11
ἀλλά, περὶ τῆς ἀρχῆς ἐρωτηθέντα, ἁπλοϊκῶς φάναι λέγεται ὡς, εἰ κεχρεώστηταί τῳ πρὸς Θεοῦ τὸ ἄρξαι, ἀνυπαίτιος ὁ καλούμενος· οὗ δὴ χάριν καὶ νεμεσηθεὶς οἷον παρὰ τοῦ κρατοῦντος, εἰ τοιοῦτος ὢν τοιούτοις μετεωρίζει τὸν νοῦν, τῇ φυλακῇ δίδοται δέσμιος. Τότε τοίνυν μαθὼν καὶ ὡς εἰκὸς δείσας, εἰ μένων μὲν κινδυνεύοι, δεινὸν ἡγεῖτο καὶ λίαν ἐλεεινόν, τὸ δ' αὐτομολεῖν αὖθις πρὸς ἀλλοτρίους σωτήριον μέν, ἀλλ' ἐπίμωμον ἔκρινε. Τέως δὲ δυοῖν νομιζομένοιν κακοῖν, τοῦ φόβου προστεθέντος, αἱρεῖται τοὔλαττον. Καὶ δὴ ἐκ πολλῶν, ὡς εἶχε, προμηθευ σάμενος τὸ ἀφώρατον, παραλαβὼν καί τινας τῶν οἰκείων καὶ τὸν ποταμὸν περαιωθεὶς Σάγγαριν, τὴν εὐθὺ Περσίδος ἀνὰ κράτος ἵεται καὶ τῷ σουλτὰν 45 προσχωρεῖ. Ὁ δ' ἀσμένως δέχεται τοῦτον καὶ τιμᾷ τοῖς προσήκουσι. Τέως δέ γε κἀν τῇ ἀλλοδαπῇ σημαίαις βασιλικαῖς παραταξάμενος σὺν ἐκείνοις, κατὰ τῶν ἐχθρῶν τοῦ σουλτὰν ἀριστεύει, τὸν βασιλέα, εἴ που ἀκούσοι, ἐντεῦθεν ἐκμειλισσόμενος. Εἶτα μεταμεληθεὶς οἷον καὶ παλινδρομεῖν προαιρούμενος, τῷ τηνικάδε Ἰκονίου προσέρχεται καί οἱ μεσίτῃ χρᾶται πρὸς βασιλέα, εἴ πως, τὰ πιστὰ γράμμασι δόντος ἐκείνου ἦ μὴν τὴν ὀργὴν καθαρῶς ἀνασχεῖν, αὐτῷ καὶ πάλιν ἐπανελθεῖν γένοιτο. Τοῦ δ' ἱεράρχου γράμμασι σχεδιάσαντος τὴν πρεσβείαν, ὁ κρατῶν κατένευσε τὴν συμπάθειαν, καὶ βασιλικαῖς συλλαβαῖς ἐπ' ἀσφαλείᾳ τοῦ μή τι παθεῖν ἀνήκεστον ἐξ ὀργῆς ἐπάνεισιν· ὁ δὲ καὶ δέχεται τοῦτον πρόφρων ταπεινωθέντα καὶ ἀγκαλίζεται προσιόντα καὶ ὁμολογοῦντα ὡς ἑαυτῷ σύνοιδε πταίσας ἀσύγγνω στα συμπαθεῖ, καὶ ἐπὶ τῆς προτέρας ἔχων τιμῆς.
