11
δυσπειθὲς καὶ ἀνήκοον, πᾶ σαν κινεῖ μηχανὴν εἰς τὴν ἐκ πονηρίας μεταβο λήν. ∆ιὸ καὶ διὰ Ἡσαΐου τοῦ προφήτου βοᾷ· "Τί ἔτι ποιήσω τῷ ἀμπελῶνί μου τούτῳ, καὶ οὐκ ἐποίη σα;" καὶ διὰ Ὠσηὲ πάλιν· "Τί σοι ποιήσω, Ἐφραΐμ; τί σοι ποιήσω, Ἰούδα;" Ἀλλ' ὅμως καὶἀνήκεστα νοσοῦντας εἰδὼς προσφέρει τὰ φάρμακα, ἵνα ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ ἀναντιῤῥήτως τὴν ἐκ φερομένην κατ' αὐτῶν οἱ ἀπειθοῦντες δέξωνται ψῆ φον, τῶν θείων εὐεργεσιῶν εἰς μέσον προσφερομέ νων. Οὗ χάριν καὶ ὁ μακάριος ∆αβὶδ βοᾷ· "Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε·" παρεξεταζομένη γὰρ ἡ ἡμετέρα παρανομία ταῖς θείαις εὐεργεσίαις ἐνδίκως ἡμᾶς ὑποβάλλει ταῖς τιμωρίαις· αὐτὸς δὲ ὁ δίκαιος κρι τὴς, καὶ παρ' αὐτῶν τῶν κολαζομένων δέχεται τὴν νικῶσαν, ὡς πᾶν εἶδος φιλανθρωπίας παραστή σας, καὶ μηδένα πόρον ἀκίνητον εὐεργεσίας κατα λιπών. Τὸ τοίνυν, "Ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶ σιν," οὐ Θεοῦ σημαίνει τὴν ἄγνοιαν, ἀλλ' ἐκείνοις χώραν δίδωσι μεταμελείας· ἐπεὶ καὶ τοῦ Φαραὼ τὴν ἀπείθειαν εἰδὼς ὁ Θεὸς, "Οἶδα γὰρ, φησὶν, ἐγὼ, ὅτι οὐ προήσεται ὑμᾶς Φαραὼ, εἰ μὴ ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ," μακροθυ μῶν διετέλεσεν. Εἰ γὰρ ἀπὸ τῆς προγνώσεως τὰς τι μωρίας ἐπῆγεν ὁ ∆εσπότης, πόθεν ἂν ἐγνώσθη τοῦ Θεοῦ τὸ δίκαιον τοῖς οὐχ ὁρῶσι τὸ τῆς προγνώσεως τέλος; διὰ τοῦτο ἀναμένει τὸ τέλος, καὶ τηνικαῦτα τὴν τιμωρίαν ἐπάγει. Κἀμὲ τοίνυν, φησὶν, ὦ προ φῆτα, καὶ τὰ παρ' ἐμοῦ τοῖς ὁμοφυέσι διαπόρθμευ σον, ἵνα αὐτοῖς γένῃ πρόξενος ὠφελείας, καὶ μάθω σιν ὅτι προφήτης εἶ σὺ ἐν μέσῳ αὐτῶν τῶν θείων λόγων διάκονος. ϛʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, μὴ φοβηθῇς αὐτοὺς, μηδὲ ἐκστῇς ἀπὸ προσώπου αὐτῶν, διότι 81.841 παροιστρήσουσι, καὶ ἐπισυστήσονται ἐπὶ σὲ κύ κλῳ, καὶ ἐν μέσῳ σκορπίων σὺ κατοικεῖς· τοὺς λόγους αὐτῶν μὴ φοβηθῇς, καὶ ἀπὸ προσώπου αὐτῶν σὺ μὴ ἐκστῇς, διότι οἶκος παραπικραί νων ἐστίν. Ἀρκοῦσα εἰς καταφρόνησιν ἀφορμὴ ἡ τῶν ἐπιβουλεύειν ἐπιχειρούντων