τελειωθέντων· καὶ τοῖς μὲν ἤρεσκεν οὗτος, τοῖς δὲ ἐκεῖνος. Φιλονεικίας οὖν ἐμπεσούσης τῇ ἀδελφότητι ἐπὶ τοῖς ἐπαίνοις, ἀπέρχονται πρὸς τὸν μακά ριον Παμβὼ καὶ ἀνατίθενται αὐτῷ τὴν ἐπίκρισιν, ἀξιοῦντες μαθεῖν τὴν μείζονα πολιτείαν. Ὁ δὲ λέγει αὐτοῖς· "Ἀμφότεροί εἰσι τέλειοι· ὁ μὲν γὰρ Ἀβραμιαῖον ἐπεδείξατο ἔργον, ὁ δὲ τοῦ Ἠλία". 14.5 Τῶν μὲν οὖν λεγόντων· "Τῶν ποδῶν σου, πῶς δυνατὸν εἶναι αὐτοὺς ἴσους;" καὶ προτιμώντων τὸν ἀσκητὴν καὶ λεγόντων ὅτι "Εὐαγγελικὸν πεποίηκε πρᾶγμα, πάντα πωλήσας καὶ δοὺς πτωχοῖς, καὶ καθ' ὥραν καὶ καθ' ἡμέραν καὶ κατὰ νύκτα τὸν σταυρὸν βαστάζων, καὶ ἀκολουθῶν τῷ σωτῆρι καὶ ταῖς προσευχαῖς". τῶν δὲ ἀντιφιλονεικούντων καὶ λεγόντων ὅτι "Οὗτος τοσαῦτα ἐνεδείξατο τοῖς δεομένοις, ὡς καὶ εἰς τὰς λεωφόρους καθῆσθαι καὶ τοὺς θλιβομένους συνάγειν· καὶ οὐ μόνον τὴν ἰδίαν ψυχὴν ἀνέπαυσεν ἀλλὰ καὶ ἄλλων πολλῶν, καὶ νοσοκομῶν καὶ ἐπικουρῶν". 14.6 Λέγει αὐτοῖς ὁ μακάριος Παμβώ· "Πάλιν ὑμῖν ἐρῶ· ἀμφότεροι ἴσοι εἰσίν· ἕκαστον δὲ ὑμῶν πληροφορῶ ὅτι οὗτος, εἰ μὴ ἤσκει τοσοῦτον, ἄξιος οὐκ ἐγένετο τῆς ἐκείνου ἀγαθότητος συγκριθῆναι· ἐκεῖνος πάλιν ἀναπαύων τοὺς ξένους καὶ συναν επαύετο, καὶ εἰ καὶ ἐδόκει τὸ ἐκ κόπου ἔχειν φορτίον, ἀλλὰ καὶ τὴν παρ' αὐτὰ εἶχεν ἀνάπαυσιν. Ἐκδέξασθε δὲ ἵνα καὶ παρὰ θεοῦ δέξωμαι τὴν ἀποκάλυψιν, καὶ μετὰ ταῦτα ἐλθόντες μαθήσεσθε". Ἐλθόντες οὖν μετὰ ἡμέρας πάλιν παρεκάλεσαν αὐτόν, καὶ λέγει αὐτοῖς ὡς ἐπὶ θεοῦ· "Ἀμφο τέρους ἅμα εἶδον ἑστῶτας ἐν τῷ παραδείσῳ". 15 .tΠερὶ Μακαρίου τοῦ νεωτέρου 15.1 Νεώτερός τις ὀνόματι Μακάριος, ὡς ἐτῶν δεκα οκτώ, ἐν τῷ παίζειν μετὰ τῶν συνηλικιωτῶν παρὰ τὴν λίμνην τὴν λεγομένην Μαρίαν, τετράποδα νέμων, ἀκούσιον εἰργάσατο φόνον. Καὶ μηδενὶ μηδὲν εἰρηκὼς καταλαμβάνει τὴν ἔρημον, καὶ εἰς τοσοῦτον ἤλασε φόβον θεῖόν τε καὶ ἀνθρώπινον, ὡς ἀναισθητῆσαι αὐτὸν καὶ ἐπὶ τριετίαν ἄστεγον μεῖναι ἐν τῇ ἐρήμῳ. Ἄβροχος δὲ ὑπάρχει ἡ γῆ τούτοις, καὶ τοῦτο ἴσασι πάντες, καὶ οἱ διὰ λόγων γενό μενοι καὶ οἱ διὰ πείρας. 15.2 Οὗτος ὕστερον ᾠκοδόμησε κέλλαν ἑαυτῷ· καὶ ζήσας ἄλλα εἰκοσιπέντε ἔτη ἐν τῷ κελλίῳ ἐκείνῳ χαρίσματος ἠξιώθη καταπτύειν δαιμόνων, ἐντρυφῶν τῇ μονότητι. Τούτῳ πολλὰ συγχρονίσας ἠρώτων πῶς αὐτοῦ διάκειται ὁ λογισμὸς ἐπὶ τῇ τοῦ φόνου ἁμαρτίᾳ· ὃς τοσοῦτον ἔλεγεν ἀπέχειν λύπης ὡς καὶ προσευχαριστεῖν ἐπὶ τῷ φόνῳ· γεγένηται γὰρ αὐτῷ ὑπόθεσις σωτηρίας ὁ ἀκούσιος φόνος. 15.3 Ἔλεγε δὲ ἀπὸ γραφῶν φέρων τὴν μαρτυρίαν ὅτι οὐκ ἂν Μωσῆς ἠξιοῦτο τῆς θεϊκῆς ὀπτασίας καὶ τῆς τοσαύτης δωρεᾶς καὶ τῆς συγγραφῆς τῶν ἁγίων λόγων, εἰ μὴ φόβῳ τοῦ Φαραὼ διὰ τὸν φόνον ὃν ἔδρασεν ἐν τῇ Αἰγύπτῳ κατειλήφει τὸ ὄρος τὸ Σινᾶ. Ταῦτα δὲ λέγω οὐχ ὁδοποιῶν εἰς φόνον, δεικνύων δὲ ὅτι εἰσὶ καὶ περιστατικαὶ ἀρεταί, ὅταν μὴ ἑκουσίως τις τῷ ἀγαθῷ προσέλθῃ· τῶν γὰρ ἀρετῶν αἱ μέν εἰσι προαιρετικαί, αἱ δὲ περιστατικαί. 16 .tΠερὶ Ναθαναήλ 16.1 Γέγονεν ἄλλος τις τῶν παλαιῶν ὀνόματι Ναθα ναήλ. Τοῦτον ἐγὼ ζῶντα μὲν οὐ κατείληφα· κεκοίμητο γὰρ πρὸ τῆς ἐμῆς εἰσόδου πρὸ ἐτῶν δεκαπέντε· τοῖς δὲ συνασκή σασιν αὐτῷ καὶ συγχρονίσασι περιτυχὼν ἐφιλοπραγμόνουν τοῦ ἀνδρὸς τὴν ἀρετήν· ἔδειξαν δέ μοι αὐτοῦ καὶ τὴν κέλλαν, εἰς ἣν ᾤκει μὲν οὐκέτι οὐδεὶς διὰ τὸ ἐγγυτέρω αὐτὴν εἶναι τῆς οἰκουμένης· ἐκεῖνος γὰρ τότε αὐτὴν ἔκτισεν ὅτε σπάνιοι ἦσαν οἱ ἀναχωρηταί. ∆ιηγοῦντο οὖν τοῦτο περὶ αὐτοῦ ἐξαιρέτως, ὅτι τοσαύτην ἔσχεν ὑπομονὴν ἐν τῷ κελλίῳ ὡς μὴ σαλευθῆναι τῆς προθέσεως. 16.2 Ἐν οἷς ἐμπαιχθεὶς κατ' ἀρχὰς παρὰ τοῦ πάντας ἐμπαίζοντος καὶ ἀπατῶντος δαίμονος, ἔδοξεν ἀκηδιᾶν εἰς τὴν πρώτην κέλλαν· καὶ ἀπελ θὼν ἄλλην ἔκτισε πλησιώτερον κώμης. Μετὰ οὖν τὸ τελέσαι τὴν κέλλαν καὶ οἰκῆσαι, μετὰ μῆνας τρεῖς ἢ τέσσα ρας παραγίνεται ὁ δαίμων ἐν νυκτί, ταυρέαν κατέχων καθάπερ οἱ δήμιοι, καὶ σχῆμα ἔχων στρατιώτου ῥακοδυ τοῦντος, καὶ ψόφους εἰργάζετο ἐν τῇ ταυρέᾳ. Πρὸς ὃν ἀπεκρίνατο ὁ μακάριος Ναθαναὴλ καὶ ἔλεγε· "Τίς εἶ σὺ ὁ ταῦτα δρῶν ἐν τῇ ἐμῇ ξενίᾳ;" ἀπεκρίνατο ὁ δαίμων· "Ἐγώ εἰμι ὁ ἐξ ἐκείνης τῆς κέλλης ἐλάσας σε· ἦλθον