De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
ἔνθα καθ' ἱππικὸν ἔθος ἐστὶν προσκυνεῖν τοὺς συγκλητικοὺς, ἐφόρεσεν στιχάριν διβητήσιν αὐρόκλαβον καὶ ζωνάριν καὶ τουβία καὶ καμπάγια βασιλικὰ, καὶ εἰσῆλθεν εἰς τὸ κάθισμα γυμνός· τὰ δὲ στρατεύματα κάτω ἵσταντο ἐν τῷ στάματι, καὶ τὰς ἄστας καὶ τὰ σίγνα ἐπὶ τοῦ ἐδάφους εἶχον κεκλιμένα. ὁ δὲ δῆμος ἵστατο ἐν τοῖς βάθροις καὶ εὐφήμει. ἐσηκώθη οὖν ἐπάνω τοῦ σκουταρίου ἱστάμενος, καὶ ἀνελθὼν τῶν λαγκιαρίων καμπιδούκτωρ τὸ ἴδιον μανιάκιν ἐπέθηκεν εἰς τὴν κεφαλὴν αὐτοῦ. καὶ εὐθέως τὰ σίγνα ὀρθώθη, καὶ εὐφημήθη παρὰ τῶν στρατιωτῶν καὶ τῶν δημοτῶν. καὶ μετὰ τοῦτο κατῆλθεν ἐκ τοῦ σκουταρίου, καὶ εἰσῆλθεν πάλιν ἐν τῷ τρικλίνῳ, ἔνθα ἐφόρεσεν τὰ βασιλικὰ καὶ ἐκεῖ ὁ ἐπίσκοπος ἐποίησεν εὐχὴν, καὶ τὸ "Κύριε, ἐλέησον" ἐλέχθη, καὶ περιέθηκεν αὐτῷ τὴν χλαμύδα τὴν βασιλικὴν, καὶ τὸν στέφανον τὸν διάλιθον, καὶ ὑποστρέψας αὖθις ἀνῆλθεν ἐν τῷ καθίσματι, καὶ ἠσπάσατο τὸν δῆμον, καὶ ἔκραξαν πάντες "αυξυστε, σεβαστέ." καὶ προσεφώνησε τοῖς στρατιώταις καὶ τῷ δήμῳ. ἐπεδόθη γὰρ αὐτῷ λιβελλάριν, καὶ αὐτὸς ἐπιδέδωκεν τῷ λιβελλησίῳ, καὶ ἐκεῖνος ἑστὼς ἐν τῷ τριβουναλίῳ προσεφώνησεν αὐτοῖς, καὶ ὑπέσχετο διδόναι αὐγουστιάτικα ἀνὰ νομισμάτων εʹ καὶ λίτραν ἀργύρου. ἔχει δὲ καὶ ἡ προσφώνησις οὕτως. αὐτοκράτωρ Καῖσαρ αὔγουστος· "δῆλόν ἐστιν 424 τὸ ἀνθρώπινον κράτος τῆς ἀνωτάτω δόξης τῷ νεύματι ἀπαρτίζειν." παρὰ πάντων ἐβοήθη· "ἄφθονα τῇ οἰκουμένῃ· ὡς ἔζησας, οὕτως βασίλευσον· ἁγνοὺς ἄρχοντας τῇ οἰκουμένῃ" καὶ ἄλλα τοιαῦτα. αὐτοκράτωρ Καῖσαρ αὔγουστος· "ἐπειδὴ τοίνυν ἐμὲ, εἰ καὶ ἄκοντα καὶ ἀναβαλλόμενον, ἡ γαλινωτάτη αὐγούστα Ἀριάδνη τῇ διακρίσει τῶν ὑπερφυεστάτων πρωτευόντων καὶ τῆς ἐνδοξοτάτης συγκλήτου ἡ ἐκλογὴ καὶ τῶν δυνατῶν στρατοπέδων, τοῦ τε καθοσιωμένου λαοῦ ἡ συναίνεσις πρὸς τὸ ἀναδέξασθαι τῆς βασιλείας τῶν Ῥωμαίων τὴν φροντίδα, προηγουμένως τῆς ἐπιεικείας τῆς θείας τριάδος, προεχώρησεν." ὑπὸ πάντων ἐκράγη· "Κύριε, ἐλέησον· υἱὲ Θεοῦ, σὺ αὐτὸν ἐλέησον. Ἀναστάσιε αὔγουστε, τούμβηκας· εὐσεβῆ βασιλέα ὁ Θεὸς φυλάξει· ὁ Θεός σε ἔδωκεν, ὁ Θεός σε φυλάξει" καὶ ἄλλα