ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΣΕΡΑΠΙΩΝΑ ΘΜΟΥΕΩΣ ΕΠΙΣΚΟΠΟΝ Κατὰ τῶν βλασφημούντων καὶ λεγόντων κτίσμα εἶ

 Τὰ γράμματα τῆς σῆς ἱερᾶς διαθέσεως ἀπεδόθη μοι ἐν τῇ ἐρήμῳ. Καὶ εἰ καὶ πικρός τις ἦν ὁ καθ' ἡμῶν διωγμὸς ἐπικείμενος, καὶ πολλὴ ἔρευνα τῶν ζητούντων

 Τῶν μὲν οὖν Ἀρειανῶν οὐκ ἀλλότριον καὶ τοῦτο ἐνθύμημα. Ἅπαξ γὰρ ἀρνούμενοι τὸν τοῦ Θεοῦ Λόγον, εἰκότως τὰ αὐτὰ καὶ κατὰ τοῦ Πνεύματος αὐτοῦ δυσφημοῦσι

 Πόθεν τοίνυν ὑμῖν, ὦ οὗτοι, τῆς τοσαύτης τόλμης ἡ πρόφασις, ὥστε μὴ φοβηθῆναι τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον· «Ὃς δ' ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ ἅγιον

 Εἴπατε γοῦν εἴ που τῆς θείας Γραφῆς εὑρίσκε τε τὸ Πνεῦμα τὸ ἅγιον ἁπλῶς εἰρημένον πνεῦμα, χωρὶς προσθήκης τοῦ λέγεσθαι ἢ τοῦ Θεοῦ, ἢ τοῦ Πατρὸς, ἢ ὅτι

 Ὑμεῖς δὲ εἴπατε τὸ προταθὲν ὑμῖν, εἰ εὑ ρήκατέ που τῆς θείας Γραφῆς τὸ Πνεῦμα τὸ ἅγιον λεγόμενον ἁπλῶς Πνεῦμα, χωρὶς τῆς προειρημένης ἐπ' αὐτῷ προσθήκ

 Ἐρωτήσατε δὲ καὶ ὑμεῖς περὶ τῶν ἐν τοῖς Εὐαγγελίοις, καὶ ὧν ἔγραψαν οἱ ἀπόστολοι, καὶ ἀκούσεσθε πῶς κἀκεῖ, πλείστης οὔσης διαφορᾶς πνευμά των, κατ' ἐξ

 Ἰδοὺ πῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐν πάσῃ τῇ θείᾳ Γραφῇ γνωρίζεται. Τί τοίνυν ὑμεῖς τοιοῦτον ἐν τῷ προφή τῃ ἐθεωρήσατε; Οὐδὲ γὰρ οὐδὲ κἂν τὸ ἄρθρον ἔχει τὸ

 Ἐντυγχάνοντες δὲ καὶ ὑμεῖς ταῖς ἁγίαις Γραφαῖς, εὑρήσετε λεγόμενον πνεῦμα καὶ τὸν ἐν αὐτοῖς τοῖς θείοις λόγοις νοῦν, γράφοντος τοῦ Παύλου· «Ὃς καὶ ἱκά

 Ἀλλ' ἐπείπερ Χριστοῦ, φησὶ, μνημονεύει τὸ Λόγιον, ἀκολούθως καὶ τὸ λεγόμενον πνεῦμα οὐδὲν ἕτερον ἢ τὸ Πνεῦμα τὸ ἅγιον χρὴ νοεῖν. Εἶτα τὸ μὲν συνονομάζ

 Οὐκοῦν τοῦ κτιζομένου πνεύματος τοιαύτην ἔχοντος τὴν διάνοιαν, πρεπόντως ἂν νοηθείη καὶ ἡ στερεουμένη βροντὴ ὁ πιστὸς λόγος, καὶ ἀσάλευτος τοῦ πνεύματ

