καταφρονήσασι πλούτου καὶ περιφανείας καὶ γονέων ἅμα καὶ παίδων καὶ αὐτοῦ τοῦ θανάτου. πρὸ δὲ τῆς διδασκαλίας τοῦ Χριστοῦ καὶ τῆς τοῦ Ἰωάννου παρουσίας οὔπω ἦν ἡ βασιλεία τῶν οὐρανῶν ἐπαγγελλομένη φανερῶς, ἀλλ' ἐπαγγελίαι ἦσαν σαρκικαί, τοῦτ' ἔστι γένους πληθυσμὸς καὶ κατ' ἐχθρῶν κράτος καὶ τὰ παραπλήσια. ἀφ' οὗ δὲ ὁ Ἰωάννης ἐπέστη τῷ βαπτίσματι καὶ τὸν ἡμέτερον δεσπότην ἐβάπτισε καὶ τὸ πνεῦμα ἐμαρτύρησε τὸν μονογενῆ τοῦ πατρὸς υἱὸν καὶ αὐτὸς ὁ Χριστὸς κηρύσσειν ἤρξατο τὴν βασιλείαν τῶν οὐρανῶν , ἀπὸ τότε γέγονεν τοῖς ἀνθρώποις ἐπιθυμητὴ καὶ βιαστὴ ἡ βασιλεία τῶν οὐρανῶν. 47 Mt 11, 19 Ἔδει τὰς πόλεις ὀνειδίζειν, ὅτε ἐδικαιώθη ἡ σοφία πάντα ἐκτελέσασα τὰ τῆς σωτηρίας αὐτῶν αἴτια. ἐπεὶ δὲ πάντα ποιήσας οὐκ ἔπεισεν, ἑτέραν τρέπεται ὁδὸν καὶ ταλανίζει αὐτούς, μή πως κἂν διὰ τοῦ ταλανισμοῦ ἑλκύσῃ πρὸς σωτηρίαν αὐτούς. 48 Mt 12, 3 4 Ὁ ∆αβὶδ δίκαιος ἦν ὅτε τοὺς ἄρτους τῆς προθέσεως ἔφαγε, καὶ οἱ ἱερεῖς δὲ δικαιότατοι οἱ δεδωκότες αὐτῷ τοὺς ἄρτους καίπερ οὐκ ἦν δίκαιον ἐσθίειν ἀπ' ἐκείνων τῶν ἄρτων τινά, εἰ μὴ τοὺς ἱερεῖς μόνους. οὗτος δὲ λαβὼν οὐ μόνον ἔφαγεν, ἀλλὰ καὶ τοῖς μετ' αὐτοῦ ἔδωκε. τοῦτο δὲ πολλῷ μεῖζον ἦν ἢ ὅπερ ἐνεκάλουν τοῖς ἀποστόλοις οἱ Ἰουδαῖοι. 49 Mt 12, 28 Ἐπειδὴ τῆς τοῦ θεοῦ βασιλείας ἤτοι τῆς δευτέρας παρουσίας καταλαβούσης ἥ τε ἀμοιβὴ τῶν ἀγαθῶν καὶ ἡ τιμωρία καὶ ἡ κόλασις τῶν φαύλως πολιτευσαμένων ἐπιτελεῖται, εἰς ἐκεῖνον τὸν καιρὸν τὴν ἀντιμισθίαν τῶν ἑκάστῳ πεπραγμένων ταμιευομένου τοῦ θεοῦ δεικνὺς τὸ ἄτοπον αὐτῶν καὶ σφοδρὸν τῆς ἁμαρτίας φησίν· ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ ἀντὶ τοῦ· ὅσον ἐπὶ τῇ ὑπερβολῇ τῆς ἀπονοίας ὑμῶν καὶ μανίας προεκκαλεῖσθε προφθάσαι καὶ βιάζεσθε τὸν τῆς τιμωρίας καὶ κολάσεως καιρόν, ὃς κατὰ τὴν δευτέραν ἀφώρισται παρουσίαν. διὸ καὶ ἀποτόμως ἀποφαινόμενός φησιν· ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ ἤτοι ὁ τῆς κρίσεως καὶ ἀνταποδόσεως καιρός· πῶς γὰρ οὐκ ἂν αὐτοὶ <τοῦ> ἐφ' ἑαυτοὺς τὴν τιμωρίαν καὶ πρὸ καιροῦ ἐκκαλεῖσθαι