Σο λομῶντος, νῦν δὲ ξύλον πεφυτευμένον «παρὰ τὰς διεξ όδους τῶν ὑδάτων,» ὄντων λόγων διεξοδικῶν, ἢ νόμῳ διαλεκτικῷ διαιρετῶν· οὗ ξύλου καρποὶ μὲν τὰ προη γούμενα δόγματα, φύλλα δὲ αἱ λέξεις καὶ τὰ ῥητά. Τοῦ αὐτοῦ. Βουλὴ ἀσεβῶν ἐστι λογισμὸς ἐμπαθὴς αἰσθητοῖς πράγμασι τὸν νοῦν προσδεσμῶν. Οὐκ εἶπε δὲ, «ἄνθρωπος,» ἀλλ' «ἀνὴρ,» ὅτι πρὸς ἀγῶνας καὶ πάλας καὶ μάχας τὰς ὑπὲρ ἀρετῆς καλεῖ· καὶ βούλε ται καὶ τὰς γυναῖκας ἀῤῥενώπους καὶ ἀνδρείας εἶναι. Μακαριότης δὲ, ψυχῆς ἀπάθεια μετὰ γνώσεως τῶν ὄντων ἀληθοῦς. Καθέδρα λοιμῶν ἐστι λογικῆς ψυχῆς ἕξις χειρίστη, καθ' ἣν καὶ τοὺς ἄλλους διδάσκει· καὶ νομικοὶ, οἳ καὶ κληθεῖεν ἂν ἀσεβεῖς καὶ λοιμοὶ, καὶ ἁμαρτωλοί. Καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέ δρᾳ λοιμῶν οὐκ ἐκάθισεν, κ. τ. ἑ. Γενικῶς τρία ἐστίν· ἤτοι γὰρ τὴν ἀρχὴν οὐδὲ ἐπαγγέλλεταί τις ἀλήθειαν, ἀλλ' ὡς ἔτυχεν, ἑαυτὸν ἐκδοὺς τοῖς μα ταίοις καὶ ἀνεξετάστοις πάντη διαλογισμοῖς τῆς καρ δίας αὐτοῦ, δίκην ἀλόγου βοσκήματος φέρεται, οὐχ ἑστηκὼς, οὐδ' ἐπερειδόμενός τινι, καὶ διὰ τοῦτο οὐ καθιζόμενος, ὅστις πορεύεσθαι λέγεται ἐν τῇ βουλῇ τῶν ἀσεβῶν. Ἐν οἷς βουλεύονται οἱ ἀσεβεῖς, οὐ μετὰ δο κούσης σκέψεως προσέρχονται, ὅσα νομίζεται τοῖς ἀπαιδεύτοις καλὰ, θηρεύοντες. Ἢ ἐν τῇ ἀληθείᾳ δο κῶν ἑστάναι, οὐ κατὰ τὴν ἀληθῆ διδασκαλίαν βιοὺς, ἁμαρτωλὸς μετὰ ἁμαρτωλῶν ἐστιν, ζητῶν τῶν νο μιζομένων ἐν ἀληθείᾳ εἶναι τοὺς χείρονας, καὶ διὰ τοῦτο ἐν ὁδῷ αὐτῶν ἑστηκώς. Ἢ κατὰ τὸ τρίτον τῶν ἐν τῇ προκειμένῃ λέξει τῆς Γραφῆς, ἐν ψευδέσι τισὶ δόγμασι ταῦτα ὑπολαμβάνων εἶναι τἀληθῆ, φησὶν ἀναπεπαῦσθαι, καὶ οὐκέτι χρῄζειν πορείας ἢ στάσεως, σχῆμά τι περιεχούσης τοῦ μηδεπώποτε πεπληροφο ρημένου περὶ τῶν Γραμμάτων. Καὶ οὗτος ἐπανα παυόμενος τῇ καθέδρᾳ τῶν λυμαινομένων καθέζεται. 