 Τί οὖν ἡ τοσαύτη τούτων ἀπόνοια; Ποῦ τῶν Γραφῶν πάλιν εὗρον ἄγγελον τὸ Πνεῦμα λεγόμε νον; Τὰ αὐτὰ δέ μοι τοῖς προειρημένοις εἰπεῖν ἀνάγκη. Παράκλητος

 Καὶ Μωσῆς γ' οὖν, γινώσκων τοὺς μὲν ἀγγέ λους κτίσματα, τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἡνωμένον τῷ Υἱῷ καὶ τῷ Πατρὶ, λέγοντος αὐτῷ τοῦ Θεοῦ· «Πο ρεύου, ἀνάβηθι

 Ἀλλ' ἔστω ταῦτα, φασὶ καὶ αὐτοί· διὰ τί οὖν ὁ Ἀπόστολος μετὰ τὸν Χριστὸν οὐκ ὠνόμασε τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ τοὺς ἐκλεκτοὺς ἀγγέλους; Τὸ αὐτὸ δ' ἄν τ

 Τί δ' ἂν εἴποιεν, ἐὰν ἀκούσουσι καὶ τοῦ Κυρίου λέγοντος· «Κριτής τις ἦν ἔν τινι χώρᾳ, τὸν Θεὸν μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος.» Ἆρα, ἐπει

 Τῶν μὲν οὖν θείων λογίων τοιοῦτος ὁ νοῦς ἐμοὶ φαίνεται, διελέγχων τὴν τῶν ἀλόγων κατὰ τοῦ Πνεύματος δυσφημίαν· αὐτοὶ δὲ τὴν φιλονεικίαν ἔμμονον ἔχοντε

 Σιωπᾷν μὲν οὖν, ὡς προεῖπον, ἐπὶ τούτοις, καὶ μὴ προσποιεῖσθαι τοὺς τοιούτους ἔδει· ἵνα δὲ μὴ ἡ ἡμῶν σιωπὴ πρόφασιν ἀναισχυντίας αὐτοῖς ἐμποιήσῃ, ἀκου

 Οὐκοῦν καὶ κατὰ τοῦτο μανία τὸ λέγειν αὐτὸ κτίσμα. Εἰ γὰρ κτίσμα ἦν, οὐ συνετάσσετο τῇ Τριάδι. Ὅλη γὰρ εἷς Θεός ἐστι. Καὶ ἀρκεῖ γινώσκειν, ὅτι μὴ κτίσ

 Ἢ τολμησάτωσαν ἀποκρίνασθαι οἱ πάντα λέ γοντες εὐχερῶς, πῶς ὁ οὐρανὸς συνέστη, καὶ ἐκ ποίας ὕλης, καὶ τίς ἡ τούτου μίξις, ἢ πῶς ὁ ἥλιος, καὶ ἕκαστος τ

 Περιττῆς τοιγαροῦν καὶ πλέον μανίας οὔσης τῆς τοιαύτης ἐπιχειρήσεως, μηκέτι τοιαῦτά τις ἐρω τάτω, ἢ μόνον τὰ ἐν ταῖς Γραφαῖς μανθανέτω. Αὐτ άρκη γὰρ κ

 Τοιαύτης δὲ συστοιχίας καὶ ἑνότητος τῆς ἐν τῇ ἁγίᾳ Τριάδι οὔσης, τίς ἂν διέλοι ἢ τὸν Υἱὸν ἀπὸ τοῦ Πατρὸς, ἢ τὸ Πνεῦμα ἀπὸ τοῦ Υἱοῦ, ἢ αὐ τοῦ τοῦ Πατρό

 Τοιαύτην δὲ τάξιν καὶ φύσιν ἔχοντος τοῦ Πνεύματος πρὸς τὸν Υἱὸν, οἵαν ὁ Υἱὸς ἔχει πρὸς τὸν Πατέρα, πῶς ὁ τοῦτο κτίσμα λέγων οὐ τὸ αὐτὸ καὶ περὶ τοῦ Υἱ

 Τὰ κτίσματα τοίνυν ἐξ οὐκ ὄντων γέγονεν, ἀρ χὴν ἔχοντα τοῦ γίνεσθαι· ἐν ἀρχῇ γὰρ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐ τοῖς. Ἐκ δ