τοιαῦτα. αὐτοκράτωρ Καῖσαρ αὔγουστος· "ὁπόσον μοι βάρος ὑπὲρ τῆς κοινῆς πάντων σωτηρίας ἐπετέθη, οὐκ ἀγνοῶ." παρὰ πάντων ἐβοήθη· "ἄξιε τῆς βασιλείας, ἄξιε τῆς τριάδος, ἄξιε τῆς πόλεως. τοὺς δηλάτορας ἔξω βάλε" καὶ ἄλλα τοιαῦτα. αὐτοκράτωρ Καῖσαρ αὔγουστος· "ἀλλὰ τὸν Θεὸν τὸν παντοκράτορα δυσωπῶ, ὅπως, οἷόν με ἐν ταύτῃ τῇ κοινῇ ἐκλογῇ γενέσθαι ἠλπίσατε, τοιοῦτον τῇ τῶν πραγμάτων ἐργασίᾳ κατανοήσητε." παρὰ πάντων ἐκράγη· "εἰς ὃν πιστεύεις, αὐτός σε σώσει. ὡς ἔζησας, 425 οὕτω βασίλευσον. εὐσεβῶς ἔζησας, εὐσεβῶς βασίλευσον. Ἀριάδνη, σὺ νικᾷς· πολλὰ τὰ ἔτη τῆς αὐγούστης. τὸ ἐξέρκιτόν συ ἔγειρον, τὰς στρατείας συ ἔγειρον, τοὺς δούλους σου ἐλέησον. ὡς Μαρκιανὸς, οὕτως βασίλευσον" καὶ ἄλλα τοιαῦτα πολλά. αὐτοκράτωρ Καῖσαρ αὔγουστος· "ὑπὲρ τῆς ἑορτῆς τῆς εὐτυχοῦς ἡμῶν βασιλείας ἀνὰ εʹ νομισμάτων καὶ λίτραν ἀργύρου ὑμῖν καταβούκολον δώσω." παρὰ πάντων ἐβοήθη· "χριστιανὸν βασιλέα ὁ Θεὸς διαφυλάξει. αὗται κοιναὶ εὐχαί· αὗται αἱ εὐχαὶ τῆς οἰκουμένης· τὸν εὐσεβῆ, Κύριε, φύλαξον· ἅγιε Κύριε, ἔγειρον τὸν κόσμον σου. νικᾷ ἡ τύχη τῶν Ῥωμαίων· Ἀναστάσιε αὔγουστε, σὺ νικᾷ· Ἀριάδνη αὐγούστα, σὺ νικᾷς· ὁ Θεὸς ὑμᾶς δέδωκεν, ὁ Θεὸς ὑμᾶς φυλάξει." αὐτοκράτωρ αὔγουστος· "ὁ Θεὸς μεθ' ὑμῶν." καὶ μετὰ τὸ προσφωνηθῆναι αὐτοῖς κατῆλθεν δηριγευόμενος, καὶ ἀπῆλθεν εἰς τὴν ἐκκλησίαν, καὶ εἰσῆλθεν διὰ τοῦ νάρθηκος, τὸν στέφανον πρότερον ἀποθέμενος ἐν τῷ μουτατωρίῳ, καὶ λαβὼν αὐτὸν ὁ πραιπόσιτος ἐπέδωκεν αὐτῷ, καὶ ἀπέθετο αὐτὸν ἐν τῷ θυσιαστηρίῳ, καὶ προσήνεγκεν ὁ βασιλεὺς τὰ δῶρα, καὶ εἰσελθὼν εἰς τὸ μουτατώριον ἐφόρεσεν τὸν στέφανον, καὶ ὑπέστρεψεν, καὶ εἰσελθὼν ἐποίησεν τὴν προαγωγὴν τοῦ ὑπάρχου, καὶ ἔδωκεν μίσσας, καὶ ἔθρεψεν τοὺς ἄρχοντας.
ΚΕΦ. ϟγʹ. Ἀναγόρευσις βασιλέως Ἰουστίνου τοῦ τῆς θείας λήξεως.
Ἐν τῇ ἀναγορεύσει Ἰουστίνου τοῦ τῆς εὐσεβοῦς θείας λήξεως ἀταξία τις ἐγένετο, οἷα μηδὲ αὐγούστης οὔσης μηδὲ βασιλέως τοῦ χειροτονοῦντος, ἀλλὰ ἀπρονοήτων σχεδὸν ὄντων τῶν πραγμάτων. ἀποθανόντος γὰρ Ἀναστασίου τοῦ τῆς θείας λήξεως ἐν τῇ νυκτὶ, ἐδηλώθη παρὰ τῶν σιλεντιαρίων τῷ μαγίστρῳ καὶ τῷ κόμητι τῶν ἐξκουβιτόρων ἀπαντῆσαι εἰς τὸ