ιʹ. Ὅπως ἐπανελθὼν ὁ Παλαιολόγος καὶ δεχθεὶς στέλλεται στρατηγὸς ἐν τοῖς κατὰ τὴν δύσιν. Ἐπεὶ καὶ τῆς κατὰ δύσιν Ἐπιδάμνου κατειλημμένης πρὸς τῶν ἡμετέρων, ἠγγέλλετο τὸ συμβάν, καὶ τοῖς ἐκεῖσε ἔδει μὲν ἀρχιερέως, ἔδει δ' ἡγεμόνος καὶ στρατιώτιδος τάξεως, ἀρχιερέως ἐπικηρυχθέντος τοῦ Χαλκούτζη, ὃς καὶ τὴν τοῦ μεγάλου σκευοφύλακος ἐπὶ τῆς μεγάλης ἐκκλησίας εἶχε τιμήν, τούτῳ συνεκπέμπει κἀκεῖνον ἡγεμονεύσοντα τῶν ἐκεῖ, προστάξας συμπράτ τειν τὸ δόξαν καὶ ἄλλοις μὲν ἀρχηγοῖς τοῖς ἐκεῖ, μάλιστα δέ γε τῷ ἱερεῖ. Ὡς γοῦν Θετταλίας διὰ ταχέων ἐπέβησαν καὶ ἤδη πρὸς τῷ περαιοῦσθαι τὸν ποταμὸν Βαρδάριον ἦσαν, περαιοῦται μὲν ὁ ἡγεμὼν σὺν ταῖς τάξεσι πρότερον, 47 εὑρίσκει δὲ τὰ τῇδε συγκεχυμένα καὶ πρὸς ἀπιστίαν κλίναντα, ὅτε καὶ ὁ τοῦ δεσπότου Μιχαὴλ ἐκ νοθείας σκότιος παῖς Μανουήλ, τυχὼν ἐκεῖσε σὺν ἱκανῷ στρατεύματι καὶ συμπλακεὶς τῷ πολέμῳ, τὰ πρῶτα μέν, ὁμόσε χωρήσας τῷ ἡγεμόνι, τῷ κοντῷ συνωθεῖ καὶ ῥιπτεῖ, ἔπειτα δέ, συστάντος καὶ ἐπικαθεσθέντος τῷ ἵππῳ, παρ' ἐκείνου καιρίαν βάλλεται, μὴ λαβὼν ἴσην.
ιαʹ. Ὅπως ἀποστέλλεται Χαδηνὸς ἀναγαγεῖν αὐτὸν σιδηρόδετον. Ἀλλὰ τοῦ ∆υρραχίου πρὸς Θεσσαλονίκην ὑποστραφέντος διὰ τὴν σύγχυσιν κἀκείνου ὡς εἰκὸς διαπονουμένου, ἐφ' ᾧ συσταλείη τὸ ἀνθιστάμενον, φήμη προτρέχει τὸν τῶν βασιλικῶν ἵππων κόμητα Χαδηνὸν ὅσον οὐκ ἤδη καταλαμβάνειν Θεσσαλονίκην ἀγγέλλουσα, οὐκ ἄλλου χάριν ἢ τοῦ τὸν Παλαιολόγον καθέξοντα ὡς βασιλέα δέσμιον ἐνεγκεῖν· καὶ ὅςἔφθασε γὰρ διατρίβων ἐν Θεσσαλονίκῃ τῷ τηνικάδε, ἀκούσας τὸ φημιζόμενον, δεινὰ ἐποίει καὶ στρέφων ἦν ἐπὶ λογισμῶν τί ποτε ἄρα τῷ βασιλεῖ δόξαν, ὡς ἑαυτὸν οὐχ ὡς ἔπεμψεν ἐπανάγει, ἀλλὰ τιμῇ προπέμψας ἐπανελθεῖν ἀναγκά ζειν θέλει μετ' ἀτιμίας καί, ὃν συμπαθείας ἠξίου διὰ γραμμάτων καὶ οὕτω καθαρῶς ἀμνημονεῖν ἐῴκει τῶν πεπραγμένων, ὡς καὶ ἡγεμονίας ἀξιοῦν μεγίστης, τοῦτον, τὰς συνθήκας ἀναλαμβάνων, ὡς ἐφ' ὁμολογουμέναις καθοσιώσεσι κατακρίνει. Ὅμως οὐκ ἔχων ὅποι τῶν λογισμῶν καὶ τῶν ὁδῶν τράποιτο, ἐπὶ Θεὸν καταφεύγειν ἔγνω· κοινοῦταί τε τῷ ∆υρραχίου τὰ κατὰ γνώμην καί οἱ τῆς πρὸς τὸ θεῖον ἱκετείας συνάρασθαι δέεται. Εὐθὺς τοίνυνἐδόκει γὰρ αὐτόθεν καὶ τὸ πρᾶγμα θεοφιλέςἐπὶ τῆς τοῦ Ἀκαπνίου μονῆς ὑμνολογεῖται παράκλησις νυκτὸς ἀφ' ἑσπέρας,