De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεός, ἵνα μὴ ἀποθάνωμεν," ἔφασκεν ὁ Ἰσραήλ· καὶ τοῦτο ἐζήτουν ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, ὅτε Θεὸς ἦν ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος Σινᾶ. Ἀλλ' ὡς ἄριστα τουτὶ λέγοντάς τε καὶ διεσκεμμένους ἀπεδέχετο μὲν ὁ ∆ημιουργός, προαναπλάττων δὲ ὥσπερ καὶ αὐτὴν ἡμῖν ἐν τύποις τὴν ἀλήθειαν, τὴν διὰ Χριστοῦ μεσιτείαν ὑπισχνεῖτο λέγων· "Ὀρθῶς πάντα ὅσα ἐλάλησαν. Προφήτην αὐτοῖς ἀναστήσω ἐκ μέσου τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ·" μεσίτην δηλονότι, καὶ τοὺς ἄνωθέν τε καὶ θείους διαπορθμεύοντα λόγους, καὶ κατασημαίνοντα τῷ λαῷ τὸ τῇ ἀφράστῳ τε καὶ ἀρρήτῳ φύσει δοκοῦν, ὃ καὶ ἀταλαίπωρον κομιδῇ καὶ δι' αὐτοῦ τοῦ Χριστοῦ τετελεσμένον ἰδεῖν. Ἀνεκεκράγει γὰρ ἐναργῶς ὅτι "Ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ' ὁ πέμψας με Πατήρ, αὐτός μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ τί λαλήσω." Καὶ πάλιν· "Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ οὐκ ἔστιν ἐμά, ἀλλὰ τοῦ πέμψαντός με." Γράφει δὲ καὶ ὁ σοφὸς Ἰωάννης περὶ αὐτοῦ· "Ὁ λαβὼν402 αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. Ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ." Ἆρ' οὖν, ὦ φιλότης, ἐπιψηφιεῖ τῷ λόγῳ τὸ ἀληθές, ἢ καταρνήσῃ τὸ συναινεῖν; {Β.} Οὐδαμῶς. {Α.} Οὐκοῦν ταυτὶ μὲν ἡμῖν Μωσέως εἰρήσθω πέρι. Βούλει τι καὶ ἕτερον ἐπὶ τούτῳ φῶμεν, τῆς τοῦ Υἱοῦ μεσιτείας ἀπορρήτως ἡμῖν ἀνατυποῦν τὸν τρόπον; ἢ τοῦτο μηθέντας, ἑτέραν ἡμᾶς οἴει χρῆναι διᾴττειν ὁδόν; {Β.} Ἀλλ', ὦ γενναῖε, τί δὴ παρέντες τὸ ἐν χερσί, καίτοι λίαν ἡμᾶς ὀνήσειν προσδοκώμενον, ἐφ' ἑτέραν ἴμεν τε καὶ διασπεύδομεν νοημάτων θήραν, ὅτε καὶ σχολαίως τοῦτο δρᾶν ἄμεινον ἔσται που, παραποδίζοντος οὐδενός; {Α.} Τετράψομαι τοίνυν ἐπὶ τὸ αὐτῷ σοὶ φίλον, καὶ δὴ καὶ ἐρῶ. Κορὲ γὰρ δή, ∆αθάν τε καὶ Ἀβειρὼν φυλῆς μὲν καὶ γένους ἐξέφυσαν τοῦ Λευί, ἐτετάχαντο δὲ οὐκ ἐν τοῖς ἱερᾶσθαι λαχοῦσιν, ἀλλ' ἐν τοῖς τὴν ὑπουργικὴν διαπε ραίνουσιν λειτουργίαν ἐν τῇ τοῦ μαρτυρίου σκηνῇ· Λευῖται δὲ οὗτοι, καὶ μέτριον ἦν τοῦτο αὐτοῖς. Εἶτα τῆς ἱερωσύνης τὴν δόξαν οὐκ ἐν