11
αὐτῶν ἤγουν τῶν ἐπάνω, ἐξ ὧν τέμνονται, καὶ γένη τῶν ἐξ αὐτῶν τεμνομένων ἤγουν τῶν ὑποκάτω καὶ λέγονται καὶ γένη καὶ εἴδη ὑπάλληλα. Τὰ δὲ εἴδη τὰ ἔσχατα καὶ κατώτερα τὰ μὴ ἔχοντα ὑποκάτω αὐτῶν ἄλλα εἴδη τουτέστι μὴ περιέχοντα εἴδη ἀλλὰ ἄτομα ἤγουν ὑποστάσεις οὐ λέγονται γένη ἀλλ' εἴδη μόνον· ἀδύνατον γὰρ ῥηθῆναι γένος τὸ μὴ περιέχον εἴδη. Λέγεται οὖν τὸ εἶδος τὸ μὴ περιέχον εἴδη ἀλλ' ὑποστάσεις εἰδικώτατον εἶδος, διότι εἶδος ὂν οὐκ ἔστι καὶ γένος, ὥσπερ τὸ γένος τὸ μὴ ὂν καὶ εἶδος λέγεται γενικώτατον γένος. Χρὴ δὲ εἰδέναι, ὡς ἐξ ἀνάγκης τὰ εἴδη καὶ τὸ ὄνομα καὶ τὸν ὁρισμὸν τοῦ γένους δέχονται καὶ τοῦ γένους τοῦ γένους αὐτῶν ἕως τοῦ γενικωτάτου. Ἀλλήλων δὲ τὰ εἴδη οὐ δύνανται τὸν ὁρισμὸν δέξασθαι. (ῃ. ι. 138 ς) (ῃ. ι. 125-127) Ἵνα οὖν σαφέστερον ᾖ τὸ λεγόμενον, οὕτως εἴπωμεν· Ὄν ἐστι πρᾶγμα αὐθύπαρκτον καὶ μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν ἢ τὸ μὴ καθ' ἑαυτὸ δυνάμενον εἶναι ἀλλ' ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν. Οὐσία δέ ἐστι πρᾶγμα αὐθύπαρκτον καὶ μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν μόνον. Ἰδοὺ οὐκ ἐδέξατο ἡ οὐσία ὅλον τὸν ὁρισμὸν τοῦ ὄντος. Ὥστε τὸ ὂν οὐκ ἔστι γένος τῆς οὐσίας οὔτε ἡ οὐσία εἶδος τοῦ ὄντος· τὸ γὰρ εἶδος ὅλον ἀπαραλείπτως τὸν ὁρισμὸν τοῦ γένους αὐτοῦ δέχεται. Ἀλλ' οὐδὲ τὸ συμβεβηκός ἐστιν εἶδος τοῦ ὄντος. Οὐδὲ γὰρ δέχεται ὅλον τὸν ὁρισμὸν αὐτοῦ ἀλλὰ τὸ ἥμισυ. Συμβεβηκὸς γάρ ἐστι πρᾶγμα τὸ μὴ καθ' ἑαυτὸ δυνάμενον εἶναι ἀλλ' ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν μόνον. Ἰδοὺ οὔτε ἡ οὐσία δέχεται ὅλον τὸν ὁρισμὸν τοῦ ὄντος οὔτε τὸ συμβεβηκός, ἀλλ' ἡ μὲν οὐσία τὸ ἥμισυ καὶ τὸ συμβεβηκὸς τὸ ἄλλο ἥμισυ. Ὥστε εἰ καὶ τέμνεται τὸ ὂν εἰς οὐσίαν καὶ συμβεβηκός, ἀλλ' οὐκ ἔστι γένος αὐτῶν. Ἡ οὐσία δὲ τέμνεται εἰς σῶμα καὶ ἀσώματον. Ἰδοὺ τὸ σῶμα καὶ τὸ ἀσώματον εἴδη εἰσὶ τῆς οὐσίας· ἕκαστον γὰρ αὐτῶν καὶ τὸ ὄνομα καὶ τέλειον τὸν ὅρον τῆς οὐσίας ἐπιδέχεται. Ὥστε ἡ οὐσία οὐκ ἔστιν εἶδος μὴ ἔχουσα ἐπάνω αὐτῆς γένος, ἀλλ' αὐτή ἐστι πρῶτον καὶ γενικώτατον γένος. (ῃ. ς. 128-131) Πάλιν τὸ σῶμα τέμνεται εἰς ἔμψυχον καὶ ἄψυχον· ἰδοὺ πάλιν τὸ σῶμα εἶδος ὂν τῆς οὐσίας γένος ἐστὶ τοῦ ἐμψύχου καὶ τοῦ ἀψύχου. Τὸ ἔμψυχον πάλιν διαιρεῖται εἰς αἰσθητικὸν καὶ ἀναίσθητον. Αἰσθητικὸν μὲν οὖν ἐστι τὸ ζῷον τὸ ζωὴν καὶ αἴσθησιν ἔχον, ἀναίσθητον δὲ τὸ φυτόν· οὐ γὰρ ἔχει αἴσθησιν. Ἔμψυχον δὲ λέγεται τὸ φυτὸν διὰ τὸ ἔχειν θρεπτικὴν καὶ αὐξητικὴν καὶ γεννητικὴν δύναμιν. Τὸ ζῷον πάλιν τέμνεται εἰς λογικὸν καὶ ἄλογον, τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον, τὸ θνητὸν εἰς ἄνθρωπον, ἵππον, βοῦν καὶ τὰ τοιαῦτα, ἅτινα οὐκέτι τέμνεται εἰς ἄλλα εἴδη ἀλλ' εἰς ἄτομα ἤγουν ὑποστάσεις· διαιρεῖται γὰρ ὁ ἄνθρωπος εἰς Πέτρον, Παῦλον, Ἰωάννην καὶ τοὺς λοιποὺς κατὰ μέρος ἀνθρώπους, οἵτινες οὔκ εἰσιν εἴδη ἀλλ' ὑποστάσεις. Τὰ γὰρ εἴδη, ὡς εἴπομεν, οὐ δέχονται τὸν ὁρισμὸν ἀλλήλων, οἷον τὸ σῶμα οὐ δέχεται τὸν ὁρισμὸν τοῦ ἀσωμά του, ὁ ἄνθρωπος οὐ δέχεται τὸν ὁρισμὸν τοῦ ἵππου· ὁ δὲ Πέτρος καὶ Παῦλος καὶ Ἰωάννης ἕνα ὅρον δέχονται, τὸν τοῦ ἀνθρώπου, ὁμοίως καὶ οἱ λοιποὶ κατὰ μέρος ἄνθρωποι, ὥστε οὔκ εἰσιν εἴδη τοῦ ἀνθρώπου ἀλλ' ἄτομα ἤγουν ὑποστάσεις. Πάλιν τὸ εἶδος τεμνόμενον μεταδίδωσι τοῖς ὑποκάτω αὐτοῦ καὶ τοῦ ὀνόματος καὶ τοῦ ὅρου. Ὁ δὲ Πέτρος τεμνόμενος εἰς ψυχὴν καὶ σῶμα οὔτε τῇ ψυχῇ οὔτε τῷ σώματι μεταδίδωσι τοῦ ὀνόματος καὶ τοῦ ὅρου· οὔτε γὰρ μόνη ἡ ψυχὴ Πέτρος οὔτε μόνον τὸ σῶμα ἀλλὰ τὸ συναμφότερον. Ἔτι πᾶσα διαίρεσις ἀπὸ γένους εἰς εἴδη γινομένη μέχρι δύο ἢ τριῶν σπανίως δὲ τεσσάρων φθάνει· ἀδύνατον γὰρ διαιρεθῆναι γένος εἰς πέντε εἴδη καὶ ἐπάνω. Ὁ δὲ ἄνθρωπος εἰς πάντας τοὺς κατὰ μέρος ἀνθρώπους διαιρεῖται, οἵτινες ἄπειροί εἰσι τῷ ἀριθμῷ. ∆ιό τινες οὐδέ φασι λέγεσθαι διαίρεσιν τὴν ἀπὸ εἴδους εἰς ἄτομα ἀλλ' ἀπαρίθμησιν. Ὅθεν δῆλον, ὅτι οὐκ ἔστιν ὁ Πέτρος καὶ Παῦλος καὶ Ἰωάννης εἴδη ἀλλ' ἄτομα ἤγουν ὑποστάσεις. Οὔτε ὁ ἄνθρωπος γένος τοῦ Πέτρου καὶ Παύλου καὶ Ἰωάννου καὶ τῶν λοιπῶν ὑποστάσεων ἀλλ' εἶδος. ∆ιὸ εἰδικώτατον εἶδός ἐστιν ὁ ἄνθρωπος· εἶδος γάρ ἐστι τοῦ ἐπάνω ὡς ὑπ' αὐτοῦ περιεχόμενον καὶ εἶδος τῶν