βασιλεύουσαν καὶ ἐπὶ τοῦ οἰκουμενικοῦ πατριάρχου κριθῆναι πρὸς τοὺς Ἀντιοχείας, ἀπεναρκώθη τῷ φόβῳ, ὑφορώμενος τὰς τοῦ Κναφέως συσκευάς· Ἀνθέμιος δὲ ἦν ὁ θαυμάσιος ἀνήρ, ὡς τὰ μάλιστα ὀρθοδοξότατος καὶ βίῳ ἀκηλιδώτῳ λελαμπρυσμένος, ὀλιγοστὸς δὲ πρὸς διάλεξιν τῶν ἀντιδιατιθεμένων. Ἀμηχανοῦντι τοίνυν καὶ ἀδημονοῦντι περὶ τὴν ἀποδημίαν, νύκτωρ ἐφίσταταί τις αὐτῷ, καθεύδοντι ἐν ἰδιάζοντι τόπῳ, θεείκελον ἔχων τὸ πρόσωπον καὶ φωτὸς μαρμαρυγὰς ἀπαστράπτων, στολὴν ἐκ φωτὸς ἱεροπρεπῶς ἀναβεβλημένος, καὶ φησὶ πρὸς αὐτόν· "Τί οὕτω λελύπησαι, ἐπίσκοπε, καὶ τίς ἡ περὶ σὲ αὕτη ῥαθυμία καὶ ἵνα τί συνέπεσέ σου τὸ πρόσωπον;Οὐδὲν πείσῃ δεινὸν ὑπὸ τῶν ἀντιδίκων." Καὶ ταῦτα εἰπών, ἀπέστη ἀπ' αὐτοῦ. Ἔξυπνος δὲ γενόμενος ὁ ἐπίσκοπος μετὰ φόβου, ἔπεσεν ἐπὶ πρόσωπον μετὰ πολλῶν δακρύων καὶ ἐδέετο τοῦ θεοῦ, λέγων· "Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ θεοῦ τοῦ ζῶντος, εἰ φείδῃ σου τῆσδε τῆς ἐκκλησίας-οἶδα δὲ ὅτι φείδῃ-καὶ εἰ παρὰ σοῦ γέγονεν ἡ ὀπτασία αὕτη, καταξίωσον δευτερῶσαί μοι καὶ τρισσῶσαι τὴν ὅρασιν, ἵνα πληροφορηθῶ ὅτι σὺ μετ' ἐμοῦ εἶ." .
Τότε σπουδαιοτέρως ἐκέχρητο τῇ προσευχῇ, μηδενὶ συντυγχάνων. Τῇ δὲ ἐπιούσῃ νυκτὶ πάλιν ἐφίσταται αὐτῷ ὁ αὐτὸς ἀνὴρ ἐν τῇ αὐτῇ ἰδέᾳ καὶ ἐν τῷ αὐτῷ σχήματι, λέγων πρὸς αὐτόν· "Εἶπον σοι ἤδη ὅτι οὐδὲν τῶν ἀπειλουμένων σοι συμβήσεται· βαῖνε τοίνυν προθύμως ἐπὶ τὴν βασιλίδα, μηδὲν ὑφορώ μενος." Καὶ ταῦτα εἰπών, ἀνεχώρησεν. Ἀναστὰς δὲ ὁ ἐπίσκοπος, ηὐχαρίστησε πάλιν τῷ κυρίῳ, μηδὲν λαλήσας μηδενί. Ἐξεδέχετο δὲ καὶ τὴν τρίτην ὅρασιν, καὶ τῇ ἐπερχομένῃ νυκτὶ ἐπέστη αὐτῷ ὁ αὐτὸς ἀνήρ, ἐμβρι θέστερον λέγων πρὸς αὐτόν· "Ἕως τίνος οὐ πιστεύεις τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται ἐν ταύταις ταῖς ἡμέραις; Βάδιζε προθύμως ἐπὶ τὴν βασιλίδα καὶ μετὰ δόξης ὑποστρέφεις εἰς τὸν θρόνον σου· οὐδὲν πείσῃ δεινὸν ὑπὸ τῶν ἐναντίων, θεοῦ ὑπερασπίζοντός σου δι' ἐμοῦ, τοῦ δούλου αὐτοῦ." Ἀπεκρίθη ὁ ἐπίσκοπος, τοῦ στόματος αὐτοῦ ἀνεῳχθέντος· "Σὺ γὰρ τίς εἶ, κύριέ μου, ὁ ταῦτα λαλῶν παρ' ἐμοί;" Ὁ δέ· "Ἐγὼ εἰμί" φησι "Βαρνάβας ὁ μαθητὴς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ἀφορισθεὶς ὑπὸ τοῦ ἁγίου Πνεύματος εἰς ἀποστολὴν ἐθνῶν μετὰ Παύλου τοῦ ἀποστόλου, τοῦ σκεύους τῆς ἐκλογῆς· καὶ τοῦτο σοι ἐστὶ τὸ σημεῖον· πορεύου" φησὶν "ἔξω τῆς πόλεως κατὰ δυσμὰς ἀπὸ σταδίων πέντε εἰς τὸν τόπον τὸν λεγόμενον τῆς ὑγείας δι' ἐμοῦ γὰρ ἐνεργεῖ ὁ θεὸς τὰ θαύματα ἐν τῷ τόπῳ ἐκείνῳ-, καὶ ὄρυξον ἐπὶ τὴν κερατέαν καὶ εὑρήσεις σπήλαιον καὶ λάρνακα ἐν αὐτῷ· ἐκεῖ μου τὸ πᾶν σῶμα ἀπόκειται καὶ εὐαγγέλιον ἰδιόχειρον, ὃ ἐξέλαβον ἀπὸ Ματθαίου τοῦ ἁγίου ἀποστόλου καὶ εὐαγγελιστοῦ. Καὶ ἐπειδὴ οἱ ἀντίδικοί σου δικαιολογοῦσιν, ἄνω καὶ κάτω λέγοντες ὅτι ἀποστολικός ἐστιν ὁ θρόνος Ἀντιοχείας, ἀντιδικαιολόγησαι καὶ σὺ πρὸς αὐτοὺς ὅτι καὶ ὁ ἐμὸς θρόνος ἀποστολικός ἐστι καὶ ἀπόστολον ἔχω ἐν τῇ πατρίδι μου."
Ταῦτα εἰπών, ἀπῆλθε· καὶ ἀναστὰς ὁ ἐπίσκοπος καὶ προσκυνήσας τῷ κυρίῳ, συνήγαγεν ἅπαντα τὸν ἱερὸν κλῆρον καὶ τὸν φιλόχριστον λαόν, καὶ ἐξῆλθε μετὰ σταυροφανείας εἰς τὸν τόπον τὸν δειχθέντα αὐτῷ μετὰ πολλῆς παρασκευῆς· καὶ ποιήσας εὐχήν, ἐκέλευσεν ὀρυγῆ ναι τὸν τόπον· καὶ μικρὸν ὀρύξαντες, εὗρον σπήλαιον, πεφραγμένον ἐν λίθοις, καὶ τούτους ἀποκυλίσαντες, εὗρον τὴν σορόν, καὶ ταύτην ἀποσκεπάσαντες, εὗρον τὸ τίμιον λείψανον τοῦ ἁγίου καὶ ἐνδόξου ἀποστόλου Βαρνάβα, πνέον εὐωδίας χάριτος πνευματικῆς· εὗρον δὲ καὶ τὸ εὐαγγέλιον, ἐπὶ τὸ στῆθος αὐτοῦ κείμενον· καὶ σφρα γίσαντες τὴν σορὸν μολίβδῳ καὶ ποιήσαντες εὐχὴν καὶ προσκυνήσαντες, ἀνεχώρησαν, τοῦ ἐπισκόπου προσκαταστήσαντος ἐν τῷ τόπῳ ἄνδρας εὐλαβεῖς ἑσπεριναῖς καὶ ἑωθιναῖς ὑμνῳδίαις τὸν θεὸν δοξολογεῖν.Αὐτὸς δὲ παραλαβὼν τῶν ἐπισκόπων τοὺς ἐπισήμους, ὥρμησεν ἐπὶ τὴν βασιλίδα καὶ κατήχθη ἐν τῷ ἐπι σκοπείῳ· ἐμηνύθη δὲ τῷ βασιλεῖ ἡ παρουσία
11