1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

11

εἶναι δείκνυσι τοῦ ∆εσπότου τὴν πρὸς ἡμᾶς κηδεμονίαν, ὅτι τὸν προδότην, τὸν κλέπτην τοσούτων ἠξίωσεν ἀγαθῶν, καὶ μέχρι τῆς ἐσχάτης ἑσπέρας παρῄνει. Εἶδες πῶς ἡ πόρνη μὲν ἐσώθη, ἐπειδὴ ἔνιψεν· ὁ μαθητὴς δὲ ῥᾳθυμήσας κατέπεσε; Μὴ τοίνυν ἀπογνῷς ἑαυτοῦ πρὸς τὴν πόρνην ἀφορῶν, μηδὲ θαρσήσῃς πάλιν πρὸς τὴν τοῦ μαθητοῦ τόλμαν ἀπιδών· ἀμφότερα γὰρ ὀλέθρια. Εὐόλισθος γὰρ ἡμῶν ἡ γνώμη, εὐπερίτρεπτος ἡ προαίρεσις· διὸ πάντοθεν ἀσφαλίζεσθαι χρή. Τότε πορευθεὶς εἷς τῶν δώδεκα, Ἰούδας ὁ Ἰσκαριώτης. Ὁρᾷς ποίου χοροῦ ἐξέπεσεν; ὁρᾷς ποίας διδασκαλίας ἑαυτὸν ἐστέρησεν; ὁρᾷς πόσον κακὸν ἡ ῥᾳθυμία; Ἰούδας, φησὶν, ὁ Ἰσκαριώτης, ἐπειδὴ ἕτερος ἦν τούτῳ ὁμώνυμος ὁ λεγόμενος Ἰακώβου. Ὁρᾷς τοῦ εὐαγγελιστοῦ τὴν σοφίαν, ὅτι οὐκ ἀπὸ τοῦ τολμήματος, ἀλλ' ἀπὸ τοῦ τόπου, δῆλον ἡμῖν αὐτὸν ποιεῖ, ἐκεῖνον οὐκ ἀπὸ τοῦ τόπου, ἀλλ' ἀπὸ τῆς πατρωνυμίας γνώριμον ποιῶν; Καίτοι γε ἀκόλουθον ἦν εἰπεῖν, Ἰούδαν τὸν προδότην· ἀλλ' ἵνα ἡμᾶς παιδεύσῃ καθαρὰν ἔχειν κατηγορίας τὴν γλῶσσαν, καὶ αὐτὸ τὸ εἰπεῖν προδότου φείδεται. Παιδευώμεθα τοίνυν μηδένα τῶν ἐχθρῶν κακῶς μεμνῆσθαι. Εἰ γὰρ ὁ μακάριος οὗτος τοῦ προδότου οὐκ ἠνέσχετο κατηγορῆσαι, τὸ παράνομον τοῦτο τόλμημα διηγούμενος, τοῦτο μὲν ἀπεσιώπησεν, ἀπὸ δὲ τοῦ τόπου, ὅθεν ὥρμητο, δῆλον αὐτὸν ποιεῖ· ποίας ἂν εἴημεν ἡμεῖς ἄξιοι συγγνώμης τοὺς πλησίον κακηγοροῦντες· Καὶ πολλάκις οὐ μόνον 49.386 τῶν ἐχθρῶν μεμνήμεθα μεθ' ὕβρεως, ἀλλὰ καὶ τῶν δοκούντων πρὸς ἡμᾶς ἔχειν διάθεσιν. Μὴ, παρακαλῶ. Τοῦτο καὶ Παῦλος παραινεῖ λέγων· Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω. ∆ιὰ τοῦτο παντὸς τοιούτου πάθους καθαρεύων ὁ μακάριος Ματθαῖος ἔλεγε· Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας ὁ Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπε· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Ὢ μιαρᾶς φωνῆς! ὢ τόλμης ἄνοια! ἐνθυμούμενος τρέμω, ἀγαπητοὶ, πῶς ἐξεπήδησε τοῦ στόματος ἡ φωνὴ, πῶς τὴν γλῶτταν ἐκίνησε, πῶς οὐκ ἀπέστη τοῦ σώματος ἡ ψυχὴ, πῶς οὐκ ἐνάρκησαν τὰ χείλη, πῶς οὐκ ἐξέστη τῇ διανοίᾳ.