πονηρία· παράνο μοι γάρ εἰσι, καὶ τῆς θείας ἔρημοι βοηθείας· οὐ δεῖ τοίνυν, φησὶ, τοὺς τοιούτους δεδιέναι, κἂν δίκην σκορπίων ᾄττωσι, κἂν θρασεῖς προσφέρωσι λόγους, κἂν μετὰ πολλῆς λύττης ἐπιφέρωνται καὶ μανίας· τοῦτο γὰρ διὰ τοῦ παροιστρήσουσι ᾐνίξατο, ἐκ μεταφορᾶς τῶν βοῶν, οὓς ὁ οἶστρος νεμομένους ἐλαύνει, καὶ φέρεσθαι κατὰ κρημνῶν ἀναγκάζει πολ λάκις· μυίας δέ ἐστιν εἶδος, κέντρου παντὸς σφοδρό τερον τοὺς βόας ἐλαῦνον. Οὕτω τοίνυν τὴν μανίαν τροπικῶς προσηγόρευσεν. ζʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, λαλήσεις τοὺς λόγους μου πρὸς αὐτοὺς, ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσιν, ὅτι οἶκος παραπικραίνων ἐστίν. Πάλιν τὴν ἀμφιβολίαν προστέθεικε, τὴν μεταμέ λειαν μηχανώμενος· εἰκὸς γὰρ, αὐτοὺς, φησὶ, τῇ τῆς τιμωρίας ἀπειλῇ πτοηθῆναι, καὶ δεῖ σαι τῆς ἀπειλῆς τὸ τέλος, ἐπειδὴ τοῖς χρη στοτέροις εἴκειν οὐκ ἐθέλουσι λόγοις. ηʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, ἄκουε τοῦ λαλοῦν τος πρὸς σὲ, καὶ μὴ γίνου παραπικραίνων, καθὼς ὁ οἶκος ὁ παραπικραίνων· χάνε τὸ στόμα σου, καὶ κατάφαγε ἃ ἐγὼ δίδωμί σοι. Μὴ ἀντεί πῃς, φησὶ, τοῖς ὑπ' ἐμοῦ σοι κελευομένοις· μηδὲ ζηλώσῃς τοὺς ἀντιλέγοντας, ἀλλὰ τὰ προσταττόμενα πλήρου. θʹ, ιʹ. Καὶ ἴδον, καὶ ἰδοὺ χεὶρ ἐκτεταμένη πρός με, καὶ ἐν αὐτῇ κεφαλὶς βιβλίου. Καὶ ἀνείλησεν αὐτὴν ἐνώπιόν μου, καὶ ἐν αὐτῇ ἦν γεγραμμένα τὰ ὄπισθεν καὶ τὰ ἔμπροσθεν, καὶ ἐγέγραπτο εἰς αὐτὴν θρῆνος, καὶ μέλος, καὶ οὐαί.
ΚΕΦΑΛ. Γʹ. αʹ. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, κατά φαγε τὴν κεφαλίδα ταύτην, καὶ
πορεύθητι, καὶ λάλησον τοῖς υἱοῖς Ἰσραήλ. Εἰκότως ἔφη ἄνω, "Ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσι·" φρίκης γὰρ μεστὰ τὰ τῷ προφήτῃ προσφερόμενα, "θρῆνος, καὶ μέλος, καὶ οὐαὶ," ὅλῃ τῇ κεφαλίδι ἐγγεγραμ μένα, ἔνδοθέν τε καὶ ἔξωθεν. Κεφαλίδα δὲ καλεῖ τὰ εἰλητὰ βιβλία. Οὕτω γὰρ οἱ πάλαι τὴν τῶν συγ γραμμάτων ἐφύλαττον μνήμην. Ἰουδαῖοι δὲ καὶ μέχρι τοῦ παρόντος ἐν τοιούτοις εἰλήμασι τὰς θείας ἔχουσι