ταύ τῃ τῶν στοιχείων δεσπότης, ωστε καὶ νύκτα κατὰ τὸ μέσον ἐπαγεῖν τῆς ἡμέρας, ἀποδέ δεικται. 18.6 ̓Εν τῷ ἡλίῳ εθετο τὸ σκήνωμα αὐ τοῦ, καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ. ̓Αθανασίου. Παστὸν τὴν Παρθένον ἐκά λεσεν, ἐξ ης ὁ νυμφίος Χριστὸς ἐπορεύετο, παντὸς ῥύπου καθαρὸς, ἀπὸ καθαρᾶς παστά δος προερχόμενος. Παστὰς δὲ τοῦ Χριστοῦ ἡ ἁγία Παρθένος, ἐπειδὴ χωρὶς ἀνδρὸς τε κοῦσα, νυμφίον εσχεν εἰκότως τὸν τικτόμε νον αὐτὸν, ἀοράτῳ δυνάμει τὸν τόκον ἐνερ γήσαντα. -Γίγας ἑρμηνεύεται ἐπιπίπτων, λαμβάνεται δὲ εἰς τὸν Κύριον· αὐτὸς γὰρ ἠγαλλιάσατο κατὰ τὸν καιρὸν τῆς οἰκονο μίας, τὴν ἡμετέραν σωτηρίαν πραγματευό μενος, καὶ ἐπέπεσε ταῖς δαιμονικαῖς φά λαγξι, καταργήσας αὐτῶν καθ' ἡμῶν δυ ναστείαν. ̔Οδὸν δὲ τὴν τοῦ Κυρίου ἐνανθρώ πησιν νόησον, ἐν ῃ καθάπερ γίγας διὰ τὴν ἰσχὺν τὴν ἐν τῷ σταυρῷ καὶ τῷ θανάτῳ πε πραγμένην ἀγαλλιώμενος ετρεχεν. ̓Αρτίως ἠγαλλιάσατο ἐν τῷ εὐαγγελίῳ διὰ τὴν ευ ρεσιν τοῦ ἑνὸς προβάτου. Ειασε γὰρ τὰ ἐν νενήκοντα ἐννέα πρόβατα τὰ μὴ πλανη θέντα, τουτέστι τὰς ἀγγελικὰς δυνάμεις, ἐπὶ τὰ ορη, τουτέστιν ἐν τοῖς οὐρανοῖς, καὶ ηλ θεν ἐπὶ τὸ πεπλανημένον πρόβατον, καὶ εὑ ρὼν αὐτὸ ἠγαλλιάσατο· η εδραμε τὴν ἐπ' οὐ ρανοὺς ὁδὸν ἀγαλλιῶν, ειτε ἀπὸ γῆς εἰς τὰ καταχθόνια εδραμε. 18.8 ̔Ο νόμος τοῦ Κυρίου αμωμος, ἐπισ τρέφων ψυχάς. ̓Ωρ. Ζητητέον πότερον ἀπὸ κακίας ἐπι στρέψειεν ἐπὶ τὴν ἀρετὴν, η ἀπὸ τῶν αἰσθη τῶν ἐπὶ τὰ νοητά· καὶ τάχα τὸ δεύτερον· τὸ γὰρ πρότερον, ἡ ἐντολὴ πέφυκεν ποιεῖν νό μον, τὸν εὐαγγελικὸν δηλονότι, ὡς ηδη δὲ ἀπὸ τῶν προειρημένων στοιχείων παιδαγω γηθέντες οἱ ἐξ ἐθνῶν, ενα ειναι τὸν δημιουρ γὸν, διδάσκονται λοιπὸν καὶ τὸν εὐαγγελικὸν νόμον, ὡς καὶ ἐπέστρεψε τῶν ἐθνῶν ἁπάντων τὰς ψυχὰς εἰς τὴν ἀλήθειαν. -∆ιὰ τὴν ἐνάπειρον περὶ ἡμᾶς ἀγάπην αὐτοῦ, ουτε πόρνον, ουτε λῃστὴν παρατρέχει, τοὺς αγαν αὐτοῦ φυγόντας τὴν ἀγάπην, καὶ εἰς τὰ εσχατα τῆς ἁμαρτίας φθάσαντας. 