EΠIΣΤOΛAI ∆IAΦOΡOI

 δὲ τὸν Ἰησοῦν οὐκ ἀνθρωπικῶς ἀφορίζομεν· οὐδὲ γὰρ ἄνθρωπος μόνον -οὐδὲ ὑπερούσιος, εἰ ἄνθρωπος μόνον-, ἀλλ' ἄνθρωπος ἀληθῶς ὁ διαφερόντως φιλάνθρωπος,

 Ἐγὼ μὲν οὐκ οἶδα πρὸς Ἕλληνας ἢ πρὸς ἑτέρους εἰπών, ἀρκεῖν οἰόμενος ἀγαθοῖς ἀνδράσιν, εἰ τὸ ἀληθὲς αὐτὸ ἐφ' ἑαυτοῦ δυνήσοιντο καὶ γνῶναι καὶ εἰπεῖν, ᾗ

 βευθέντα. Φ»σει δὲ πάντως Ἀπολλοφάνης οὐκ εἶναι ταῦτα ἀληθῆ. Μάλιστα μὲν οὖν τοῦτο ταῖς Περσῶν ἱερατικαῖς ἐμφέρεται φήμαις, καὶ εἰσέτι μάγοι τὰ μνημόσ

 «ἄνδρα κατὰ τὴν καρδίαν μου». Καίτοι καὶ θεσμὸς ἀγαθὸς ἐδεδώρητο καὶ ὑποζυγίων ἐχθροῦ προνοεῖν. Καὶ Ἰὼβ ὡς ἀκακίας ἐχόμενος ἐδικαιοῦτο, καὶ Ἰωσὴφ τοὺς

 γὰρ «ἐφ' ἑαυτὸν» ὁ θεὸς «ἐμερίσθη· πῶς» γὰρ «σταθήσεται ἡ βασιλεία αὐτοῦ » Καὶ εἰ «τοῦ θεοῦ ἐστιν», ὡς τὰ λόγιά φησιν, «ἡ κρίσις», οἱ δὲ ἱερεῖς ἄγγελο

 καὶ βαθύτερα ἐννοεῖν, διανοεῖσθαι δὲ μόνα τὰ κατ' ἀξίαν αὐτῷ προστε ταγμένα. Τί οὖν, φῄς, οὐ χρὴ τοὺς ἱερέας ἀσεβοῦντας ἢ ἄλλο τι τῶν ἀτόπων ἐξελεγχομ

 Aὐτὸς μὲν οὖν ἐπιθυμίᾳ καὶ θυμῷ καὶ λόγῳ τὰ κατ' ἀξίαν ἀφόριζε, σοὶ δὲ οἱ θεῖοι λειτουργοὶ καὶ τούτοις οἱ ἱερεῖς, ἱεράρχαι δὲ τοῖς ἱερεῦσι καὶ τοῖς ἱε

 -τοῦτο δὴ τὸ πολλῆς φρίκης ἄξιον-, ὃν ὁ Χριστός, ἀγαθὸς ὤν, ἐπὶ τὰ ὄρη πλανώμενον ἐπιζητεῖ καὶ ἀποφεύγοντα προσκαλεῖται καὶ εὑρεθέντα μόλις ἐπὶ τῶν ὤμ

 ἑστηκέναι τοῦ χάσματος ὑποτρόμους, ἐλεεινούς, ὅσον οὔπω καταφερο μένους ὑπὸ τῆς τῶν οἰκείων ποδῶν ἀστασίας. Κάτωθεν δὲ ἀπὸ τοῦ χάσματος ὄφεις ἀνέρπειν

 διαπλαττούσης καὶ δένδρα τινὰ καὶ βλαστοὺς καὶ ἄνθη καὶ ·ίζας προ βαλλομένης ἢ πηγὰς ὑδάτων ἀναβλυζούσας ἢ ἀπαυγασμάτων προαγω γικὰς φωτογονίας ἢ ἄλλα

 τῶν τυπωτικῶν συμβόλων ἀναπλασμοῖς, ὡς συγγενῆ τὰ τοιαῦτα πέφυκε παραπετάσματα καὶ δηλοῦσιν, ὅσοι καὶ προκαλυμμάτων ἐκτὸς θεολογίας σαφοῦς ἀκηκοότες ἐ

