παρασιωπήσῃς ἀπ' ἐμοῦ, φησὶν ὁ ∆αυῒδ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀνὴρ παράνομος παρασιωπηθήσεται ὑπὸ τοῦ Θεοῦ, τουτέστι μισηθήσεται, καὶ οὐκ ἐλεηθήσεται, ὅταν τὰ γέρα τοῖς τὴν χάριν τῆς ἐνσάρκου οἰκονομίας αὐτοῦ δεξαμένοις, ἀπονέμῃ, καθά φησιν ἐν Εὐαγγελίοις, Καὶ χάριν ἀντὶ χάριτος. Πλοῦτος ἀσεβῶν κακία. Οἱ δὲ δίκαιοι ἐξαναλώσου σιν αὐτοὺς, δηλονότι διὰ τῆς ἀγαθῆς διδασκαλίας· τοίνυν καὶ ἐν τῷ μέλλοντι αἰῶνι ἐπάνω πεντεκαίδεκα πόλεων γενόμενοι· τὴν γὰρ κληροδοσίαν τὴν οὐράνιον ἣν ἤμελλον ἀπολαβεῖν οἱ ἀσεβείᾳ αὑτοὺς ἐκδώσαντες, ταύτην κληρονομήσουσι δίκαιοι, καθὰ καὶ Παῦλός φη 17.193 σιν· Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητόν σου καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας Θεοῦ. Ὁ δὲ ἀγαθὸς κληροδοτῆσαι ποιήσει τοὺς ὡς υἱοὺς πατρὶ πειθομένους αὐτῷ, καὶ τοὺς ἐκείνῳ υἱοθετή σει τὴν τῶν οὐρανῶν βασιλείαν. Ὥσπερ ἀήττητά εἰσι, καθάπερ τὰ ὅπλα τὴν ἀσφά λειαν περιποιεῖ· οὐδὲν γὰρ πονηρὸν ἀντιστήσεται τῇ σοφίᾳ, διότι ὅπλον ἐστὶν ἀκαταμάχητον· μόνην γὰρ πρὸς ταύτην ἀδυνατοῦσιν οἱ δαίμονες· τῷ δὲ ἄφρονι τά τε ὁρατὰ καὶ ἀσώματα πάντα ἐναντία. Οἰκίας ἐνταῦθα τὰ σώματα λέγει· οἰκίαι γάρ εἰσι τῶν ψυχῶν· ὀφείλονται δὲ παρὰ τῶν τὴν θεοσέβειαν εἰδότων καὶ τὴν θεωρητικὴν γνῶσιν, οἱ παράνομοι τὴν θεογνωσίαν μαθεῖν οὐ μόνον, ἀλλὰ καὶ πᾶσαν τῶν ζωοποιῶν ἐντολῶν· ἵνα καθαροὶ γενόμενοι, ἴδωσι τὸν Θεὸν τοῖς νοεροῖς ὀφθαλμοῖς· τοῦτο γάρ ἐστι τὸ μακά ριον τέλος, ὅπερ πάσῃ φύσει λογικῇ τετήρηται· αἱ δὲ οἰκίαι τῶν δικαίων ἕτοιμαί εἰσιν εἰς δοχὴν πάντων, ὡς κελεύει ὁ Κύριος. ∆ιανοήματα νῦν εἶπεν τὰς θείας ὁράσεις καὶ τὰς ἕξεις τῶν ἀρετῶν, ἅσπερ ταῖς ὁδοῖς νοῦ θρασυκαρδίου ἀντέθεικεν· Ἀπὸ γὰρ τοῦ περισσεύματος τῆς καρ δίας λαλεῖ τὰ χείλη, εἶπεν ὁ Κύριος· οὐ γὰρ κακο ποιῆσαι, ἀλλ' ἀγαθοποιῆσαι ὁ ἀγαθὸς ἀνὴρ διανοεῖται· ὁ δὲ θρασυκάρδιος ὡς ἄφρων πράττων καὶ λέγων, ἐμ πλησθήσεται μαστίγων, καὶ πραγμάτων ἀφαιρέσεως, καὶ τέλος τὴν ψυχὴν αὑτοῦ ἀπολέσει. Ἐλέγχους νῦν τὰς ἐντολὰς