11
τὴν περιττὴν τῶν περιβλημάτων τρυφήν, καὶ οὔτε χροὰς αὐτὴν ἀνθηρὸν ἄνθος οὔτε μαλακότης ὑφάσματος οὐ λαμπρότης ἐσθῆτος οὐκ ἄλλο τι τῶν τοιούτων ἐδυσώπει καὶ ἔθελγεν, ἀλλ' ἦν αὐτῇ καὶ περίβλημα καὶ ἐντρύφημα ἡδύ τε καὶ ποθούμενον ἡ τοῦ τριβωνίου τραχύτης καὶ τὸ θεῖον σχῆμα καὶ ὁ σταυρὸς καὶ ὁ ἐπὶ τῇ κεφαλῇ πνευματικὸς λόφος καὶ ὅσα δὴ ἄλλα σύμβολα ἡμῖν καθεστήκοι τῶν ἀρρήτων καὶ θειοτάτων. Ἐπεὶ δὲ τέως οὐκ ἐξῆν ἀπολαύειν αὐτὴν τούτων, ἀλλ' ἐν τοῖς περιττοῖς στενοῦσθαι καὶ πένεσθαι καὶ πτωχεύειν ἐν τοῖς χρυσαυγέσι καὶ καταστέροις ἐσθήμασι, καὶ τοῦτο ἅπαξ ποτὲ τοῦ ἔτους, ἵνα μὴ ἀπαίσιος τῷ ἀνδρὶ φαίνοιτο, ἕως οὖν οὐκ ἐξῆν αὐτῇ τῆς ἐνδείας καταπολαύειν, ἀνεκεράννυέ πως αὐτὴν τοῖς ἐπειλημμένοις τῆς ἀκροτάτης περιωπῆς ὥσπερ συμπραγματευομένη τούτοις τὴν ἀρετὴν καὶ τοῦ κέρδους καθαρῶς συμμετέχουσα. τὰ μὲν γὰρ ἐδίδου, τὰ δὲ ἐλάμβανε· «χειρῶν ἐπαφὰς» παρ' ἐκείνων, εὐχὰς ἐκτενεῖς, «ἐλπίδας τοῦ μέλλοντος», θεραπείαν παρ' ἑαυτῆς καὶ τὸ τὰ ὄντα αὐτοῖς συμμερίζεσθαι, καὶ χερσὶν αὐταῖς ὑπηρετεῖν καὶ λατρεύειν, καὶ ῥύπτειν μὲν τὼ πόδε, ἀναπαύειν δὲ ἐπὶ τῆς εὐνῆς καὶ τὰ μέλη τούτοις καταφιλεῖν, ὁπόσα ἢ τετρύχωται ἢ καθήλκωται. 12. Ἀλλὰ τί μὴ μεγαλοπρεπέστερον ἀπαγγέλλω τὰ τῶν ἐκείνης πράξεων ἀξιώματα; τί δὲ μὴ χρωματουργῶ τῷ λόγῳ τὰς αὐτόθεν λαμπρὰς εἰκόνας τῶν ἀρετῶν; ἐπτωχοτρόφει γὰρ οὐκ ὥσπερ οἱ πολλοὶ ὡς ἀργυρωνήτοις τοῖς πένησι παραχρώμενοι, ἄνωθεν ἐπικύπτοντες καὶ τὴν δυστυχίαν αὐτοῖς πολλάκις ἐπονειδίζοντες, ἁλλ' ὥσπερ οὐ διδοῦσα, ἐκεῖθεν δέ τι παρακερδαίνουσα καὶ λαμβάνουσα, αἰδεσίμως προσεῖχε τοῖς ἐφ' ὁτῳοῦν κάμνουσιν. Ὅθεν ἐχειραγώγει διὰ τῆς κλίμακος καὶ «δεξιὰν ἐδίδου» καὶ προσεκύνει βαθύτερον, εἶτα πᾶν μέλος πλύνασα καὶ καθάρασα καὶ χρισαμένη οἷα μύρῳ τῷ ὕδατι, οὐ τῇ ταμίᾳ προσέταττεν, ἀλλ' αὐτὴ «παρατιθεῖσα τράπεζαν» εἶτα δὴ καὶ τὰς χεῖρας ἐπὶ τοῦ στήθους συμπλέξασα καὶ περιδεῶς ὡς δεσπόταις διακονησαμένη, πολλάκις τε τὸ κυπέλλιον ἐπικλύσασα ὡς ἂν στίλβον ὀφθείη καὶ τοῖς «δακτύλοις ὀχήσασα», δεξιῶς «ἐδίδου τῷ πένητι», εὐφυῶς κεραννῦσα ἵν' εὔχυτον εἴη τῷ πίνοντι καὶ ἐράσμιον. οὕτως ᾔδει πτωχοτροφεῖν καὶ μετὰ τοιᾶσδε τῆς ἀκριβείας ἑκάστης τῶν ἀρετῶν ἐπεμέλετο. Τὰ μὲν οὖν ἄλλα ἀπράγμονι συνέζη ζωῇ καὶ οὐκ ἐβούλετό τι τῶν πάντων εἰδέναι, οὐχ ὅσα ἐπ' ἀγορᾶς πράττοιτο οὐχ ὅσα ἐπὶ τῶν βασιλείων, οὐκ εἴ τις σιτώνης ἢ ταμίας προβέβληται, οὐδ' εἴ τῳ τῶν ἐγγειτόνων προσῆν τι ἢ προσεγένετο· ἀπέφραττε γὰρ πρὸς πάντα περιττὸν λόγον τὴν ἀκοήν, καὶ οὐδὲ «πλήθουσαν ἀγορὰν» ᾔδει, οὐδ' εἴ τις εἴη δῆμος κυμαίνων. τούτων μὲν οὖν καὶ πάντη κατωλιγώρει· εἰ δέ τις ἐργάζοιτο ἀρετὴν ἔν τε ἀνδράσιν ἔν τε γυναιξίν, ὁμοίως, πάντας πόρρωθεν συνήθρει καὶ συνελάμβανεν, ὅπου ποτ' ἂν εἶεν, εἴτε κόλπους κατοικοῦντες καὶ καταδύσεις, εἴτ' ἐπὶ τοῦ ἀέρος ἱστάμενοι ἢ αἰρόμενοι. Ἐπεὶ δὲ οὐκ ἔμελλεν ὁ τῶν αἰτήσεων Κύριος ἐπὶ πολὺ αὐτῇ τὰς εὐχὰς ὑπερθήσεσθαι, ἀλλὰ δοῦναι κατὰ καιρὸν τὸ ζητούμενον, γίνεταί τι τοιοῦτον· ἀλλὰ δεῖ τὸν λόγον ἄνωθεν ἀποστήσαντας οὕτως ἐπ' αὐτὸ τὸ κεφάλαιον ἰέναι τῆς ὑποθέσεως. 13. Ὁ πρῶτος τῆς ἐμῆς μητρὸς τόκος, τὸ ὡραῖον ἐκεῖνο θυγάτριον, περὶ οὗ τι εἰρηκὼς ἄνωθεν ἐπαυσάμην, ὥσπερ ἐκ κάλυκος πέταλον ἀκμάσαν εἰς ὥραν ἐξήπλωτο καὶ ἤδη «πρόσηβον ἦν» καὶ οἷον εἰς κῆδος ἐκδίδοσθαι. καί, ἵνα «τὰ ἐν μέσῳ» ἐάσω, ὁπόσα καὶ τῇ μητρὶ ξυμβεβήκει ἐπὶ τῷ κάλλει, τὴν φήμην, τὴν ξυνδρομήν, τὴν ἐπὶ τῷ καλλίστῳ κρίσιν καὶ πρόκρισιν, καὶ τούτων τὰ κρείττω ὁπόσα ἐς τὰς ψυχικὰς ἀνάγεται χάριτας, τοσοῦτον ἂν εἴποιμι ὅτι συζυγία τις ἦμεν, εἰ καὶ μὴ τοῖς ἄλλοις, τοῖς γοῦν γονεῦσι καὶ τῷ λοιπῷ γένει, περιφανὴς καὶ διάσημος. ἡ μὲν καὶ ὡς ἀληθῶς οὖσα