γένεσιν· τὸ γὰρ ἄλλῳ κατὰ φύσιν, ἄλλῳ παρὰ φύσιν. παράδειγμα δέ, εἰ βούλει, καὶ τούτων ἔστω σοι αὐτὸ τὸ ἄθεον καὶ σκοτεινὸν <ὃ καὶ ὁ ἐν Θεαιτήτῳ [176e] Σωκράτης ἔδειξε> τῆς κακίας εἶδος, τὴν θνητὴν φύσιν ἐξ ἀνάγκης περιπολοῦν [ib. 176a]. ὁμοιούμεναι γὰρ αἱ ψυχαὶ <τοῖς οὖσι κακοῖς> ἀνταλλάττονται τὴν τούτων ζωὴν τῆς πρὸς τὸ κρεῖττον ὁμοιώσεως. καὶ γὰρ τῶν μὲν ἀγαθῶν τὰ παραδείγ- ματα βλέπει ἡ ψυχὴ στραφεῖσα πρὸς ἑαυτὴν καὶ τὰ ἑαυτῆς κρείττω, παρ' οἷς τὰ πρώτως <ἀγαθὰ καὶ αἱ τῶν ὄντων ἀκρότητες> ἐν ἁγνῷ βά- θρῳ [Pl. Phaedr. 254 b] καὶ αὐτὰ χωριστῶς ἱδρυμένα. τῶν δ' αὖ κακῶν ἀποβλέπουσα εἰς τὰ ἔξω ἑαυτῆς καὶ τὰ μεθ' ἑαυτήν, ὅσα καθέκαστα καὶ ἔξω ἑαυτῶν, ἄτακτα ὄντα καὶ ἀόριστα καὶ πλημμελῆ τῇ ἑαυτῶν φύσει, ἃ καὶ ἀνεπαίσθητα τῶν ἀγαθῶν, οἷς τρέφεται τὸ τῆς ψυχῆς ὄμμα καὶ ἄρδεται [Pl. Phaedr. 246e2] καὶ ζῇ τὴν ἑαυτοῦ ζωήν. οὔτ' οὖν τὰ ποιητικὰ τῶν κακῶν λόγοι καὶ δυνάμεις, ἀλλ' ἀδυναμία καὶ ἀσθένεια καὶ τῶν ὁμοίων ἀσύμμετρος κοινωνία καὶ μίξις, οὔτε αὖ τὰ παραδείγματα ἀκίνητα ἄττα καὶ ἀεὶ ὡσαύτως ἔχοντα, ἀλλ' ἄπειρα καὶ ἀόριστα καὶ ἐν ἄλλοις φερόμενα, καὶ τούτοις ἀπείροις. 49 Τὸ δὲ οὗ ἕνεκα πάντα οὐδαμῶς θετέον ἐν τούτοις· οὐ γὰρ ἂν πρέπῃ τέλος εἶναι τῶν κακῶν τὸ ἀγαθόν. ἀλλ' ἐπείπερ αἱ ψυχαὶ τὸ πανταχῇ ἀγαθὸν θηρώμεναι καὶ τούτου ἕνεκα πάντα ποιοῦσαι καὶ τὰ κακὰ πράττουσι, ταύτῃ τὶς ἂν ἴσως οἰηθείη καὶ τῶν κακῶν τέλος εἶναι τὸ ἀγαθόν. τοῦ γὰρ ἀγαθοῦ ἕνεκα πάντα, καὶ ὅσα ἀγαθὰ καὶ ὅσα ἐναντία· καὶ γὰρ ταῦτα ἀγνοίᾳ τῆς ἑαυτῶν φύσεως πράττομεν τὸ ἀγαθὸν ποθοῦντες. καὶ ἴσως εὖ ἂν ἔχοι μήτε τὸ ποιοῦν προηγούμενον τίθεσθαι τῶν κακῶν μήτε τὸ παράδειγμα κατὰ φύσιν μήτε τὸ οὗ ἕνεκα καθ' αὑτό· καὶ γὰρ τὸ εἶδος καὶ ἡ φύσις αὐτῶν ἔλλειψίς ἐστι καὶ ἀοριστία καὶ στέρησις, καὶ ὁ τῆς ὑποστάσεως αὐτῶν τρόπος---. ὅθεν δὴ καὶ ἀκούσιον εἶναι τὸ κακὸν πολλάκις εἴρηται. καὶ πῶς γὰρ ἂν ἑκούσιον εἴη τοῦ ἀγαθοῦ μὲν γενόμενον ἕνεκα, καθ' αὑτὸ δὲ ὅ ἐστι μήτε ἐφετὸν μήτε βουλητὸν μηδενὶ τῶν ὄντων ὑπάρχον; ἀλλὰ ταῦτα μὲν ἐν ἄλλοις. ὅτι δὲ τὸ κακὸν ἐν ψυχαῖς μὲν δι' ἀσθένειαν φύεται καὶ τὴν τοῦ χείρονος ἀλκήν-βρίθει γὰρ ὁ τῆς κάκης ἵππος μετέχων, <φησὶν αὐτός>, ἐπὶ τὴν γῆν ῥέπων τε καὶ βαρύνων [Pl. Phaedr. 