1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

11

ματαίων ἀνθρώπων, ὡς μέμνηται Ἀπολλωνίδης, ὁ καὶ Ὁράπιος ἐπικληθείς, ἐν βίβλῳ τῇ ἐπιγραφομένῃ Σεμενουθὶ καὶ ταῖς λοιπαῖς κατ' αὐτὸν ἱστορίαις περί τε τῆς θρησκείας τῆς Aἰγυπτιακῆς καὶ τῶν βασιλέων αὐτῶν. Τί δέ μοι λέγειν τοὺς κατὰ Ἕλληνας μύθους καὶ τὴν ἐν αὐτοῖς ματαιοπονίαν, Πλούτωνα μὲν σκότους βασιλεύοντα, καὶ Ποσειδῶνα ὑπὸ πόντων δύνοντα καὶ τῇ Μελανίππῃ περιπλεκόμενον καὶ υἱὸν ἀνθρωποβόρον γεννήσαντα, ἢ περὶ τῶν τοῦ ∆ιὸς παίδων ὁπόσα οἱ συγγραφεῖς ἐτραγῴδησαν; καὶ ὅτι οὗτοι ἄνθρωποι καὶ οὐ θεοὶ ἐγεννήθησαν, τὸ γένος αὐτῶν αὐτοὶ καταλέγουσιν. Ἀριστοφάνης δὲ ὁ κωμικὸς ἐν ταῖς ἐπιγραφομέναις Ὄρνισιν, ἐπιχειρήσας περὶ τῆς τοῦ κόσμου ποιήσεως, ἔφη ἐν πρώτοις ὠὸν γεγενῆσθαι τὴν σύστασιν τοῦ κόσμου, λέγων· Πρώτιστα τεκὼν μελανόπτερος ᾠόν. Ἀλλὰ καὶ Σάτυρος ἱστορῶν τοὺς δήμους Ἀλεξανδρέων, ἀρξάμενος ἀπὸ Φιλοπάτορος τοῦ καὶ Πτολεμαίου προσαγορευθέντος, τούτου μηνύει ∆ιόνυσον ἀρχηγέτην γεγονέναι· διὸ καὶ φυλὴν ὁ Πτολεμαῖος πρώτην κατέστησεν. λέγει οὖν ὁ Σάτυρος οὕτως· "∆ιονύσου καὶ Ἀλθαίας τῆς Θεστίου γεγενῆσθαι ∆ηϊάνειραν, τῆς δὲ καὶ Ἡρακλέους τοῦ ∆ιὸς Ὕλλον, τοῦ δὲ Κλεοδαῖον, τοῦ δὲ Ἀριστόμαχον, τοῦ δὲ Τήμενον, τοῦ δὲ Κεῖσον, τοῦ δὲ Μάρωνα, τοῦ δὲ Θέστιον, τοῦ δὲ Ἀκοόν, τοῦ δὲ Ἀριστοδαμίδαν, τοῦ δὲ Καρανόν, τοῦ δὲ Κοινόν, τοῦ δὲ Τυρίμμαν, τοῦ δὲ Περδίκκαν, τοῦ δὲ Φίλιππον, τοῦ δὲ Ἀέροπον, τοῦ δὲ Ἀλκέταν, τοῦ δὲ Ἀμύνταν, τοῦ δὲ Βόκρον, τοῦ δὲ Μελέαγρον, τοῦ δὲ Ἀρσινόην, τῆς δὲ καὶ Λάγου Πτολεμαῖον τὸν καὶ Σωτῆρα, τοῦ δὲ καὶ Βερενίκης Πτολεμαῖον τὸν Φιλάδελφον, τοῦ δὲ καὶ Ἀρσινόης Πτολεμαῖον τὸν Eὐεργέτην, τοῦ δὲ καὶ Βερενίκης τῆς Μάγα τοῦ ἐν Κυρήνῃ βασιλεύσαντος Πτολεμαῖον τὸν Φιλοπάτορα. ἡ μὲν οὖν πρὸς ∆ιόνυσον τοῖς ἐν Ἀλεξανδρείᾳ βασι- λεύσασιν συγγένεια οὕτως περιέχει. ὅθεν καὶ ἐν τῇ ∆ιονυσίᾳ φυλῇ δῆμοί εἰσιν κατακεχωρισμένοι. Ἀλθηῒς ἀπὸ τῆς γενομένης γυναικὸς ∆ιονύσου, θυγατρὸς δὲ Θεστίου, Ἀλθαίας. ∆ηϊανειρὶς ἀπὸ τῆς θυγατρὸς ∆ιονύσου καὶ Ἀλθαίας, γυναικὸς δὲ Ἡρακλέους. ὅθεν καὶ τὰς προσωνυμίας ἔχουσιν οἱ κατ' αὐτοὺς δῆμοι· Ἀριαδνὶς ἀπὸ τῆς θυγατρὸς Μίνω, γυναικὸς δὲ ∆ιονύσου, παιδὸς πατροφίλης τῆς μιχθείσης ∆ιονύσῳ ἐν μορφῇ Πρύμνιδι , Θεστὶς ἀπὸ Θεστίου τοῦ Ἀλθαίας πατρός, Θοαντὶς ἀπὸ Θοαντὸς παιδὸς ∆ιονύσου, Σταφυλὶς ἀπὸ Σταφύλου υἱοῦ ∆ιονύσου, Eὐαινὶς ἀπὸ Eὐνόος υἱοῦ ∆ιονύσου, Μαρωνὶς ἀπὸ Μάρωνος υἱοῦ Ἀριάδνης καὶ ∆ιονύσου. οὗτοι γὰρ πάντες υἱοὶ ∆ιονύσου." Ἀλλὰ καὶ ἑτέραι πολλαὶ ὀνομασίαι γεγόνασιν καί εἰσιν ἕως τοῦ δεῦρο, ἀπὸ Ἡρακλέους Ἡρακλεῖδαι καλούμενοι, καὶ ἀπὸ Ἀπόλλωνος Ἀπολλωνίδαι καὶ Ἀπολλώνιοι, καὶ ἀπὸ Ποσειδῶνος Ποσειδώνιοι, καὶ ἀπὸ ∆ιὸς ∆ῖοι καὶ ∆ιογέναι. Καὶ τί μοι τὸ λοιπὸν τὸ πλῆθος τῶν τοιούτων ὀνομασιῶν καὶ γενεαλογιῶν καταλέγειν; ὥστε κατὰ πάντα τρόπον ἐμπαίζονται οἱ