1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

10

βοῶν τοῖς βαρβάροις· Πολλὴ μὲν ἡμῖν, ἄνδρες, ἐστὶν ἡ βία, πολὺς ταραγμὸς καὶ καταιγὶς καὶ πόνος, ἀλλ' ἔστιν ἡμῖν θᾶττον ἡ σωτηρία, μόνον θέλωμεν, χερσὶν ἐξευρημένη. βῶμεν πρὸς ἐχθρούς, μὴ φοβηθῶμεν ξίφη, στῶμεν κατ' αὐτῶν, μὴ πτοηθῶμεν δόρυ, καὶ πάντας εἰς θάλατταν ἐξωθηκότες, τρόπαιον ὧδε στήσομεν λαοκτόνον. καὶ πάντες εὐθὺς εἶπον ὥσπερ ἓν στόμα Θάνωμεν, εἰ δεῖ, σήμερον πατρῶν ἅμα, σὺ δὲ πρόθυμον, ὡς ἐνόν, πᾶσιν δίδου· σὺ γὰρ πατὴρ καὶ πύργος ἡμῶν ἐν μάχαις. τούτοις τὸ κοῦφον ἐμπτερωθὲν ἀπτέρως ὥρμησε φῦλον προσβαλεῖν σου τῷ στόλῳ, λαὸς πονηρός, δυσμενής, αἱμορρόφος, φῦλον πονηρὸν Ἰσμαὴλ δουλοσπόρου. τοιαῦτα μὲν πράττοντες ἦσαν ἐν ζάλῃ βίας τοσαύτης Κρῆτες οἱ πεφευγότες, οἱ πολλάκις μὲν εἰσδραμόντες εἰς μάχην καὶ πολλάκις πληγέντες ἐκ τοῦ σοῦ στόλου. Τί δαὶ τὸ σὸν στράτευμα; τοῖς θαλαττίοις οἱ μὲν τόποις ἔκειντοκαὶ γὰρ ἦν κρύος Βορρᾶ πνέοντος εἰσβολαῖς δυσπρακτίοις οἱ δὲ κρατοῦντες τῶν πυλῶν τὰς ἐξόδους τοὺς ἔνδον ἐξέπληττον ἐν παραστάσει. μαθὼν δὲ τὴν φάλαγγα τῶν ἐναντίων κοίλοις τόποις βαίνουσαν, ὡς δὲ θηρίον θυμοῦ πνέουσαν, ἀλλὰ καὶ δειλανδρίας, ἄρχων στρατηγὸς ἐν μάχῃ Νικηφόρος ἄπιστον εἶχε τοῦτο καὶ παραυτίκα τάττει τὸ τάγμα τῶν Θρᾳκησίων ὅλον μαθεῖν τὸ πρᾶγμα· καὶ γὰρ ἦν τοῦτο ξένον, ἐν τῇ τοσαύτῃ συμφορᾷ πλέκειν δόλους τοὺς ἐκκοπέντας ἑπτάκις τῷ σῷ στόλῳ. τούτοις στρατηγὸς ἦν ἀνὴρ ὁ τὸ ξίφος ποθῶν ὑπὲρ σοῦ καὶ προτείνων εἰς μάχην καὶ μὴ δεδοικὼς τὴν τομὴν τῶν φασγάνων, ὁ καὶ πρὶν εἰς ἄπληστον ἐμπεσὼν γένος θάρσει μεγίστῳ καὶ προθυμίᾳ ξένῃ καὶ δοὺς ἑαυτὸν εἰς σφαγὴν μονωτάτως καὶ τοὺς ἀνίππους συνταράξας βαρβάρους. ὅς, φεῦ, κρατηθεὶς τῇ τροπῇ Μακεδόνων καὶ πρὸς ξένην γῆν δέσμιος κατεσχέθη καὶ τοὺς ῥυποῦντας εἶχε πικροὺς δεσπότας. οὗτος σταλεὶς ἐκεῖθεν εἰς πρῶτον λόχον, ἔρωτι πληγῶν, καρδίας ὑπερζέσει, μέσον τὸ κοινὸν εὗρε βαρβάρων τέλος, ὡς φύλλα ῥίψας τῶν μελῶν τὴν τετράδα. ὡς γὰρ μέγιστος καὶ πολύχρονος λύκος ἔμπειρος ὢν ἅρπαξ τε καὶ ποιμνηλάτης, πεινῶν, ἑαυτὸν τῇ μονῇ τῶν ποιμνίων θάρσει προπέμπει καὶ καταξαίνει κύνας, ἕως κρατηθῇ καὶ σφαγῇ τοῖς ἀνδράσι, οἳ πολλάκις ἔβρυξαν εἰς αὐτὸν μέγα, οὕτως ἐκεῖνος ἐμπεσὼν στρατηγέτης Ῥώμης κραταιὸς καὶ μονωθεὶς εἰς μέσον, ἔδειξεν οἵους ἄνδρας ἡ Ῥώμη τρέφει. πολλῶν γὰρ αὐτὸν κυκλόθεν πεφραγμένων, πάντες τὸ κοινὸν ἐπτοοῦντο τοῦ τέλους· ὡς γὰρ κεραυνὸν εἶχε χερσὶ τὸ ξίφος κινῶν κατ' ἐχθρῶν καὶ καθαιμάττων φόνοις, ᾧ τοὺς μὲν ἐξέκοπτε τῶν ἐναντίων, ἄλλους κατηνάγκαζε φεύγειν ἐντρόμους, ἄλλους θεὸν κράζειν σε πείθων εἰς μάχην νεκροὺς ἐδείκνυ καὶ πεφυρμένους κόνει. ὅμως δὲ πληγεὶς καὶ πεσὼν ξένοις τόποις πολλοὺς προεξένησε τῷ στρατῷ πόνους. καὶ δὴ δραμόντες ἱππόται, πεζοδρόμοι κρημνοὺς ἐκείνους καὶ φαραγγώδεις τόπους πάντας καθεῖρξαν καὶ κατέκλεισαν μέσον καὶ βρῶσιν εἰργάσαντο Κρῆτας ὀρνέων. τοσοῦτον αὐτὸς εὐτύχησας ἐν μάχῃ, τοσοῦτον αὐτὸς ἐκράτησας βαρβάρων ἐκ τῆς ἄνω ῥοπῆς τε καὶ συνεργίας. Ἰδὼν δὲ τοῦτον καὶ φοβηθεὶς εὐθέως ὁ Καραμούντης ἐν χρόνοις ὁ δυσγέρων βάλλει τὸν ὄγκον τοῦ φρονήματος κάτω, φυγῇ δὲ χρᾶται πεζός, ἀλλὰ καὶ μόνος, ὀπῇ δὲ μικρᾷ προστρέχει πετροστέγῳ, κτᾶται δ' ἐκεῖθεν δυστυχῆ σωτηρίαν. Ἔδει, γέρον, θανεῖν σε πολλῶν πρὸ χρόνων ἤπερ κλονεῖσθαι καὶ παρεισδύνειν πέτραις, ὥσπερ λαγωὸς ἐκφυγὼν κυνηγέτας. Ἐκεῖ καθεσθεὶς μέχρι δυσμῶν ἡλίου ἔρραινε τὸ πρόσωπον ἐκ τῶν δακρύων, κλαίων τὸ πικρὸν τραῦμα τῆς δυσβουλίας, βάλλων ἑαυτὸν δυσπαλαίστοις φροντίσι. πρώτης δὲ νυκτὸς ἐξαναστάς, τοῖς ἔσω ἤλαυνε κρημνοῖς τῶν ὀρῶν ἀγωνίᾳ γέρων ἀμηρᾶς, πεζός, ἀλλὰ τετράπους· βίαν γὰρ εἶχεν, ἥτις αὐτοῦ τὰς χέρας ἐπεκράτυνεν εἰς ποδῶν ὑπουργίαν. Ὁ σὸς δέ, παμμέγιστε Ῥωμανέ, στόλος τείχη στραφεὶς ἔπληττεν ἐν προθυμίᾳ, χαίρων κατασπῶν ταῦτα, ῥίπτων εἰς χθόνα.