12.1088 Καθ' ὧν δὲ ἡ «λοιμὸς» προσηγορία, κατὰ τούτων καὶ ἡ «χλευαστὴς» οὐκ ἀσκόπως παρὰ τοῖς ἑτέροις εἴρη ται. Χλευάζουσι γὰρ τοὺς λοιποὺς, καὶ μάλιστα τοὺς κατὰ τὸν ὑγιῆ λόγον πεπιστευκότας οἱ ἐν ἑαυτοῖς σοφοὶ, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες. Ἀλλ' ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυ κτὸς, κ. τ. ἑ. Μελετᾷ τὸν νόμον Κυρίου ἡμέρας καὶ νυκτὸς, οὐχ ὁ τὰς λέξεις τοῦ νόμου χωρὶς τῶν κατ' αὐτὰς ἔργων εἰς τὸ μνημονεῦσαι ἀναλαμβάνων, ἀλλὰ καὶ ὁ ἐπὶ τὰ κατάλληλα ἔργα ἐρχόμενος μεμελετηκὼς αὐτῶν, ἕως διὰ τῆς συνεχοῦς τῶν κατὰ τὸν νόμον ἔρ γων μελέτης γένηται εὐχερὴς, ἀποδιδοὺς πάντα τὰ ἐπιβάλλοντα τῷ κατὰ τὸν νόμον τελείως βιοῦντι. Οὕ τως γὰρ ἔσται δυνατὸν τὸ δι' ὅλης τῆς ἡμέρας καὶ νυκτὸς μελετᾷν τὸν τοῦ Θεοῦ νόμον. Εἴτε γὰρ ἐσθίει, εἴτε πίνει, εἴτε πᾶν ὁτιοῦν πράττει κατὰ τὸ λεγόμε νον παρὰ τῷ θείῳ Ἀποστόλῳ, πάντα εἰς δόξαν Θεοῦ ποιεῖ ὁ τοιοῦτος· ὥστε καὶ ἐν τῷ τοῦ ὕπνου καιρῷ κατὰ τὸ δέον γινομένου τῆς προσοχῆς καὶ ἐπὶ τοῦτον φθανούσης, καὶ ἐπὶ τὰς φαντασίας τὰς ἐν αὐτῷ. ∆ιὰ τούτου λύεται καὶ τὰ παρὰ τῷ Ἀποστόλῳ ἀπορούμενα λέγοντι· «Ἀδιαλείπτως προσεύχεσθε.» Πῶς γὰρ κοιμώμενός τις εὔξεται, καὶ πράττων τι τῶν εἰς ἀν θρώπους καθηκόντων, ἢ τὸ ἑαυτοῦ σῶμα θεραπεύων; Ἀλλὰ καὶ ἐπὶ τούτου φαμέν· ὅτι κέκραγε πρὸς Θεὸν, καὶ αἰτεῖ αὐτὸν τὰ κάλλιστα προκαλούμενος ἐπὶ τὸ παρασχεῖν ὁ τέλειος, πάντα κατὰ τὸν λόγον ποιῶν, ὥστε πᾶσαν αὐτοῦ πρᾶξιν εὐχὴν εἶναι. Ὥσπερ δὲ ἐπὶ τοῦ μελετᾷν τὸν νόμον οὐκ ἀμελητέον τοῦ αὐτοῦ τοῦ ἰδικοῦ, οὕτως οὐκ ἀμελητέον αὐτοῦ τοῦ ἰδικῶς εὔχεσθαι, ἐπεὶ μελετᾷν ἐστι καὶ εὔχεσθαι πράττειν ὁτιοῦν κατὰ τὸν νόμον Κυρίου. Ἐπιστήσει δέ τις εἰ κατὰ νόμους ἀναγωγῆς ἡμέρα μὲν δύναται λέγεσθαι ἡ ἀπερίστατος ἡμῶν κατάστασις, νὺξ δὲ ἡ περιστατι κὴ διὰ τὸ σκυθρωπότερον. ∆εῖ δὲ ἐν τῷ νόμῳ πειρᾶ σθαι εἶναι οὐ μόνον ὅτε τὰ ἔξωθεν ἡμῖν οὐκ ἀντι πράττει, ἀλλὰ καὶ ὅτε τοῖς καλουμένοις πειρασμοῖς περιπίπτομεν. Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ· καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται· καὶ πάντα ὅσα ἂν ποιῇ, κατευο δωθήσεται, κ. τ. ἑ. Μετὰ ταῦτα παραληψώμεθα τὸ παρὰ τοῦ Ἀκύλα λεγόμενον,