὴν ἀπληστίαν ὑμῶν καὶ εἰς μικρὰ ζῷα πλεῖστα κοπιᾶτε δι' ὀλίγην ἡδονὴν καὶ ματαίαν. ἀνόητος ὁ κόπος ὑμῶν καὶ ἐν ἀπωλείᾳ. διὰ ταῦτα πάν τα ταλαίπωρος καὶ ἀτυχὴς ὁ βίος ὑμῶν. 2.47 ἡμεῖς δὲ οὖν οὐδὲ ὕδωρ πίνομεν ἑκόντες δίψης μὴ παρού σης. ἐξ ἀνάγκης δὲ παρούσης δίψης ταύτην ἀμυνόμεθα τὴν ἐκ φύ σεως παραγενομένην πηγαῖς ὑδάτων, αἳ καὶ μὴ πινόντων ἡμῶν χέ ουσι τὰ ῥεῖθρα. ὑμεῖς δὲ δι' ἡδονὴν γαστρὸς τέχνας ἐπινοεῖτε, ἵνα καὶ μὴ πεινῶντες διὰ τῆς ποικίλης τῶν μαγείρων τέχνης διαῤῥηγνύητε τὴν ἀθλίαν γαστέρα τὰ πρὸς γαστριμαργίαν ταύτῃ χορηγοῦντες. ἀέρα θηρεύετε διὰ φιληδονίαν, θάλασσαν δικτύοις σήθετε διὰ τὰς πολλὰς ὑμῶν ἐπιθυμίας. ἐπὶ τὰ ὄρη στρατεύεσθε διὰ τὴν ἀπληστίαν ὑμῶν τὴν ἐπὶ κυνῶν ἀλκὴν ἀλαζονευόμενοι, καὶ κακολογεῖτε θηρία τὰ παρὰ τῆς προνοίας δημιουργηθέντα καὶ αὐ τὰ κακῆς ἐρημίας ἔνοικα λέγετε δυσαρεστούμενοι κατὰ τῆς προ νοίας. καὶ τὰ μὲν διώκετε, τὰ δὲ ἀγρεύειν βούλεσθε, τὰ δὲ πλεῖστα φονεύετε, τὰ δὲ τούτων ἀνημερώτερα συλλαβόντες καὶ γαλεάγραις συγκλείσαντες φέρετε εἰς τὰς πόλεις, οὐχ ἵνα σπεί ρητε δι' αὐτῶν ἢ ἑτέραν τινὰ ἐν τούτοις χρήσιμον ἐκτελέσητε ὑπηρεσίαν, ἀλλ' ἵνα τὸ συγγενὲς ὑμῶν καὶ θεοῦ ἔργον ἄνθρωπον καθυβρίσαντες