Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
Μιχαὴλ τὸν βασι λέα καὶ ἀδελφὸν ζητῶν ἔτυχε παριέναι τὴν τῆς ἑταιρίδος οἰκίαν, ὃν οἱ τοῦ ἀδελφοῦ σκοποὶ θεασάμενοι καὶ διὰ τὸ σκότος μὴ γνόντες τὶς ἦν, ἀλλ' ὑποτοπήσαντές τινα τῶν ἐρωμένων τῆς γυναικὸς εἶναι, βέλη συνεχῶς κατ' αὐτοῦ ῥίπτουσι, καὶ πλήξαντες αὐτόν, ἀπέθανε. Μαθὼν δὲ τοῦτο ἐν τῇ Θεσσαλονίκῃ ὁ Μιχαὴλ βασιλεύς, ὁ πατὴρ αὐτοῦ, 178 ἐκ τῆς χολῆς καὶ τῆς πολλῆς λύπης ἀσθενίᾳ βαρυτάτῃ περιπεσὼν ἐξ ἀνθρώπων ἐγε γόνει. Ὡς δὲ αἱ ἡμέραι τοῦ πένθους ἐπαρῆλθον, ὁ πάππος καὶ βασιλεὺς τὸν βασιλέα Ἀνδρόνικον προσκαλεσάμενος μετὰ κλαυθμοῦ νουθετῶν αὐτὸν καὶ ὀνειδίσας, ὡς ἔθος τοῖς πατράσι ποιεῖν πρὸς τοὺς φιλτάτους, οὗτος μὲν κατηφὴς γενόμενος οὐδὲν ἀπεκρίνατο, ἀλλὰ θυμῷ ληφθεὶς καὶ φοβήθεις, ἵνα μὴ διὰ τὸν θάνατον τοῦ ἀδελφοῦ καὶ τὰς ἑτέρας τῆς νεότητος ἀκαταστασίας, ἃς ἐποίει, τῆς βασιλείας γυμνώσῃ αὐτὸν ὁ πάππος καὶ τῷ θείῳ Κωνσταντίνῳ δώσῃ, μετὰ τίνων συνηλικιωτῶν καὶ συνωμοτῶν φυ γόντες ἐν τῷ ∆ιδυμοτείχῳ ἀπῆλθον· καὶ στρατὸν συναθροίσαντες εἰς μάχην ἐξῆλθον κατὰ βασιλέως καὶ πάππου αὐτοῦ. Καὶ πολλῶν πολέμων ἐμφυλίων γεγονότων καὶ φό νων καὶ πάλιν εἰς συνηβάσεις ἦλθον· καὶ μετ' ὀλίγον διὰ μικρῆς αἰτίας αὖθις τὰς συ νηβάσεις καὶ συνθήκας ἠθέτουν· καὶ ἦν τὰ σκάνδαλα πλεῖστα καὶ πολλά.
VI. Κατ' ἐκεῖνον τὸν καιρὸν ὁ τοῦ βασιλέως υἱὸς Θεόδωρος ὁ μαρκίων, ὁ πρὸ ἐτῶν συχνῶν εἰς τὴν μητέρος πατρίδα πεμφθείς, ὡς εἰρήκαμεν, καὶ μετὰ τὸν τούτης θά νατον ἐπανῆκε πρὸς τὸν πατέρα, παῖδας καὶ γυναῖκα ἐκεῖσε καταλιπών. Ἴδε ὅτι καὶ γνώμῃ καὶ πίστει καὶ σχήματι καὶ γενείων κουρᾷ Λατῖνος ἦν ἀκραιφνής. Καὶ κηδε μονίας ἁπάσης καὶ εὐμενείας καὶ χορηγίας χρημάτων ὁ πατὴρ ἐχαρίσατο· αὐτὸς δὲ τὸν Ἰοῦδα ἐκεῖνον μιμησάμενος, προδότης εἵλετο γενέσθαι τοῦ βασιλέως καὶ πατρὸς καὶ θερμότερος πάντων ἐχθρὸς ἐγένετο. Καὶ πᾶσαν αἰδὼ πατρικὴν