τοῦ ἱεροῦ ἐκείνου τὸν περὶ τοῦ ἰδίου σώματος λόγον, ἀποκρίνεται πρὸς τὸ «Τί σημεῖον δεικνύεις, ὅτι ταῦτα ποιεῖς;» τὸ «Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» 10.35.227 Εἰ γὰρ καὶ μυρία ὅσα σημεῖα ἄλλα δεικνύναι οἷός τε ἦν, ἀλλ' οὔτι γε πρὸς τὸ «Ὅτι ταῦτα ποιεῖς;» τὰ κατὰ τὸν ναὸν πρεπόντως ἀντὶ τῶν ἑτέρων παρὰ τὸν ναὸν σημείων ἀπεκρίνατο. 10.35.228 Ἀμφότερα μέντοι γε, τό τε ἱερὸν καὶ τὸ σῶμα τοῦ Ἰησοῦ, κατὰ μίαν τῶν ἐκδοχῶν τύπος μοι εἶναι φαίνεται τῆς ἐκκλησίας, τῷ ἐκ λίθων ζώντων οἰκοδομεῖσθαι αὐτήν, οἶκον πνευματικὸν εἰς ἱεράτευμα ἅγιον γινομένην, ἐποικοδομου μένην «ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου Χριστοῦ Ἰησοῦ», χρηματίζουσαν «ναόν». 10.35.229 ∆ιὰ δὲ τοῦ «Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους», κἂν λύεσθαι δὲ ἡ τῶν λίθων τοῦ ναοῦ ἁρμονία δοκῇ <ἢ> διασκορπίζεσθαι, ὡς ἐν εἰκοστῷ πρώτῳ ψαλμῷ γέγραπ ται, πάντα τὰ ὀστᾶ τοῦ Χριστοῦ ὑπὸ τῶν ἐν διωγμοῖς καὶ θλί ψεσιν ἐπιβουλῶν ἀπὸ τῶν προσπολεμούντων τῇ ἑνότητι τοῦ ναοῦ ἐν διωγμοῖς, ἐγερθήσεται ὁ ναὸς καὶ ἀναστήσεται τὸ σῶμα τῇ τρίτῃ ἡμέρᾳ μετὰ τὴν ἐνεστηκυῖαν ἐν αὐτῷ κακίας ἡμέραν καὶ τὴν μετὰ ταύτην τῆς συντελείας· τρίτη γὰρ ἐν τῷ καινῷ οὐρανῷ καὶ καινῇ γῇ ἐνστήσεται, ὅτε τὰ ὀστᾶ ταῦτα, πᾶς οἶκος Ἰσραήλ, ἐν τῇ μεγάλῃ κυριακῇ ἐγερθήσεται τοῦ θανά του νενικημένου· ὥστε καὶ τὴν γενομένην ἀνάστασιν τοῦ Χριστοῦ ἀπὸ τοῦ κατὰ τὸν σταυρὸν πάθους περιέχειν μυστή ριον τῆς ἀναστάσεως τοῦ παντὸς Χριστοῦ σώματος. 10.35.230 Ὥσπερ δὲ ἐκεῖνο τὸ αἰσθητὸν τοῦ Ἰησοῦ σῶμα ἐσταύρωται καὶ τέθαπται καὶ μετὰ τοῦτο ἐγήγερται, οὕτως τὸ ὅλον τῶν ἁγίων Χριστοῦ σῶμα Χριστῷ συνεσταύρωται καὶ νῦν οὐκέτι ζῇ· ἕκαστος γὰρ τῶν ὡς Παῦλος ἐν οὐδενὶ ἄλλῳ καυχᾶται ἢ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Χριστοῦ Ἰησοῦ, δι' οὗ αὐτὸς κόσμῳ ἐσταύρωται καὶ κόσμος αὐτῷ. 10.35.231 Οὐ μόνον οὖν Χριστῷ συνεσταύρωται καὶ κόσμῳ ἐσταύρωται, ἀλλὰ καὶ Χριστῷ συνθάπτεται· «Συνετάφημεν, γάρ φησι, τῷ Χριστῷ», ὁ Παῦλος. 