γʹ. Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Εἰπέ μοι, Ἰούδα, ταῦτά σοι ἐπαίδευσεν ὁ διδάσκαλος ἐν τοσούτῳ χρόνῳ; οὕτω λήθην ἐποιήσω τῶν συνεχῶν παραινέσεων; οὐ διὰ τοῦτο ἔλεγε, Μὴ κτήσησθε χρυσὸν, μήτε ἄργυρον, ἄνωθεν προαναστέλλων σου τῆς περὶ τὰ χρήματα μανίας τὴν ὑπερβολήν; οὐ παρῄνει λέγων, Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην; Τίνος ἕνεκεν, εἰπέ μοι, παραδίδως τὸν διδάσκαλον; ὅτι τὴν κατὰ τῶν δαιμόνων ἐξουσίαν σοι παρέδωκεν, ὡς καὶ νοσήματα θεραπεύειν, καὶ λεπροὺς καθαίρειν, καὶ ἕτερα πολλὰ τοιαῦτα θαύματα ἐπιδείκνυσθαι; ἀντὶ οὖν τῶν εὐεργεσιῶν τούτων ταύτας αὐτῷ ἀποδίδως τὰς ἀμοιβάς; Ὢ τῆς μανίας, μᾶλλον δὲ τῆς φιλαργυρίας! Πάντα γὰρ ταῦτα τὰ κακὰ ἡ φιλαργυρία πεποίηκεν, ἡ ῥίζα τῶν κακῶν, ἥτις τὰς ψυχὰς ἡμῶν σκοτοῖ καὶ αὐτοὺς τοὺς τῆς φύσεως νόμους, καὶ αὐτῶν ἡμᾶς ἐκβάλλει τῶν φρενῶν, καὶ οὐκ ἀφίησιν οὔτε φιλίας οὔτε συγγενείας οὔτε ἄλλου τινὸς μεμνῆσθαι· ἀλλὰ καθάπαξ πηρώσασα ἡμῶν τὰ ὄμματα τῆς διανοίας, οὕτως ἐν σκότει ποιεῖ βαδίζειν. Καὶ ἵνα μάθῃς τοῦτο σαφῶς, ὅρα τότε πόσα ἐξέβαλεν ἐκ τῆς τοῦ Ἰούδα ψυχῆς. Αὕτη ἐπεισελθοῦσα τὴν ὁμιλίαν, τὴν συνήθειαν, τὴν κοινωνίαν, τὴν θαυμαστὴν διδασκαλίαν, πάντα ταῦτα εἰς λήθην ἐνέβαλεν ἡ φιλαργυρία. Καλῶς ἔλεγε Παῦλος, ὅτι Ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία. -Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Παραδίδως, Ἰούδα, τὸν τὰ πάντα συνέχοντα λόγῳ; πωλεῖς τὸν ἀκατάληπτον, τὸν κτίστην οὐρανοῦ τε καὶ γῆς, τὸν δημιουργὸν τῆς ἡμετέρας φύσεως, τὸν λόγῳ καὶ νεύματι τὰ πάντα συστησάμενον; Ἵνα οὖν δείξῃ ὅτι ἑκὼν παρεδόθη, ἄκουσον τί ποιεῖ. Κατ' αὐτὸν τὸν καιρὸν τῆς προδοσίας, ὅτε ἐπῆλθον αὐτῷ μετὰ μαχαιρῶν καὶ ξύλων, λαμπάδας καὶ φανοὺς ἔχοντες, λέγει αὐτοῖς· Τίνα ζητεῖτε; Καὶ ἠγνόησαν ὃν ἤμελλον συλλαμβάνειν. Τοσοῦτον ἀπεῖχεν ἐκεῖνος τοῦ