247 b] -, ἐν δὲ σώ- μασι διὰ τὴν τῶν ἀνομοίων σύμμιξιν, <τοῦ εἴδους λέγω καὶ τοῦ ἀνειδέου>, καὶ αὖ τῶν ἐναντίων λόγων, διὰ τούτων δῆλον. 50 Τίς δὲ ὁ τρόπος καὶ πῶς ὑπέστη τὸ κακὸν ἐκ τούτων--- ἐφεξῆς ἡμῖν ῥητέον τὴν λεγομένην παρυπόστασιν ἐνταῦθα τιθεμένοις· οὐ γάρ ἐστιν <ἄλλως> ὑφεστάναι τὸ μήτε ἐκ προηγουμένης αἰτίας κἂν ὁπωσοῦν γεγονὸς μήτε εἰς ὡρισμένον τέλος καὶ τὸ οὗ ἕνεκα τὴν ἀνα- φορὰν ἔχον μήτε καθ' αὑτὸ τὴν εἰς τὸ εἶναι πάροδον λαχόν, δέον πᾶν τὸ ὁτιοῦν καὶ κυρίως ὑποστὰν ἔκ τε αἰτίας γεγονέναι κατὰ φύσιν· παντὶ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν καὶ πρός τι τέλος τὴν τάξιν τῆς ἑαυτοῦ γενέσεως ἀναφέρειν. θετέον οὖν τὸ κακὸν ἓν τούτων εἶναι οἷς τὸ εἶναι κατὰ συμβεβηκὸς καὶ δι' ἄλλο καὶ οὐκ ἐξ ἀρχῆς οἰκείας; --- ἄλλο <ἄρα> τὸ ἐφετὸν ἡμῖν καὶ ἄλλο τὸ γινόμενον καὶ οὗ ἡ τεῦξις. --- τὸ μὲν ὑφίστασθαι τῶν ἐξ ἀρχῆς εἰς τέλος πορευομένων ἦν, τὸ δὲ παρ- υφίστασθαι τῶν μήτε ἐκ τῆς ἀρχῆς κατὰ φύσιν ἐκφαινομένων μήτε εἰς ὡρισμένον τέλος τελευτώντων. αἱ δὲ τῶν κακῶν γενέσεις οὔτε προη- γουμένην ἔλαχον τὴν τοῦ ποιεῖν αὐτὰ λεγομένην αἰτίαν-οὔτε γὰρ <ἡ φύσις τοῦ παρὰ φύσιν οὔτε> ὁ λόγος τῶν παρὰ λόγον γινομένων αἴτιος-οὔτε ἀφικνοῦνται εἰς τέλος τὸ οὗ ἕνεκεν πᾶν τὸ γινόμενον πέφυκε. παρυπόστασιν ἄρα τὴν τοιαύτην γένεσιν ῥητέον <ἀτελῆ καὶ> ἄσκοπον καὶ ἀναίτιόν πως οὖσαν καὶ ἀόριστον. οὔτε γὰρ τὸ αἴτιον <αὐτῆς ἕν, οὐθ' ὃ καὶ αἴτιόν ἐστι καθ' αὑτὸ καὶ κυρίως αἴτιον> εἰς τὸ κακὸν αὐτὸ <καὶ τὴν τοῦ κακοῦ φύσιν> βλέπων ποιεῖ, οὐθ' ὃ μήτε καθ' αὑτὸ μήτε κυρίως αἴτιον· πᾶν δὲ τοὐναντίον· ἀγαθοῦ γὰρ ἕνεκα πᾶν τὸ γινόμενον γίνεται, τὸ δὲ κακὸν ἔξωθεν καὶ ἐπεισοδιῶδες, ἀτευξία τοῦ προσήκοντος ἑκάστῳ τέλους. ἡ δὲ ἀτευξία διὰ τὴν τοῦ ποιοῦντος ἀσθέ- νειαν· τοῦτο δέ, ὅτι ἔλαχε φύσιν <τοιαύτην>, ἧς τὸ μὲν χεῖρον, τὸ δὲ κάλλιον, ---