18.10 Τὰ κρίματα Κυρίου ἀληθινὰ, δε δικαιωμένα ἐπὶ τὸ αὐτό. ̓Αναγκαῖον τοῖς δύο στίχοις τοῖς προτέ ροις τὸν τρίτον προσέθηκε· τὰ γὰρ τοῦ Θεοῦ κρίματα, τοῖς μὲν ἁμαρτάνουσι καὶ παρα βάταις φοβερὰ καὶ ἀποζητητέα καθέστηκεν· τοῖς δὲ ἐργαζομένοις τοῦ Θεοῦ τὸν νόμον καὶ φυλάττουσι παντὸς πλούτου τιμιώτερα, διὰ τὴν ἐλπίδα τῆς ἀμοιβῆς, ἀλλὰ μὴν καὶ πάσης ἡδονῆς γλυκύτερα φαίνεται. 18.12 Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή. Σαφῶς ἡμῖν καὶ τοῦτο δεδήλωται ἐν τῷ προλαβόντι ψαλμῷ, ἀληθινὰ καὶ δίκαια παρὰ τοῦ ἀληθοῦς Θεοῦ καὶ δικαιοκρίτου δεδι καιωμένα λέγεται· ἐπὶ τὸ αὐτὸ δέ ἐστιν κατὰ τὸν αὐτὸν λόγον· ῳ γὰρ λόγῳ ἐστιν ἀληθῆ, τούτῳ τυγχάνει καὶ δίκαια. -Εἰ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ὁ μὴ φυλάσσων, οὐ δοῦ λός σου. Φυλάσσει δὲ τὰ ἐπιθυμητὰ τοῦ Θεοῦ, ὁ ἐπιθυμῶν οὐκ αλλο τι η αὐτά· διὸ εχει ἀνταπόδοσιν τῶν ἐπὶ Θεοῦ μελλομένων πολλήν. 18.13,14 Παραπτώματα τίς συνήσει; ἐκ τῶν κρυφίων μου καθάρισόν με, καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου. ̔Ο δὲ ̓Ακύλας τὸ ἀλλοτρίων ὑπερηφάνων ἐξέδωκεν. ̓Επὶ γὰρ τοῖς κατορθοῦσι τὸ πά θος, ἐσθ' οτε τοῦτο παρέπεται, χαυνουμένης ἐπὶ τοῦτο τῆς διανοίας· καὶ δι' ἑτέρου πάλιν ἐκτραχηλίζονται τρόπου, ὁποῖον τὸ ἀποσ τολικὸν, ινα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου, ἀναγκαίως προειπών· Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ἱκετεύει ῥυσ θῆναι τῆς ὑπερηφανείας· ἀφ' ης ἁμαρτίας ουσης μεγάλης καθαρισθεὶς, αμωμος εσομαι ἐξ ὑπερηφανείας, αμα καὶ τῶν κρυφίων κα θαρισθείς· νῦν γὰρ ουπω θαῤῥῶ. 19.3,4 ̓Εξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντελάβοιτό σου· μνησ θείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. ̔Ρυσθήσει, φησὶν, εὐχαριστικῶς αὐτῷ προσάγων θυσίαν πνευματικήν· τὸ πάσης πλῆθος ἐμφαίνει· ὀλίγης γὰρ οὐ μίμνηται. - Πιαίνεται δὲ ὁλοκαύτωμα, οταν ολῳ τῷ νοητῷ πυρὶ παραδοθῇ, τῷ πνεύματι· εσται δὲ τοῦτο, οταν οἱ προσφέροντες πνευματικοὶ τυγχάνωσιν. 19.8 Ουτοι ἐν αρμασι