καιρῷ διψήσαντες, καὶ μέτρον τιμῆς ἀσυνέτως οὐ προσιέμενοι τὸ παρὰ τοῦ Θεοῦ, αὐτόμολοι καὶ θρασεῖς ἐπὶ τὸ μέσον ᾔεσαν καὶ δὴ κατεξανιστᾶσι Μωσέως τε καὶ Ἀαρὼν τὴν συναγωγήν, πικροῖς δὲ τὸν προσηνῆ καταπαίοντες λόγοις, κατηρέθιζον ἤδη πως εἰς δυσθυμίας. ∆ίκας δὲ οὗτοι πραττόμενοι τοῦ τολμήματος παρὰ τοῦ τὰ δίκαια κρίνοντος, πανοικὶ διολώλασι. ∆ιοίξασα γὰρ ἡ γῆ τὸ στόμα αὐτῆς, κατέπιεν αὐτοὺς καὶ τὰ τέκνα αὐτῶν καὶ τὰ κτήνη αὐτῶν καὶ πάντα ὅσα ἦν αὐτοῖς. Ἐπειδὴ δὲ τοῖς ὁσίως κεκολασμένοις ἐκτόπως ἐπιστυγνά ζοντες, ἐχίων, οἶμαι, δίκην ἐπέθρωσκόν τε καὶ ἐπεφύοντο τοῖς ἀμφὶ Μωσέα τῶν ἰσοφρόνων τινές, ἡ θεία λοιπὸν εἰς ὀργὰς ἐκαλεῖτο φύσις. Γέγραπται δὲ οὕτως· "Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν λέγων· Ἐκχωρήσατε ἐκ μέσου τῆς συναγωγῆς ταύτης, καὶ ἐξαναλώσω αὐτοὺς εἰσάπαξ. Καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν. Καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· Λαβὲ τὸ πυρεῖον, καὶ ἐπίθες ἐπ' αὐτὸ πῦρ ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἐπίβαλε ἐπ' αὐτὸ θυμίαμα, καὶ ἀπένεγκε τὸ τάχος εἰς τὴν παρεμβολήν, καὶ ἐξίλασαι περὶ αὐτῶν. Ἐξῆλθε γὰρ ὀργὴ ἀπὸ προσώπου Κυρίου, καὶ ἦρκται θραύειν τὸν λαόν. Καὶ ἔλαβεν Ἀαρών, καθάπερ ἐλάλησεν αὐτῷ Μωσῆς, καὶ ἔδραμεν εἰς τὴν συναγωγήν. Καὶ ἤδη ἐνῆρκτο ἡ θραῦσις ἐν τῷ λαῷ· καὶ ἐπέβαλε τὸ θυμίαμα, καὶ ἐξιλάσατο περὶ τοῦ λαοῦ, καὶ 403 ἔστη ἀναμέσον τῶν τεθνηκότων καὶ τῶν ζώντων, καὶ ἐκόπασεν ἡ θραῦσις." Ἆρά σοι λοιπὸν τῆς τοῦ Υἱοῦ μεσιτείας τὸ χρῆμα καὶ μετὰ τοῦτο ἀσυμφανές, ὦ Ἑρμεία; {Β.} Ναί. ∆εῖν γὰρ ἔγωγέ φημι κατιδεῖν ἀστείως τὸ ἐκ τῆς ἱστορίας ὑποδηλούμενον. Οὐκοῦν διασάφει· σὺ γὰρ ἔσῃ δρᾶν καὶ τοῦτο πρέπων. {Α.} Οὐ γὰρ οἴει τὸν Ἀαρὼν εἰς εἰκόνα καὶ τύπον τῆς τοῦ Σωτῆρος ἡμῶν ἱερωσύνης τεθεῖσθαι τὸ ἐν ἀρχαῖς, τόν τε ποδήρη διεζωσμένον, καὶ τὴν καλουμένην ἐπωμίδα, καὶ τὸ πέταλον τὸ χρυσοῦν ἐπὶ μετώποις ἄκροις, καὶ τοὺς λίθους τῆς γλυφῆς, καὶ τὸ ἔτι τούτων εὐσυνοπτότερον, ἅπαξ τοῦ ἐνιαυτοῦ μόνον εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσελθεῖν ἐπιτετραμμένον, αἵματός τε οὐ δίχα τὴν ὑπὲρ παντὸς τοῦ λαοῦ πληροῦντα θυσίαν;