1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

11

Εʹ Γῆ πᾶσα Ῥώμης καὶ θάλασσα καὶ πόλις, βουνοί, φάραγγες, ἄστρα, τῶν ἀειρρύτων ὕδωρ ποταμῶν, τάγμα τῆς ἐκκλησίας, τὰ πάντα κοινῇ συγχάρητε δεσπότῃ. Ἀγαλλιάσθω πλῆθος ἀστέρων ἄνω, χορευέτω δὲ τάξις ἀγγέλων, ὅτι τὸ δυσπρόσιτον θηρίον κατεσφάγη, τὸ δεινόμορφον κῆτος ἀντανῃρέθη, τὸ δυσκάθεκτον τραῦμα γῆς ἀνεστάλη. κήρυξον, αἰθήρ, τοῦτο πᾶσαν εἰς χθόνα, βόησον, ἀστὴρ ἥλιε, τρέχων ἄνω, τοῖς βαρβάροις νῦν τὴν σφαγὴν τῶν βαρβάρων. Γνώτωσαν ἔθνη καὶ πόλεις καὶ χωρία τὸ τοῦ μεγίστου Ῥωμανοῦ νέον κράτος, μάθωσιν αὐτοῦ τοὺς ἀκοιμήτους πόνους, οἵους δι' ἡμᾶς ἔσχεν ὁ στεφηφόρος· λάβωσιν αὐτοῦ πεῖραν ἐκ τῶν πλησίον, πρὶν ἢ πρὸς αὐτοὺς ὁ σφαγεὺς ἀναδράμῃ. τῆς Ἀφρικῆς γῆς φρίξατε ξιφηφόροι, ταράσσεται γὰρ Ταρσεωτῶν ἡ πόλις. ἀρὰν παλαιάν, Ἀράβων φυλή, λάβῃς δουρὶ κραταιοῦ Ῥωμανοῦ, πλὴν ἐν τάχει. τῶν ∆ελεμιτῶν Βελεμιτῶν τοὺς τόπους πείσει καλεῖσθαι σὸν βέλος, σκηπτροκράτορ. Αἰγυπτίων δέ, χαῖρε, γῦπες σῷ ξίφει σάρκας καταβρώξουσι τὰς ἀσυστάτους. Χαυδᾶς, ὁ χανδὸν γῆν ὅλην λαβεῖν θέλων, χανὼν ἄναυδος συμφορᾷ Κρητῶν μένει. Ὦ Χριστέ, πατρὸς τοῦ πρὸ αἰώνων τέκνον, οἷον παρέσχου τῷ στεφηφόρῳ κλέος. Τίς ἂν στενάξῃ τὸν Πολυξένης τάφον, τίς τὴν Φρυγῶν ἅλωσιν; ὦ χορὸς νέων, ὅσοις Ὁμήρου φροντὶς ἡ τῶν σκεμμάτων, μὴ τοῖς λόγοις κλέπτεσθε τοῦ γεροντίου, μὴ τοῖς κτύποις θέλγεσθε τοῦ μυθοπλόκου· ψευδῆ γὰρ ἱστόρησεν, εἰ καὶ πανσόφως, ὁ πηρὸς ὡς θέλγητρα τοὺς λόγους ἔχων. Κρήτης κροτεῖτε τὴν ἅλωσιν, ἣν χρόνος καθεῖλε δουρὶ τῶν σοφῶν ἀνακτόρων, Κρήτης ἐκείνης, τοῦ ∆ιὸς τῆς πατρίδος, ∆ιὸς τυράννου, δαίμονος ψευδωνύμου, ὃς εὗρε τὴν κάμινον, ἀλλ' αἰωνίαν, ἀνθ' ὧν ἑαυτὸν ἦν θεὸν στήσας κάτω, ἀνθ' ὧν ἔπλησε γῆν σφαγῆς μιασμάτων, ἀνθ' ὧν ὑπῆρξεν εὑρετὴς παθημάτων. ταύτην ὁ κλεινός, ὁ γλυκὺς Ῥώμης κλάδος, ὁ παγγάληνος, ὁ σφαγεὺς τῶν βαρβάρων, ὁ πανσέβαστος καὶ διώκτης Συρίας, ταύτην καθ' ἡμῶν