10.35.232 Καὶ ὡσπερεὶ ἔν τινι ἀρραβῶνι ἀναστάσεως γενόμενος λέγει τὸ «Συνανέστημεν αὐτῷ»· ἐπεὶ ἐν καινότητι ζωῆς τινι περιπατεῖ, ὡς κατὰ τὴν ἐλπιζομένην μακαρίαν καὶ τελείαν ἀνάστασιν μηδέπω ἀναστάς. Ἤτοι οὖν νῦν μὲν ἐσταύρωται, μετὰ δὲ ταῦτα θάπτεται, ἢ νῦν <μὲν> θάπτεται ἀρθεὶς ἀπὸ τοῦ σταυροῦ, ποτὲ δέ, καθὸ νῦν τέθαπται, ἀναστήσεται. 10.36.233 Μέγα δέ ἐστιν τὸ τῆς ἀναστάσεως καὶ δυσθεώρητον τοῖς πολλοῖς ἡμῶν μυστήριον, ὅπερ καὶ ἐν ἄλλοις πολλοῖς λέγεται τῶν γραφῶν τόποις, οὐχ ἧττον καὶ ἐν τῷ Ἐζεκιὴλ διὰ τούτων ἀπαγγέλλεται· «Καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ κυρίου καὶ ἐξήγαγέν με ἐν πνεύματι κυρίου καὶ ἔθηκέν με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστῶν ἀνθρω πίνων. Καὶ περιήγαγέν με ἐπ' αὐτὰ κύκλοθεν κύκλῳ, καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, καὶ ἰδού, ξηρὰ σφόδρα. Καὶ εἶπεν πρὸς μέ· Υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστᾶ ταῦτα; Καὶ εἶπα· Κύριε, κύριε σὺ ἐπίστῃ ταῦτα. Καὶ εἶπεν πρὸς μέ· Προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα, καὶ ἐρεῖς αὐτοῖς· Τὰ ὀστᾶ τὰ ξηρά, ἀκούσατε λόγον κυρίου.» 10.36.234 Καὶ μετ' ὀλίγα· «Καὶ ἐλάλησεν κύριος πρὸς μὲ λέγων· Υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος Ἰσραήλ ἐστιν. Καὶ αὐτοὶ λέγουσιν· Ξηρὰ γέγονεν τὰ ὀστᾶ ἡμῶν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπε φωνήκαμεν.» 10.36.235 Ποίοις γὰρ ὀστοῖς λέγεται· «Ἀκούσατε λόγον κυρίου», ὡς αἰσθανομένοις λόγου κυρίου, ἅτε οὖσιν οἴκῳ Ἰσραὴλ ἢ τῷ Χριστοῦ σώματι, περὶ οὗ ἔλεγεν ὁ κύριος· «∆ιεσκορπίσθη πάντα τὰ ὀστᾶ μου» τῶν σωματικῶν ὀστέων αὐτοῦ μὴ διασκεδασθέντων, ἀλλὰ μηδὲ συντριβέντος τινὸς ἐξ αὐτῶν; 10.36.236 Ὅτε δὲ γίνεται αὕτη ἡ ἀνάστασις τοῦ ἀληθινοῦ καὶ τελειοτέρου Χριστοῦ σώματος, τότε τὰ μέλη τοῦ Χριστοῦ τὰ νῦν, ὡς πρὸς τὸ μέλλον, ξηρὰ ὀστᾶ συναχθήσεται, ὀστοῦν πρὸς ὀστοῦν καὶ ἁρμονία πρὸς ἁρμονίαν, οὐδενὸς τῶν ἐστε ρημένων ἁρμονίας καταντήσοντος εἰς τὸν τέλειον ἄνδρα, «εἰς τὸ μέτρον τῆς ἡλικίας τοῦ πληρώματος» τοῦ σώματος «τοῦ Χριστοῦ». 10.36.237 Καὶ τότε τὰ πολλὰ μέλη τὸ ἓν ἔσται σῶμα, πάντων τῶν τοῦ