εἶπεν· αὗται γὰρ ἡμᾶς ἁμαρτάνοντας ἐλέγχουσιν· οἱ δὲ μισοῦντες αὐτὰς, καὶ τῇ αἰσχρότητι τῶν ἁμαρτιῶν συναποθνήσκοντες, σὺν τῷ πονηρῷ αὐτῶν ἐφευρετῇ πονηρῶς τακήσονται· ὑπὸ δὲ τῶν παριόντων τὴν κακίαν, γνωρίζεται τῆς ἀναμαρτησίας ἡ παιδεία τοῦ ἀκάκου. Ἡσυχία ἐστὶν ἀποχὴ κακίας ἐμπράκτου καὶ ὁρά σεων, ἣν οἱ ἀγαθοὶ ἡσυχάζουσιν· οἱ δὲ τοῦ νοὸς καὶ σώματος ὀφθαλμοὶ τῶν κακῶν, πάντα τὸν χρόνον ἐπι νοοῦνται κακά. Ὁ δὲ συνετὸς οὐκ ἔστιν ἐν ᾅδου τοῦ τῶν ἁμαρτω λῶν· ὁδοὶ ζωῆς, διανοήματα θείων λόγων καὶ ἔργων· ὁ δὲ συνετὸς ἀεὶ ταῦτα ποιεῖ καὶ διδάσκει, ἵνα σὺν τοῖς μαθητιῶσιν ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ. Οἱ τὰς ἐντολὰς αὐτοῦ μὴ πράττοντες, ἐχθροὶ αὐτοῦ εἰσιν· φίλοι δὲ αὐτοῦ γίνονται ἐπὰν τοῖς δικαίοις προσδράμωσιν, ἐξομολογούμενοι τὰς πράξεις αὑτῶν τὰς πονηράς· ἐξ ὧν ἐναχθέντες ὡς ἐκεῖνοι τὰς ζωοποιοὺς ὁδοὺς πορεύσονται· Παύλου κηρύξαντος, Οἵ ποτε ὄντες ἐχθροὶ, κατηλλάγησαν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ· προσεκτέον ὅτι πάντες οἱ ἐχθροὶ, διὰ τῶν δικαίων φίλοι γίνονται· ἵνα καὶ πᾶσιν εἴπῃ Χριστός· Οὐκέτι ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους. 17.196 Πάλιν κἀκεῖ τῆς σοφίας χρεία, ἵνα ἐξιλάσηται· ἢ ὁ τοὺς περὶ κολάσεως ἐπιστάμενος λόγους ἄγγελος, θυμὸς τοῦ Θεοῦ λέγεται. Ὁ δὲ σοφὸς ἐν θείοις ἔργοις καὶ λόγοις, ὡς ὁμόφρων αὐτῷ ὢν, οὐ πτοηθήσεται αὐτόν. Νοσσιαὶ σοφίας εἰσὶν αἱ Ἐκκλησίαι, ἢ αἱ ἐν τῷ οὐ ρανῷ σκηναί· σοφία δὲ, Ἰησοῦς Χριστὸς, ὁ τοῦ Θεοῦ Υἱός ἐστιν. Νοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον, αἱ πρακτικαὶ ἀρεταί· δικαιοσύνη, γνῶσις, σοφία, σωφροσύνη, ἀνδρεία, μακροθυμία, ἀνεξικα κία, ἀοργησία, ἐλεημοσύνη, πίστις σὺν ἐλπίδι καὶ ἀγάπῃ· δι' ἃς ὡς κλίμακος βαθμίδας, εἰς τὰς τῆς σο φίας σκηνὰς εἰσιέναι ἀκώλυτον τοὺς ἀνιέναι καὶ οἰκῆσαι βουλομένους. Παιδείαν λέγει φόβου Θεοῦ, νηστείαν, ἐγκράτειαν, ἀγρυπνίαν, ὕμνον, καὶ τὴν ἐν νόσοις πρὸς δοκιμὴν Θεοῦ ἐπερχομένην ἡμῖν παιδείαν. Ἐλέγχους λέγει τὰς ἐντολὰς τοῦ Θεοῦ· αὗται γὰρ ἡμᾶς ἐλέγχουσιν