ἀέρα κουφότατον, ἔτι καὶ ἀπέχονται θερμοῦ τε παντὸς καὶ ἁλῶν, ὡς ὄντων τοῦ ἀμβλυώττειν αἰτίων. Ὡς δ' ἂν μή ποτε ἁλῶσιν καθεύδοντες καὶ ἔφοδος αὐτοὺς πολεμίων μὴ λάθῃ νύκτωρ, οἵδε ὑπερεισάμενοι τῷ αὐχένι τὸ εὐναστήριον ἐκείνοις ξύλον, ἀκώλυτον εἰς ἀκοὴν ἀφέντες τὸ οὖς, ὀλίγον ὑποσκάπτουσι βόθρον καὶ ἀμφοτέρων ἀκούουσι μακρόθεν καὶ φωνῆς καὶ ἀϋτῶν. Τὸ δὲ αὐτὸ δρᾶν καὶ τοὺς Γαλατῶν τῶν ἑσπερίων ἤκουσα λῃστάς. Αὐτοσχέδιος αὕτη θήρευσις ἀκοῆς. Ὡς ἂν δέ τις ἐν μεγάλῳ στρατοπέδῳ τὰ τῶν αὑτοῦ στρατιωτῶν βουλεύματα ἢ τὰ τῶν πολεμίων ἀπόρρητα ἐθελήσῃ μαθεῖν, [Τέχνη προγνωστικὴ τῶν μελλόντων] φρέαρ ὀρύξας βαθύ, ὃν βούλεται καθιέτω, ἐπικαλύψας τὸ στόμιον ἱματίῳ τυχόντι· οὐδὲν τὸν ἐγκαθήμενον λήσεται, ἀλλά σοι τὰ εἰρημένα ἢ τὰ ἠχήσαντα ὡς μαντευόμενος διηγήσεται. Πιστευέτω μου τῷ λόγῳ πᾶς, ὃ μὲν μακρὰν θηρώμενος ἀκοὴν συγκαθεσθείς, ὃ δὲ νυκτὸς ἀλαμποῦς τῶν τι κρυπτομένων ἰδεῖν ἐπὶ γῆς, ἄνευ πυρὸς εἰκότως. Ὁ γὰρ ὑψηλότερος ἀὴρ ἠχοῦς ἐστι μεστός, καὶ ἡ γῆ ἁπλῆ τὴν ὄψιν ἐκπλήττει τῇ παχύτητι τῷ τε θορύβῳ τὴν ἀκοὴν ἀμβλύνει. 1.17 Ἀγρυπνητικόν Κατακοιμίζουσι μὲν οἱ ποιηταὶ τὸν ∆ία ὑπὸ Ἥρας καὶ Ὕπνου καταστρατηγούμενον ἵνα ἢ ἀναπνεύσωσιν Ἕλληνες ἢ Ἡρακλῆς κακωθῇ· ἱστᾶσιν δὲ καὶ ποταμοὺς πολλάκις. Ἀλλὰ γὰρ καὶ αὐτοὶ κατειλήφαμεν πῶς ἡσυχάζει νύκτωρ ὁ ῥοῦς, ἵν' εἴπῃ τις τὸ ὕδωρ εὑρεῖν κοιμώμενον. Καὶ ἀνέ<μων> δὲ πραΰτερα τῆς νυκτός ἐστι τὰ πνεύματα· ὕπνῳ ἄρα τάχα καὶ ταῦτα πραΰνεται. Ἥρωας γὰρ περιττὸν λέγειν ἐπιπτήσει Ὕπνου ἑαλωκότας. Πάντων κραίνει, ἀνθρώπων, ὀρνέων, φυτῶν, κυμάτων, ἀνέμων, θεῶν, πανδαμάτωρ καὶ λυσιμελὴς καὶ ψυχὰς ἀπὸ τῶν σωμάτων κατασχολῶν. Ἀδελφὸς δὲ αὐτοῦ θάνατος καὶ συνεργὸς κάματος· ἀντιπροπινόντων ἑαυτοῖς τὰς τῶν κοιμησομένων κακὰς συμφοράς. Ὁ γοῦν Ἰλιεὺς ἡγεμὼν λήψεσθαι τὸν Ἀχαϊκὸν προσεδόκησεν «καμάτῳ ἀδηκότα ἠδὲ καὶ ὕπνῳ», ἀλλ' ἀντέστη μὲν τὸ παρ' ἐκείνῳ ἐπιμελὲς ἴσον. Πόσου δ' ἂν Θρᾷκες ἐτιμήσαντο τὴν Ῥήσου