εἶεν αἴτιοι, οἵ γε τοῦ δεσπότου θαυματουργοῦντος καὶ τὰς νόσους ἰωμένου καὶ τοὺς δαιμονῶντας καθαίροντος καὶ τοὺς δαίμονας ἀπελαύνοντος ἐτόλμησαν εἰπεῖν, ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια · πόσης γὰρ οὐ γέμει τοῦτο θεομαχίας, πόσης ἀπονοίας, πόσης δυσσεβείας καὶ παροινίας· ὕβριζον τὸ πνεῦμα, ᾧ ἐξέβαλλεν τὰ δαιμόνια, καὶ ἡλίκην ὕβριν· εὐεργέτην τῶν ἀνθρώπων τὸν φθορέα καὶ λυμεῶνα τὸν Βεελζεβοὺλ εἰσῆγον. αὐτὸν καθ' ἑαυτοῦ μάχεσθαι τὸν σατανᾶν ἐφαντασιοῦντο, οὕτως ἦσαν τῷ φθόνῳ καὶ τῇ βασκανίᾳ μεμηνότες καὶ βεβακχευμένοι καὶ μηδὲν ὧν λέγουσιν πλὴν τοῦ βλασφημεῖν ἐπιστάμενοι. Ἀποτόμως λέγει, ὅτι ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ, τοῦτ' ἔστιν ὅσον οὔπω λήψεσθε τὴν τῶν ἡμαρτημένων ὑμῖν ἀνταπόδοσιν. 50 Mt 12, 29 Σκεύη αὐτοῦ τοῦτ' ἔστιν τοῦ διαβόλου τοὺς δαίμονας λέγει. διαρπάζονται δὲ οὗτοι, ἐπειδὰν ἀπελαύνωνται καὶ διώκωνται τῶν ἀνθρώπων, οὓς κακοῦν καὶ κολάζειν διὰ παντὸς πεποίηνται σπούδασμα. τοῦ γοῦν σπουδάσματος αὐτῶν εἰς κενὸν διαλυουμένου δηλονότι καὶ τὰ τῆς ἐξουσίας καὶ τυραννίδος τοῦ διαβόλου ἀσθενῆ καὶ σαθρὰ ἀπελέγχεται. ἃ οὐκ ἂν ἐγεγόνει, εἰ μὴ διὰ τῆς οἰκείας ἐπιδημίας ὁ δεσπότης Χριστὸς ἐπ' ἐλέῳ καὶ σωτηρίᾳ τῶν ἀνθρώπων δήσας αὐτὸν καὶ καθελὼν τῆς ἰσχύος καὶ τοὺς αὐτοῦ συνεργοὺς καὶ συναποστάτας εἰς διαρπαγὴν καὶ ἐξουθένημα κατειργάσατο. Σκεύη ἐνταῦθα τοὺς δαίμονας λέγει, οὓς ὁ σωτὴρ ἀπελαύνων καὶ διώκων ἐκ τῶν κατεχομένων ὑπ' αὐτῶν ἁρπάζει. τοῦτο δὲ οὐκ ἂν ἐγένετο, εἰ μὴ ὁ σωτὴρ πρὸς ἡμᾶς παραγέγονεν ἐπὶ σωτηρίᾳ ἡμῶν τὴν ἰσχὺν αὐτῶν καθελών. 51 Mt 12, 43 45 Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου ἐπισυνάψας τοῖς προειρημένοις ἐπὶ κατακρίσει τῆς διαπιστούσης γενεᾶς. τὸ ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα καὶ ἑξῆς τοῦτο δηλοῖ· μὴ νομίσητε, φησίν, ὅτι εἰς μάτην ὑμῖν ἠπείληται ταῦτα. διὰ τῆς μὲν εὐεργετικῆς μου δυνάμεως ἀπηλαύσατε νοσημάτων καὶ δαιμόνων ἀπαλλαγέντες, τῆς δὲ κολαστικῆς καὶ τιμωρητικῆς οὔπω πεῖραν