φλεγμονὰς πυρεκβόλους πέμπουσαν ἐκράτησεν. ὦ μέγα σθένος, ὦ δίστομα, τρίκογχαδίστομα ξίφη, βέλη δὲ τὰ τρίκογχα, πάγχαλκα κράνη, τὰ τὴν σφαγὴν δράσαντα τῶν μιαιφόνων ἢ τοὺς φόνους στήσαντα τοὺς καθημέραν, οὓς εἶχεν ἡ θάλασσα λῃστρικωτέρους. Ὦ πετροπόμπων σφενδονῶν στροφουργίαι, ἵππων φριμαγμός, ὀξύτης ἀκοντίων, σπάθης τε καὶ θώρακος, ἀσπίδος τάσις, ἃ γῆν κατηδάφισε βαρβαρουμένην, ἃ δεσπότης δέδωκεν ἀντὶ φαρμάκων καὶ κόσμον ἐξέσωσε τῆς τυραννίδος. Ὦ ναυστολῆσαν πνεῦμα μυρία σκάφη καὶ πομπὸς ὀφθὲν ἀβλαβὴς τοῦ δεσπότου. Θρήνησον, ὦ γῆ πᾶσα νῦν τῆς Συρίας, ἔχουσα τὸν σὸν τῆς βοῆς πρωτοστάτην, τὸν σὸν πλανήτην, οὐ προφήτην, Μωάμεθ, οὗ τὸν χιτῶνα μυρίαις αἰσχρουργίαις πεφυρμένον κρύπτουσιν οἱ δούλης γόνοι, κρύπτουσιν ὡς ἄσπιλον ἐσπιλωμένον, ἔχουσιν ὡς ἄχραντον ἐγκεχραμμένον· ἔδει γὰρ ὄντας ἐκ μιασμάτων ἄγη καλεῖν ἄχραντον τοὺς ξενοσπόρους ἄγος. Χόρευε λοιπὸν Ἀφρικῶν Σικελία, εὐαγγελίζου πᾶσι τὴν εὐθυμίαν· ἐλευθεροῖ σε συντόμως ὁ δεσπότης. χόρευε γῆ, χόρευε Ῥωμαίων ὅση, ὡς ηὐτύχησας εἰς ἀνακτόρων στέφη, ὡς ἐπλάτυνας εἰς τὰ πατρῷα πλάτη, ὡς ἐκράτησας τῶν πάλαι κρατουμένων. Εἴθε προκύψαις τοῦ τάφου, Κωνσταντῖνε, εἴθε σκοπήσαις, ὡς ἔχει τὰ Συρίας· ἔγνως ἂν υἱόν, ὡς Φίλιππος ἱππότην, καὶ τοῦτον εἶπες· Ὦ τέκνον, ζήτει κράτος· οὐκ ἀρκετόν σοι γῆς ὅλης καὶ γὰρ κράτος. Κρήτης γὰρ οἷος τῶν ὀδυρμάτων στόνος, οἷος σπαραγμός, γυμνὰ Ῥωμαίων ξίφη ὅταν κατεῖδον ἔνδοθεν πυργωμάτων, ὅταν κατεῖδον τέκνα μικρὰ μητέρας, τὰς μὲν βρόχοις ὄπισθεν ἐστρεβλωμένας, τὰς δὲ πρὸς αἷμα καὶ κόνιν πεφυρμένας, τὰς δὲ στιχηδὸν εἰς σφαγὴν προκειμένας. ἐκεῖ τὰ τέκνα πατέρας καὶ πατέρες παῖδας κατησπάζοντο καὶ κοινῇ ξίφος κρουνηδὸν ὁρμαῖς ἔβρεχον τῶν αἱμάτων. ὑπῆρχε θρῆνος, ἦν βοὴ πορθουμένων, οὐκ ἦν προφήτης ἰσχύων οὐδὲ σπάθη· αὕτη γὰρ ἐχθροῖς ὡς θεὸς τιμωμένη. ἐκεῖ γέροντες εἰς φυγὴν ὡρμηκότες ὄπισθεν ἐπλήττοντο τοῖς ἀκοντίοις. ἐκεῖ νέους φεύγοντας ἡ χιτωνίων