ἀλλὰ τὰς βασιλικὰς οἰκίας καταδιώκουσιν. ἐπεὶ οὖν ὑμεῖς οὐδὲν τοιοῦτον περὶ τοῦ ἀνδρὸς ὑπειλήφατε, ἀλλὰ προφήτην ἔργοις καὶ λόγοις αὐτὸν εἶναι ἠπιστήθητε, μὴ νομίσητε νῦν ἀπὸ τῆς ἐρωτήσεως μεταβεβλῆσθαι αὐτοῦ τὴν γνώμην, ἀλλ' ἑτέρων ἕνεκα ὠφελείας καὶ πληροφορίας ταύτην ποιήσασθαι· οὐ γάρ ἐστι προφήτης μόνον, ἀλλὰ καὶ προφήτου περισσότερος. Πολλοὶ ἐσκανδαλίζοντο διὰ τὴν τῶν μαθητῶν τοῦ Ἰωάννου ἐρώτησιν, ἣν προσήνεγκαν τῷ Χριστῷ. οὐκ ἄλλοθεν οὖν λύει τὴν ἀμφιβολίαν εἰ μὴ ἐξ αὐτῶν τῶν ἐρωτησάντων μάρτυσιν αὐτοῖς χρώμενος. τοῦτο δ' ἦν ἐκ τοῦ θεάσασθαι αὐτοὺς τὰ θαύματα καὶ ὑποστρέφειν πρὸς Ἰωάννην καὶ ἀπαγγεῖλαι αὐτῷ ἃ ἐθεάσαντο. ∆ιὰ τοῦτο πρὸς τοὺς μαθητὰς Ἰωάννου φησὶν ὁ σωτήρ· βλέπετε τὰ θαύματα καὶ ἀπαγγείλατε, ἵνα λύσῃ τὸ σκάνδαλον ὃ ἐσκανδαλίσθησαν οἱ Ἰουδαῖοι διὰ τὴν τοῦ Ἰωάννου ἐρώτησιν αὐτοῖς ἐκείνοις τοῖς τοῦ Ἰωάννου μαθηταῖς χρώμενος μάρτυσι λέγων πρὸς αὐτούς· ὑμεῖς ἐπίστασθε ἀκριβῶς τὴν τοῦ Ἰωάννου περὶ ἐμοῦ μαρτυρίαν τὸν ἄνδρα ὁποῖός ἐστι γινώσκοντες καὶ ὑπ' αὐτοῦ βαπτισθέντες ἐν τῷ Ἰορδάνῃ. 45 Mt 11, 12 Βιάζεται καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν· ὡσανεὶ ἀπὸ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ δίδοται καὶ ἐγχειρίζεται, οὐ τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς βιασταῖς, τοῖς ἐκ καρδίας προσιοῦσιν, ἐκείνοις ἁρπάζεται καὶ κτῆμα γενέσθαι συγχωρεῖται ἡ βασιλεία τῶν οὐρανῶν. βιαστὴν δὲ αὐτὴν καὶ βιασταῖς ἁρπαζομένην εἰκότως λέγει, ὅτι καὶ τῆς δεσποτικῆς εὐεργεσίας ἐστὶ δῶρον, ἀλλ' οὐχὶ τοῖς ἀναπεπτωκόσι καὶ ῥᾳστώναις ἑαυτοὺς ἐκδεδωκόσιν ἀξία ἐστὶν παρατεθῆναι, ἀλλ' ἐκείνους ἀπολαῦσαι δεῖ τοῦ δώρου, οἳ καὶ αὐτοὶ πολλὴν σπουδὴν καὶ πόνον καὶ ἀγῶνα κατεβάλλοντο τῆς τηλικαύτης δωρεᾶς ἀξιωθῆναι. πλὴν εἰ καὶ μυρίους τις πόνους καὶ ἄφατον βίαν ἐπιδείξαιτο, ἀλλ' οὐδὲν ἧττον μένει τὸ δῶρον τὴν οἰκείαν φύλαττον ἀξίαν καὶ τῷ μεγέθει τῆς εὐεργεσίας κούφως φέρειν ἅπαντας τοὺς δεχομένους αὐτὸ παρασκευάζον καὶ δυναμούμενον. πρὸ δὲ τῆς διδασκαλίας καὶ ἐπαγγελίας τοῦ Χριστοῦ ἤτοι πρὸ τῆς Ἰωάννου ἐπὶ τὸ βάπτισμα παρουσίας καὶ ἀναδείξεως αὐτοῦ ἐν τῷ Ἰσραὴλ οὔπω ἦν ἡ τῆς βασιλείας ἐπαγγελία πᾶσι σαφὴς καὶ λαμπρά, ἀλλ' αἱ ἐπαγγελίαι σωματικώτερα ἦσαν ἀγαθά, γῆς καὶ γένους πληθυσμὸς καὶ κράτος ἐχθρῶν καὶ τὰ τοιαῦτα. 