ἀγρυπνίαν βασιλέως εὐγενοῦς πόνῳ καὶ ὕπνῳ προδεδομένου; Οὐδεὶς αὐτοῦ τὴν πανοπλίαν κατεπλάγη τὴν καλήν· οὐ τοὺς ἵππους ἔδεισε τοὺς ταχεῖς. Πόσων δ' ἀνέτρεψεν ἐλπίδα κατορθωμάτων καὶ ὕπνος ὥρας μιᾶς; Καταβέβηκεν ἐντεῦθεν τὸ στρατήγημα ἐς τὰ νεώτερα· οἶνον καταλιμπάνουσι πολὺν ἐν στρατοπέδῳ πολεμίοις ἑπομένοις δόξῃ φυγῆς, ἵνα εἰ καὶ μὴ καμών τις ἀλλὰ κοιμηθῇ κἂν πιών· καὶ ἀναιροῦσιν, ἐπελθόντες ἄλλοι ἄλλοσε νύκτωρ, ἀνισταμένους καθεύδοντας. Καὶ πανικὰ δὲ πολλάκις ἐν στρατοπέδοις ὕπνῳ γίνεται φοβηθέντι. Τὴν ἀνθρώπων ἐλεοῦμεν τύχην· παραμυθησώμεθα τὰς ἐξ ὕπνων ἀκαίρων ἐπηρείας δαιμονίῳ πάθει. Σιληνὸν εὗρεν καθεύδοντα καὶ ἔδησεν βασιλεὺς ὁ Φρύξ· καὶ σάτυρον δὲ ἄλλος εὐτυχὴς ἡγεμών. Οὐκ ἀπαξιῶ δὲ ἐμαυτὸν τῆς πρὸς ἐκείνους ἰσοτιμίας. Περιγείους ἐκεῖνοι δαίμονας καὶ ταπεινοὺς εἷλον κεκοιμημένους· ἐγὼ λαβεῖν τὸν ἐκείνους δήσαντα ζητῶ· Ὕπνον γενέσθαι θέλω τῆς ἐμῆς ἐμπειρίας ἥττονα, ἵνα παρ' ἐμοὶ μόνῳ ἄναξ καὶ πανδαμάτωρ οὗτος οἰκῇ. Συναγρυπνείτω μοι καὶ βουλευόμενος βασιλεὺς καὶ στρατιώτης φρουρῶν καὶ ἀριστεὺς ὁ καμών. Ἀντιτάττομαί σοι Ὕπνε· ὡς σὺ κατὰ πάντων, οὕτως κἀγὼ κατὰ σοῦ στρατηγήσω. Ζῷον ἔστι πτηνὸν ὑμενόπτερον, ἐν ζοφεροῖς χωρίοις διαιτώμενον, <οὗ μόνου> τῶν ᾠοτοκούντων πτηνῶν τὰ ἔγγονα γάλακτι τρέφονται. Ταύτης ἐσκελετευμένη μὲν ἡ κεφαλὴ καὶ ἐρραφεῖσα σκυτίδι ποιεῖ τὸν περιαψάμενον ἄγρυπνον ἔστ' ἂν φορῇ. Πτέρυγα δέ τις ὅλην ζώσης αὐτῆς ἐξελὼν ἅτε λιστρίῳ ἐς ἄρυσιν ποτοῦ χρήσθω, ὀλιγάκις μὲν ἂν πρὸς ὀλίγον, πολλάκις δὲ καὶ ἀμφοτέραις ἢν μακρὰς χρῄζῃ τις ἀγρυπνίας· ἂν δέ τις ἀπλήστως τούτῳ χρήσηται τῷ ποτῷ, ἄϋπνος ἐς τὸ πάμπαν μενεῖ. Εἰ δέ πῃ καὶ παῖξαι θέλοις ἐς ἀγρυπνίαν ἐμβαλών, ζώσης τὴν κεφαλὴν ἀφελὼν τῷ προσκεφαλαίῳ ἔνθα καθεύδειν αὐτῷ σύνηθες ἔρραψον· ὃ δὲ οὐ κοιμήσεται ὡς ὅλην αὐτὴν περιημμένος· καὶ γὰρ τὸν οὕτως αὐτὴν περικείμενον διὰ παντὸς ἄϋπνον τηρεῖ. Νυκτὸς εἶ τέκνον ὦ Ὕπνε· νυκτὸς ὄρνις σε νικᾷ· εἰ καὶ