1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

11

γνωρίσαι τὸ ῥῆμα τῷ βασιλεῖ, καθότι πᾶς βασιλεὺς μέγας καὶ ἄρχων ῥῆμα τοιοῦτον οὐκ ἐπερωτᾷ ἐπαοιδὸν καὶ Χαλδαῖον. (ιαʹ.) Ὅτι ὁ λόγος, ὃν ὁ βασιλεὺς ἐπερωτᾷ, βαρύς· καὶ ἕτερος οὐκ ἔστιν, ὃς ἀπαγγελεῖ αὐτὸν ἐνώπιον τοῦ βασιλέως, ἀλλ' ἢ θεοὶ, ὧν οὐκ ἔστιν ἡ κατοι κία μετὰ πάσης σαρκός." Ὅθεν οὐκ ἐνδέχεται γενέσθαι καθάπερ οἴει. Ἀνθρώπινα, φασὶ, παρ' ἡμῶν ἐπιζήτησον, μὴ τὰ παρὰ τὴν φύσιν· πάντων γὰρ μάλιστα βασιλεῦσιν ἁρμόττει δικαίως τὴν βασι λείαν ἰθύνειν, καὶ τὰ δυνατὰ παρὰ τῶν ὑπηκόων αἰτεῖν· ἃ δὲ νῦν ἀπαιτεῖς, οὐ δικαίως ἀπαιτεῖς· οὐ γάρ ἐστιν ἀνθρώπων τῶν σάρκα περικειμένων ἡ 81.1289 τοιαύτη γνῶσις, ἀλλὰ τῆς ἀσωμάτου φύσεως τῆς ἀκριβῶς ἅπαντα γινωσκούσης. Ταῦτα μὲν οὖν παρὰ τῶν Χαλδαίων ἐῤῥέθη, προῳκονομεῖτο δὲ ἡ τοῦ ∆ανιὴλ ἀνάῤῥησις. Τούτων γὰρ εἰρηκότων, Οὐκ ἔστιν ἀνθρώπων, ἀλλ' ἢ θεῶν, τὸ ταῦτα γινώσκειν, ὁ θεσπέσιος ∆ανιὴλ ἀναμιμνήσκει μὲν τοῦ ἐνυπνίου τὸν βασιλέα, ἀκριβῶς δὲ λίαν καὶ σαφῶς ἑρμηνεύει· διδάσκει δὲ τὸν βασιλέα, ὅτι ἡ τοιαύτη γνῶσις οὐκ ἀνθρώπων ἐστὶ, τῶν ἐπὶ τῆς γῆς ἑρπόντων, οὔτε μὴν θεῶν τῶν οὐκ ὄντων, ἀλλὰ τοῦ τὰ σύμπαντα πεποιηκότος Θεοῦ. Ἀλλὰ τούτων μὲν ἕκαστον ἐν τῷ οἰκείῳ χωρίῳ τὴν ἁρμόττουσαν ἑρμηνείαν δέ ξεται. ιβʹ, ιγʹ. "Τότε, φησὶν, ὁ βασιλεὺς ἐν θυμῷ πολλῷ καὶ ὀργῇ εἶπεν ἀπολέσαι πάντας τοὺς σοφοὺς Βα βυλῶνος. Καὶ τὸ δόγμα ἐξῆλθε, καὶ οἱ σοφοὶ ἀπ εκτείνοντο, καὶ ἐζήτησαν τὸν ∆ανιὴλ καὶ τοὺς φίλους αὐτοῦ ἀνελεῖν." Τυραννικὸν, ἀλλ' οὐ βασιλικὸν τὸ ἐγχείρημα, ἄδικον προφανῶς, καὶ δικαιοσύνης ἔρημον· ἀλαζονεία γὰρ καὶ τῦφος προσλαβὼν ἐξ ουσίαν, ὄλεθρον μηχανᾶται τοῖς ὑπηκόοις Ἰουδαίοις. Ἀλλ' ὁ θειότατος ∆ανιὴλ τὴν ἄδικον ταύτην σφαγὴν θεασάμενος, πυνθάνεται τοῦ Ἀριὼχ, ὃς τὸν ὠμότα τον τοῦτον ἐνεχειρίσθη φόνον, λέγων· "Ἄρχων τοῦ βασιλέως, περὶ τίνος ἐξῆλθεν ἡ γνώμη ἡ ἀναιδὴς ἐκ προσώπου τοῦ βασιλέως;" Ἠγνόει γὰρ, ὡς ἔοικεν, ἅτε μὴ κληθεὶς εἰς τὸν σύλλογον τῶν σοφῶν Βαβυλῶνος· οὐδέπω γὰρ τὰ τρία παρεληλύθει ἔτη, ἐν οἷς αὐτοὺς τῇ βασιλικῇ τραφέντας τροφῇ μετὰ τὸν ῥητὸν τοῦτον χρόνον εἰσαχθῆναι προσέταξεν αὐτῷ τῶν Βαβυλωνίων ὁ βασιλεύς. Εἰ δὲ πρὸ τούτων διηγήσατο τὸν λόγον, ὅτι καὶ εἰσῆλθον, καὶ τῶν ἄλλων προεκρίθησαν ἀμείνους ὀφθέντες, θαυμαζέτω μηδείς· ἐκεῖνο γὰρ τὸ διήγημα συμπερᾶναι βουλη θεὶς, ἅπαντα σαφῶς ἐδίδαξε τὰ τηνικαῦτα συμ βάντα· εἶτα μεταβαίνει λοιπὸν ἐφ' ἕτερον διήγημα τῶν ἐν τῷ μεταξὺ χρόνῳ γεγενημένων. Ὅτι γὰρ οὐδέπω τῶν παῤῥησίαν ἐχόντων ἦν πρὸς τὸν βασι λέα, ἡνίκα τοὺς σοφοὺς συνήγαγε Βαβυλῶνος, ἡ τῆς ἀδίκου σφαγῆς ἄγνοια μαρτυρεῖ· ταύτην γὰρ ἀγνοῶν τὴν αἰτίαν τὸν Ἀριὼχ ἠρώτα. Καὶ ἐπειδὴ ἔμαθε, θαῤῥεῖ μὲν τὴν πρὸς τὸν βασιλέα διάλεξιν, ἀξιοῖ δὲ αὐτὸν ὀλίγον αὐτῷ χρόνον ἐνδοῦναι εἰς τὴν τοῦ ἐνυπνίου ζήτησιν, καὶ τῆς ἑρμηνείας τὴν εὕρε σιν· εἶτα διδάσκει ἡμᾶς τὸν τῆς εὑρέσεως τρόπον, οὐκ αὐτὸς φιλοτιμούμενος, ἀλλ' ἡμᾶς ἐπὶ τὴν ὁμοίαν σπουδὴν ἐκκαλούμενος. ιζʹ, ιηʹ. "Εἰσῆλθε γὰρ, φησὶ, ∆ανιὴλ εἰς τὸν οἶκον αὑτοῦ, καὶ τῷ Ἀνανίᾳ, καὶ τῷ Ἀζαρίᾳ, καὶ τῷ Μισαὴλ, τοῖς φίλοις αὑτοῦ ἐγνώρισε τὸ ῥῆμα. Καὶ οἰκτιρμοὺς ἐζήτουν παρὰ τοῦ Θεοῦ τοῦ οὐρανοῦ ὑπὲρ τοῦ μυστηρίου τούτου, ὅπως μὴ ἀπόλωνται ∆ανιὴλ καὶ οἱ φίλοι αὐτοῦ, μετὰ τῶν ἐπιλοίπων 81.1292 σοφῶν Βαβυλῶνος." Ἀληθῶς πολὺ τῆς ἀληθείας καὶ τοῦ ψεύδους τὸ μέσον· οἱ μὲν γὰρ τοῦ ψεύδους ἐργάται τῆς θείας εἰσὶν ἔρημοι συμμαχίας, καὶ λογισμοῖς μόνοις ἀνθρωπίνοις εὐσεβείας γεγυμνω μένοις χρώμενοι, πάντα καὶ λέγουσι καὶ πράττουσιν εἰς ἀπάτην ἀνθρώπων· οἱ δὲ τρόφιμοι τῆς ἀληθείας λέγειν ἢ πράττειν ἀνέχονται οὐδὲν δίχα τῆς ἄνω θεν βοηθείας· τὰ δὲ σφῶν αὐτῶν αἰτήματα τῆς πάντα ἐφορώσης προμηθείας ἐξάπτοντες, ἱστᾶσιν ἀκίνητοι, μὴ κλονούμενοι, μηδὲ τῇδε κἀκεῖσε περι φερόμενοι, ἀλλὰ τῆς ζάλης τῶν ἀνθρωπίνων λογι σμῶν ἀπηλλαγμένοι. Καὶ τούτου μάρτυς ὁ θεσπέσιος ∆ανιὴλ, ὀλίγον μὲν χρόνον αἰτήσας εἰς τὴν τοῦ ἐνυπνίου εὕρεσιν, οὐκ εἰς λογισμοὺς δὲ ἁπλῶς τὸν καιρὸν δαπανήσας, ἀλλ' εἰς