46 Mt 11, 12 13 Ἀφ' οὗ δὲ Ἰωάννης τῷ βαπτίσματι ἐπέστη καὶ τὸν τῆς μετα νοίας ἐκήρυξε λόγον καὶ τὸν κοινὸν ἐβαπτίσατο δεσπότην καὶ τὸ πνεῦμα ἐμαρτύρησε τὸν τοῦ πατρὸς γνήσιον καὶ ὁμοφυῆ παῖδα καὶ αὐτὸς ὁ δεσπότης ἤρξατο κηρύσσειν τὴν βασιλείαν τῶν οὐρανῶν , ἀπὸ τότε ἤρξατο ἐν ἐπιθυμίᾳ γίνεσθαι τοῖς ἀνθρώποις ἡ βασιλεία τῶν οὐρανῶν, ἀπὸ τότε ἤρξατο ζητεῖσθαι καὶ βιάζεσθαι καὶ ἁρπάζεσθαι ὑπὸ τῶν βιαστῶν. εἰ γὰρ καὶ δῶρόν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν (τί γὰρ ἄν τις καὶ ἀντιδοίη ταύτης;), ἀλλ' οὖν οὐ προῖκα δίδοται οὐδὲ τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς κρούουσιν, τοῖς αἰτοῦσιν, τοῖς ἐπιμένουσιν, τοῖς βιαζομένοις, τούτοις δίδοται, τούτοις ἁρπάζεται. ὥσπερ δὲ ὁ μετὰ πολλῆς καὶ ἀφάτου τῆς προθυμίας ἐπιζητῶν τι, ἐπειδὰν συγχωρηθῇ λαβεῖν τὸ ποθούμενον, ἁρπάζει αὐτό, οὕτως καὶ τοῖς ὑπὸ σφοδρᾶς καὶ ἀμέτρου τῆς ἐπιθυμίας οἷον ἁρπάσαι ζητοῦσιν τὴν τῶν οὐρανῶν βασιλείαν δίδοται αὐτὴ καὶ ἁρπάζεται. πρὶν ἢ δὲ Ἰωάννην ἄρξαι τοῦ βαπτίσματος καὶ τὸν δεσπότην ἄρξαι τοῦ κηρύγματος, οὐκ ἦν ἡ τῶν οὐρανῶν βασιλεία τοῖς ἀνθρώποις οὕτως ἐπίδηλος οὐδὲ οὕτως αὐτῆς ἐρασταὶ καὶ βιασταὶ ἐχρημάτιζον ἅτε μηδὲ περιφανῶς οὕτω καὶ συνεχῶς κηρυττομένης· οἱ γὰρ προφῆται καὶ ὁ νόμος, οἱ ἕως Ἰωάννου ἤτοι τῆς ἀρχῆς τοῦ δεσποτικοῦ κηρύγματος προφητεύσαντες καὶ τὸν ὑπ' αὐτοὺς λαὸν παιδαγωγήσαντες οὐ βασιλείαν μᾶλλον ἐπήγγελλον οὐρανῶν, ἀλλὰ γῆν ῥέουσαν μέλι καὶ γάλας καὶ γῆς ἀγαθὰ καὶ εὐτεκνίαν καὶ πολεμίων κράτος τοῖς κατορθοῦσιν ὥσπερ μάχαιράν τε κατεσθίουσαν τοῖς ἀπειθοῦσιν καὶ αἰχμαλωσίαν καὶ ὑπερόριον παροικίαν καὶ τὰ ὅμοια. Βιαστὴν εἶπε τὴν βασιλείαν τῶν οὐρανῶν καὶ βιαστὰς ἁρπά ζειν αὐτὴν καὶ ἀπὸ τῶν ἡμερῶν Ἰωάννου ἡ τοιαύτη γέγονεν ἁρπαγὴ οὐ τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς