σοφίας ἐν παροιμίαις λεγόμενον ἐκδέξασθαι δυνησόμεθα· «Ὁ θεός, γάρ φησιν, ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». ∆ύναται μέντοι γε καὶ ἐπὶ τὸ πρῶτον ἀνάγεσθαι, τουτέστι τὸ ὡς ὁδοῦ, διὰ τὸ λέ γεσθαι «Ὁ θεὸς ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ». 1.17.102 Οὐκ ἀτόπως δὲ καὶ τὸν τῶν ὅλων θεὸν ἐρεῖ τις ἀρχὴν σαφῶς προπίπτων, ὅτι ἀρχὴ υἱοῦ ὁ πατὴρ καὶ ἀρχὴ δημιουργημάτων ὁ δημιουργὸς καὶ ἁπαξαπλῶς ἀρχὴ τῶν ὄντων ὁ θεός. Παραμυθήσεται δὲ διὰ τοῦ «Ἐν ἀρχῇ ἦν ὁ λόγος», λόγον νοῶν τὸν υἱόν, παρὰ τὸ εἶναι ἐν τῷ πατρὶ λεγόμενον εἶναι ἐν ἀρχῇ. 1.17.103 Τρίτον δὲ τὸ ἐξ οὗ οἷον τὸ ἐξ ὑποκειμένης ὕλης, ἀρχὴ παρὰ τοῖς ἀγένητον αὐτὴν ἐπισταμένοις, ἀλλ' οὐ πὰρ' ἡμῖν τοῖς πειθομένοις, ὅτι ἐξ οὐκ ὄντων τὰ ὄντα ἐποίησεν ὁ θεός, ὡς ἡ μήτηρ τῶν ἑπτὰ μαρτύρων ἐν Μακκαβαϊκοῖς καὶ ὁ τῆς μετανοίας ἄγγελος ἐν τῷ Ποιμένι ἐδίδαξε. 1.17.104 Πρὸς τούτοις ἀρχὴ καὶ τὸ «καθ' οἷον» κατὰ τὸ εἶδος, οὕτως· εἴπερ εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου ὁ πρωτότοκος πάσης κτίσεως, ἀρχὴ αὐτοῦ ὁ πατήρ ἐστιν. Ὁμοίως δὲ καὶ Χριστὸς ἀρχὴ τῶν κατ' εἰκόνα γενομένων θεοῦ. 1.17.105 Εἰ γὰρ οἱ ἄνθρωποι «κατ' εἰκόνα», ἡ εἰκὼν δὲ κατὰ τὸν πατέρα, τὸ μὲν «καθ' ὃ» τοῦ Χριστοῦ ὁ πατὴρ ἀρχή, τὸ δὲ «καθ' ὃ» τῶν ἀνθρώπων ὁ Χριστός, γενομένων οὐ κατὰ τὸ οὗ ἐστιν εἰκών, ἀλλὰ κατὰ τὴν εἰκόνα· ἁρμόσει δὲ τὸ «Ἐν ἀρχῇ ἦν ὁ λόγος» εἰς τὸ αὐτὸ παράδειγμα. 1.18.106 Ἔστιν ἀρχὴ καὶ ὡς μαθήσεως καθ' ὃ τὰ στοιχεῖά φαμεν ἀρχὴν εἶναι γραμματικῆς. Κατὰ τοῦτό φησιν ὁ ἀπόστολος ὅτι «Ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ». 1.18.107 ∆ιττὴ δὲ ἡ ὡς μαθήσεως ἀρχή, ἡ μὲν τῇ φύσει, ἡ δὲ ὡς πρὸς ἡμᾶς· ὡς εἰ λέγοιμεν ἐπὶ Χριστοῦ, φύσει μὲν αὐτοῦ ἀρχὴ ἡ θεότης, πρὸς ἡμᾶς δέ, μὴ ἀπὸ τοῦ μεγέθους αὐτοῦ δυναμένους ἄρξασθαι τῆς περὶ αὐτοῦ ἀληθείας ἡ ἀνθρωπότης αὐτοῦ, καθ' ὃ τοῖς νηπίοις καταγγέλλεται Ἰησοῦς Χριστός, καὶ οὗτος ἐσταυρωμένος· ὡς κατὰ τοῦτο εἰπεῖν ἀρχὴν εἶναι μαθήσεως τῇ μὲν φύσει Χριστὸν καθ' ὃ σοφία καὶ δύναμις θεοῦ, πρὸς ἡμᾶς δὲ <τὸ> «ὁ λόγος σὰρξ ἐγένετο», ἵνα σκηνώσῃ ἐν ἡμῖν, οὕτω μόνον πρῶτον αὐτὸν χωρῆσαι δυνα μένοις. 1.18.108 Καὶ τάχα διὰ τοῦτο οὐ μόνον πρωτότοκός ἐστιν πάσης κτίσεως, ἀλλὰ καὶ «Ἀδάμ», <ὃ> ἑρμηνεύεται «ἄνθρωπος». Ὅτι δὲ Ἀδάμ ἐστι, φησὶν ὁ Παῦλος «Ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν». Ἔστι δὲ ἀρχὴ καὶ ὡς πράξεως, ἐν ᾗ πράξει ἐστί τι τέλος μετὰ τὴν ἀρχήν. Καὶ ἐπίστησον εἰ ἡ σοφία ἀρχὴ τῶν πράξεων οὖσα τοῦ θεοῦ οὕτω δύναται νοεῖσθαι ἀρχή. 1.19.109 Τοσούτων σημαινομένων ἐπὶ τοῦ παρόν τος ἡμῖν ὑποπεσόντων περὶ «ἀρχῆς», ζητοῦμεν ἐπὶ τίνος δεῖ λαμβάνειν τὸ «Ἐν ἀρχῇ ἦν ὁ λόγος». Καὶ σαφὲς ὅτι οὐκ ἐπὶ τοῦ ὡς μεταβάσεως ἢ ὡς ὁδοῦ καὶ μήκους· οὐκ ἄδηλον δὲ ὅτι οὐδὲ ἐπὶ τοῦ ὡς γενέσεως. 1.19.110 Πλὴν δυνατὸν ὡς τὸ «ὑφ' οὗ», ὅπερ ἐστὶ ποιοῦν, εἴγε «ἐνετείλατο ὁ θεὸς καὶ ἐκτίσθησαν». ∆ημιουργὸς γὰρ πως ὁ Χριστός ἐστιν, ᾧ λέγει ὁ πατήρ· «Γενηθήτω φῶς» καὶ «Γενηθήτω στερέωμα». 1.19.111 ∆ημιουργὸς δὲ ὁ Χριστὸς ὡς ἀρχή, καθ' ὃ σοφία ἐστί, τῷ σοφία εἶναι καλούμενος ἀρχή. Ἡ γὰρ σοφία παρὰ τῷ Σαλομῶντί φησιν· «Ὁ θεὸς ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ», ἵνα «ἐν ἀρχῇ ᾖ ὁ λόγος», ἐν τῇ σοφίᾳ· κατὰ μὲν τὴν σύστασιν τῆς περὶ τῶν ὅλων θεωρίας καὶ νοημάτων τῆς σοφίας νοουμένης, κατὰ δὲ τὴν πρὸς τὰ λογικὰ κοινωνίαν τῶν τεθεωρημένων τοῦ λόγου λαμβανομένου. 1.19.112 Καὶ οὐ θαυμαστὸν εἰ, ὡς προειρήκαμεν, πολλὰ ὢν ἀγαθὰ ὁ σωτὴρ ἐνεπινοούμενα ἔχει ἐν αὑτῷ πρῶτα καὶ δεύτερα καὶ τρίτα. Ὁ γοῦν Ἰωάννης ἐπήνεγκε φάσκων περὶ τοῦ λόγου· «Ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν». Γέγονεν οὖν ἡ ζωὴ ἐν τῷ λόγῳ· καὶ οὔτε ὁ λόγος ἕτερός ἐστι τοῦ Χριστοῦ, ὁ θεὸς λόγος, ὁ πρὸς τὸν πατέρα, δι' οὗ τὰ πάντα ἐγένετο, οὔτε ἡ ζωὴ ἑτέρα τοῦ υἱοῦ τοῦ θεοῦ, ὅς φησιν· «Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή». Ὥσπερ οὖν ἡ ζωὴ γέγο νεν ἐν τῷ λόγῳ, οὕτως ὁ λόγος ἦν ἐν ἀρχῇ. 1.19.113 Ἐπίστησον δέ, εἰ οἷόν τέ ἐστι καὶ κατὰ τὸ σημαινό μενον τοῦτο ἐκδέχεσθαι ἡμᾶς τὸ «Ἐν ἀρχῇ ἦν ὁ