 καὶ ἐν αὐτῷ καὶ τὰς στερεὰς τροφὰς καὶ τὰ πόματα καὶ τὸν κρατῆρα προτιθεμένη, ὡς εἶναι τοῖς τὰ θεῖα θεοπρεπῶς συμβάλλουσι δῆλον, ὅτι καὶ πρόνοια παντε

 ἀγαθῶν ἀποπεπλησμένα. Καὶ τὴν ἀνάκλισιν ἀνάπαυλαν οἰόμεθα τῶν πολλῶν πόνων καὶ ζωὴν ἀπήμονα καὶ πολιτείαν ἔνθεον ἐν φωτὶ καὶ χώρᾳ ζώντων, ἁπάσης εὐπαθ

 ἐφελκύσασθαι καὶ μεταλαβεῖν τοῦ φωτός. Ἡμᾶς δὲ οὐδὲ τοὐναντίον ἀποστερήσει τῆς Ἰωάννου παμφαοῦς ἀκτῖνος, νῦν μὲν ἐντευξομένους τῇ μνήμῃ καὶ ἀνανεώσει

διαπλαττούσης καὶ δένδρα τινὰ καὶ βλαστοὺς καὶ ἄνθη καὶ ·ίζας προ βαλλομένης ἢ πηγὰς ὑδάτων ἀναβλυζούσας ἢ ἀπαυγασμάτων προαγω γικὰς φωτογονίας ἢ ἄλλας τινὰς ὑπερουσίων θεολογιῶν ἐκφαντορικὰς ἱερογραφίας· ἐπὶ δὲ τῶν νοητῶν τοῦ θεοῦ προνοιῶν ἢ δωρεῶν ἢ ἐκφάν σεων ἢ δυνάμεων ἢ ἰδιοτήτων ἢ λήξεων ἢ μονῶν ἢ προόδων ἢ διακρί σεων ἢ ἑνώσεων ἀνδροπλαστίαν τῷ θεῷ καὶ θηρίων καὶ ζῴων ἄλλων καὶ φυτῶν καὶ λίθων ποικιλομορφίαν περιπλαττούσης καὶ κόσμους αὐτῷ γυναικείους ἢ βαρβαρικὰς ὁπλοποιίας περιτιθείσης καὶ κεραμίαν καὶ χωνευτήριον, ὡς ἂν βαναύσῳ τινί, προτιθείσης καὶ ἵππους αὐτῷ καὶ ἅρματα καὶ θρόνους ὑποστρωννύσης καὶ δαῖτάς τινας ὀψοποιικὰς ἐπι σκευαζούσης καὶ πεπωκότα καὶ μεθύοντα καὶ ὑπνώττοντα καὶ κραι παλῶντα διαπλαττούσης. Τί ἄν τις εἴποι τὰς ὀργάς, τὰς λύπας, τοὺς παντοδαποὺς ὅρκους, τὰς μεταμελείας, τὰς ἀράς, τὰς μήνιδας, τὰ πολυειδῆ καὶ λοξὰ τῆς ἁμαρτίας τῶν ἐπαγγελιῶν σοφίσματα· τὴν ἐν τῇ Γενέσει γιγαντομαχίαν, καθ' ἣν ἐπιβουλεύειν ἐκ φόβου λέγεται τοῖς δυνατοῖς ἐκείνοις ἀνδράσι, καὶ ταῦτα τὴν οἰκοδομὴν οὐκ ἐπ' ἀδικίᾳ τινῶν ἑτέρων, ἀλλ' ὑπὲρ σωτηρίας τῆς ἑαυτῶν μεμηχανημένοις· καὶ τὸ συμβούλιον ἐκεῖνο τὸ κατ' οὐρανὸν ἐπὶ δόλῳ καὶ ἀπάτῃ τοῦ Ἀχαὰβ σκευαζόμενον· καὶ τὰς τῶν σμάτων προσ ύλους καὶ ἑταιρικὰς πολυπαθείας, καὶ ὅσα ἄλλα τῆς πάντα τολμώσης ἐστὶ θεοπλαστίας ἱερὰ συνθήματα φαινόμενα τῶν κρυφίων προβεβλημένα καὶ πεπληθυσμένα καὶ μεριστὰ τῶν ἑνιαίων καὶ ἀμερίστων καὶ τυπωτικὰ καὶ πολύμορφα τῶν ἀμορφώτων καὶ ἀτυπώτων· ὧν εἴ τις ἰδεῖν δυνηθείη τὴν ἐντὸς ἀποκεκρυμμένην εὐπρέπειαν, εὑρήσει μυστικὰ καὶ θεοειδῆ πάντα καὶ πολλοῦ τοῦ θεολογικοῦ φωτὸς ἀναπεπλησμένα. Μὴ γὰρ οἰώμεθα τὰ φαινόμενα τῶν συνθημάτων ὑπὲρ ἑαυτῶν ἀνα πεπλάσθαι, προβεβλῆσθαι δὲ τῆς ἀποῤῥήτου καὶ ἀθεάτου τοῖς πολλοῖς ἐπιστήμης, ὡς μὴ τοῖς βεβήλοις εὐχείρωτα εἶναι τὰ πανίερα· μόνοις δὲ ἀνακαλύπτεσθαι τοῖς τῆς θεότητος γνησίοις ἐρασταῖς, ὡς πᾶσαν τὴν παιδαριώδη φαντασίαν ἐπὶ τῶν ἱερῶν συμβόλων ἀποσκευαζομένοις καὶ ἱκανοῖς διαβαίνειν ἁπλότητι νοῦ καὶ θεωρητικῆς δυνάμεως ἐπιτηδειότητι πρὸς τὴν ἁπλῆν καὶ ὑπερφυῆ καὶ ὑπεριδρυμένην τῶν συμβόλων ἀλήθειαν. Ἄλλως τε καὶ τοῦτο ἐννοῆσαι χρή, τὸ διττὴν εἶναι τὴν τῶν θεολόγων παράδοσιν, τὴν μὲν ἀπόρρητον καὶ μυστικήν, τὴν δὲ ἐμφανῆ καὶ γνωριμωτέραν, καὶ τὴν μὲν συμβολικὴν καὶ τελεστικήν, τὴν δὲ φιλόσοφον καὶ ἀποδεικτικήν· καὶ συμπέπλεκται τῷ ·ητῷ τὸ ἄρρητον. Καὶ τὸ μὲν πείθει καὶ καταδεῖται τῶν λεγομένων τὴν ἀλήθειαν, τὸ δὲ δρᾷ καὶ ἐνιδρύει τῷ θεῷ ταῖς ἀδιδάκτοις μυσταγωγίαις. Καὶ μὴν οὐδὲ κατὰ τὰς τῶν ἁγιωτάτων μυστηρίων τελετὰς οἱ τῆς καθ' ἡμᾶς ἢ τῆς νομικῆς παραδόσεως ἱερομύσται τῶν θεοπρεπῶν ἀπέσχοντο συμβόλων· ἀλλὰ καὶ τοὺς πανιερωτάτους ἀγγέλους δι' αἰνιγμάτων τὰ θεῖα μυστικῶς προάγοντας ὁρῶμεν καὶ αὐτὸν Ἰησοῦν ἐν παραβολαῖς θεολογοῦντα καὶ τὰ θεουργὰ μυστήρια παραδιδόντα διὰ τυπικῆς τρα πεζώσεως. Καὶ γὰρ ἦν εἰκὸς οὐ μόνον ἄχραντα τοῖς πολλοῖς ἀποσεσῶσθαι τὰ ἅγια τῶν ἁγίων, ἀλλὰ καὶ αὐτὸ τὴν ἀνθρωπίνην ζωὴν ἀμέριστον ἅμα καὶ μεριστὴν ὑπάρχουσαν οἰκείως ἑαυτῇ τὰς θείας ἐλλάμπεσθαι γνώσεις καὶ τὸ μὲν ἀπαθὲς τῆς ψυχῆς εἰς τὰ ἁπλᾶ καὶ ἐνδότατα τῶν θεοειδῶν ἀγαλμάτων ἀφορίσαι θεάματα, τὸ δὲ παθητικὸν αὐτῆς συμφυῶς θεραπεύειν ἅμα καὶ ἀνατείνειν ἐπὶ τὰ θειότατα τοῖς προμεμηχανημένοις