ὀπίσω λιπών, πρὸς τὸν νέον βασιλέα καὶ ἀνεψιὸν αὐτόμολος παραγίνεται καὶ πλεῖον τὸ σκάνδαλον ηὔ ξησε. Τότε μὲν διὰ τοὺς ἐμφυλίους πολέμους καὶ τὰς ἀκαταστασίας ὁ Ὀτθμάνης ὁ τῆς Βιθυνίας κρατῶν, εὐκαιρίαν εὑρών, ἐκ τοῦ ἐναπολειφθέντος μέρους τοῖς Ῥωμαίοις οὐκ ὀλίγον ἔλαβεν. Ἡ δὲ εἴσοδος τοῦ νέου βασιλέως ἐντὸς τῆς Πόλεως οὕτως ἐγέ νετο· προδόται δὲ δύο ἐλθόντες εἰς τὸ στρατόπεδον, τοὔνομα ὁ εἷς Καστελάνος καὶ ὁ ἕτερος Κάμαρις, οἳ ἦσαν φύλακες ἔν τινι τόπῳ τῆς πόλεως ἐγγὺς τῆς πύλης τῆς λεγομένης τῆς Ἀνδριανουπόλεως καὶ συνηβάσεις μετὰ τοῦ νέου βασιλέως ποιήσαντες, καὶ ἐλθὼν ὁ στρατὸς νυκτὸς ἐν τόπῳ ἐκείνῳ, τὰς κλίμακας ἔβαλον καὶ ἔσω τῆς πόλεως μέρος ἐξ αὐτῶν γενόμενοι καὶ τὴν πύλην ἀναπετάσαντες, ὁ ἐναπολειφθεὶς στρατὸς μετὰ τοῦ νέου βασιλέως ἔνδον γέγονε. Καὶ εὐθὺς συγκαλέσας πάντα ὑφ' ἑαυτὸν στρατόν, παρεκελεύετο μᾶλλον σφοδρῶς, μήτε χεῖρα φονεύτριαν, μήτε γλῶσσαν ὑβρίστριαν ἐπε νεγκεῖν μήτε τῷ πάππῳ καὶ βασιλεῖ, μητ' οὐδενὶ τῶν ἄλλων ἁπάντων· οὐ γάρ φησιν ἡμεῖς, ἀλλ' ὁ θεὸς ταύτην παρέσχε τὴν νίκην. Καὶ περὶ τῆς τοῦ πάππου καὶ βασιλέως ζωῆς ἐφρόντισεν. Ἐγκρατὴς δὲ τῆς πόλεως καὶ βασιλείας γενόμενος τοῦ πάππου ἔτι ζῶντος, λῃστρικῶς καὶ δυναστικῷ τρόπῳ βασιλείας τοῦτον ἐξέωσεν. Ἐβασίλευσε μετὰ τοῦ υἱοῦ Μιχαὴλ ὁ γηραιὸς Ἀνδρόνικος, ἕως οὖ ἐξώσθη ὑπὸ τοῦ ἐγγόνου αὐτοῦ καὶ νέου Ἀνδρονίκου, ἔτη μέ, ἔτει ἀπὸ τοῦ Χριστοῦ γεννήσεως #22ατκηʹ, ἀπὸ δὲ κτίσεως κόσμου #22ωλʹ.
Βασιλεία Ἀνδρονίκου τοῦ νέου VII. Καὶ παραλαβὼν τὴν βασιλείαν καὶ τὴν πόλιν ὁ νέος Ἀνδρόνικος, καθ' ὃν
τρόπον εἰρήκαμεν, καὶ κύριος καὶ δεσπότης εἰς πᾶσαν ἐξουσίαν γενόμενος, τὸν πάππον καὶ βασιλέα προμηθείας ἱκανῆς τοῦ βίου καὶ τοῦ ζῆν ἠξίωσε· τὸν δὲ θεῖον αὐτοῦ Κων 180 σταντῖνον πιάσας ἐν εἰρκτῇ ἐζοφωμένῃ ἔθετο. Καὶ τοῦ μεγάλου λογοθέτου τοῦ Μετο χίτου, τοῦ ποτε ἀνακαινίσαντος καὶ οἰκοδομήσαντος τὴν μονὴν