 Τὸ τοίνυν μὴ ἁγιαζόμενον παρ' ἑτέρου, μηδὲ μετέχον ἁγιασμοῦ, ἀλλ' αὐτὸ μεθεκτὸν ὂν, ἐν ᾧ καὶ τὰ κτίσματα πάντα ἁγιάζεται, πῶς ἂν εἴη ἓν τῶν πάντων, ἴδ

 Καὶ διὰ τοῦ Πνεύματος λεγόμεθα πάντες μέτοχοι τοῦ Θεοῦ· «Οὐκ οἴδατε, γάρ φησιν, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐν ὑμῖν οἰκεῖ; Εἴ τις τὸν ν

 Ἄλλο ἄρα τῶν κτισμάτων ἐστὶ τὸ Πνεῦμα, καὶ δέδεικται μᾶλλον ἴδιον εἶναι τοῦ Υἱοῦ, καὶ οὐ ξένον τοῦ Θεοῦ. Καὶ γὰρ κἀκεῖνο τὸ σοφὸν αὐτῶν ἐρώτημα· Εἰ ἐκ

 Ὅτι δὲ ἄνω τῆς κτίσεώς ἐστι τὸ Πνεῦμα, καὶ ἄλλο μὲν παρὰ τὴν τῶν γενητῶν φύσιν, ἴδιον δὲ τῆς θεότητος, ἔξεστι καὶ ἐκ τούτου πάλιν συνιδεῖν. Ἄτρεπτον κ

 Πάλιν γὰρ καὶ ἐκ τούτων ἄν τις ἴδοι τὸ Πνεῦμα τὸ ἅγιον, ὡς μεθεκτόν ἐστι καὶ οὐ μετέχον (τὰ αὐτὰ γὰρ λέγειν οὐκ ὀκνητέον). «Ἀδύνατον γὰρ,» φησὶ, «τοὺς

 Ἴδωμεν δὲ ὅμως καὶ πρὸς τούτοις καὶ αὐ τὴν τὴν ἐξ ἀρχῆς παράδοσιν καὶ διδασκαλίαν καὶ πίστιν τῆς καθολικῆς Ἐκκλησίας, ἣν ὁ μὲν Κύριος ἔδωκεν, οἱ δὲ ἀπ

 Οὐκοῦν τοῦτον ἐχούσης τῆς Ἐκκλησίας τὸν θεμέλιον τῆς πίστεως, εἰπάτωσαν πάλιν ἡμῖν ἐκεῖνοι καὶ ἀποκρινάσθωσαν· Τριάς ἐστιν, ἢ δυάς; Εἰ μὲν οὖν δυάς ἐσ

 Τοιαῦτα μὲν οὖν ὑμῖν ἄτοπα ἐκ τοῦ δυάδα λέγειν ἀπαντᾷ. Εἰ δὲ Τριάς ἐστιν, ὥσπερ οὖν καὶ ἔστι, δέδεικται δὲ ἀδιαίρετος οὖσα καὶ οὐκ ἀνόμοιος· ἀνάγκη μί

 Μία ἄρα καὶ ἐκ τούτων ἡ τῆς Τριάδος ἐνέργεια δείκνυται. Οὐ γὰρ ὡς παρ' ἑκάστου διάφορα καὶ διῃρημένα τὰ διδόμενα σημαίνει ὁ Ἀπόστολος· ἀλλ' ὅτι τὰ διδ

 Συμφώνως ἄρα ἀπὸ τῶν θείων Γραφῶν δείκνυ ται μὴ εἶναι κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ ἴδιον τοῦ Λόγου καὶ τῆς τοῦ Πατρὸς θεότητος· οὕτω γὰρ τῶν μὲν ἁγ

 Ἐγὼ μὲν οὖν καίπερ ἐν ἐρήμῳ διάγων, διὰ γοῦν τὴν ἀναίδειαν τῶν ἐκτραπέντων ἀπὸ τῆς ἀλη θείας, οὐ φροντίσας τῶν γελᾷν ἐθελόντων διὰ τὸ ἀσθενὲς καὶ ταπε

 ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ἘΠΙΣΚΟΠΟΝ ΣΕΡΑΠΙΩΝΑ ΚΑΤΑ ΤΩΝ ΛΕΓΟΝΤΩΝ ΚΤΙΣΜΑ ΤΟΝ ΥΙΟΝ. Ἐγὼ μὲν ἐνόμιζον καὶ οὕτως ὀλίγα γεγρα φέναι· καὶ κατηγόρουν ἐμαυτοῦ π

 Τῶν μὲν οὖν Ἀρειανῶν θνητὸν καὶ φθαρτὸν τὸ τοιοῦτον φρόνημα· ὁ δὲ τῆς ἀληθείας λόγος, ὅνπερ ἔπρεπε καὶ αὐτοὺς διανοεῖσθαι, τοιοῦτός ἐστιν· Εἰ πηγὴ, κα

 Τούτων δὲ οὕτω δεικνυμένων, ἀσεβής ἐστιν ὁ λέγων κτίσμα εἶναι τὸν Υἱόν. Ἀναγκασθήσεται γὰρ εἰπεῖν κτίσμα καὶ τὴν πηγὴν βρύουσαν, κτίσμα τὴν σοφίαν, τὸ

 Καὶ πάλιν τὰ γενητὰ πάντα οὐκ ἦν, καὶ γέγονε. Τὴν γὰρ γῆν, ὡς οὐδὲν, ἐποίησε· καὶ, «ὁ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα·» καὶ ποιήματα δέ ἐστι καὶ κτίσματα· δι

 Τίς, τούτων ὄντων καὶ γεγραμμένων, οὐ συνορᾷ, ἐπεὶ τῶν μὲν κτισμάτων οὐδὲν ὅμοιον ὁ Υἱὸς ἔχει, πάντα δὲ τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ ἐστιν, ὅτι ὁμοούσιος ἂν

 Καὶ οὕτω δ' ἄν τις διελέγξειε τὴν ἀσέβειαν τῶν λεγόντων κτίσμα εἶναι τὸν τοῦ Θεοῦ Λόγον. Ἡ πίστις ἡμῶν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμά ἐστι, λέγο

 Ἀλλ' ἐπειδὴ προφασίζονται τὸ ἐν ταῖς Παροιμίαις γεγραμμένον τὸ, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,» καὶ ἐπιλέγουσιν ἑαυτοῖς· Ἰδοὺ ἔκτι

 Ὁ μὲν χαρακτὴρ οὗτος ἐκ τῶν ἀποστόλων διὰ τῶν Πατέρων· δεῖ δὲ λοιπὸν, ἐντυγχάνοντα τῇ Γραφῇ, δοκιμάζειν καὶ διακρίνειν, πότε μὲν περὶ τῆς θεότητος τοῦ

 Καὶ γὰρ κἀκεῖνο πάλιν τὸ καλῶς μὲν εἰρημένον, κακῶς δὲ νοούμενον παρ' αὐτοῖς· φημὶ δὴ τὸ, «Περὶ τῆς ἡμέρας ἢ τῆς ὥρας ἐκείνης οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγ

 ΕΠΙΣΤΟΛΗ ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ΣΕΡΑΠΙΩΝΑ ΕΠΙΣΚΟΠΟΝ ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ. Ἴσως θαυμάσεις, πῶς ἐντειλάμενον τὴν περὶ τοῦ ἁγίου Πνεύματος γραφεῖσα

 Ἱκανὰ μὲν οὖν καὶ ταῦτα πεῖσαι καὶ πάντα ὁντινοῦν φιλόνεικον, μηκέτι λέγειν κτίσμα τοῦ Θεοῦ, τὸ ἐν τῷ Θεῷ, καὶ τὰ βάθη ἐρευνῶν τοῦ Θεοῦ, καὶ ἐκ Πατρὸς

 Καὶ πάλιν χρίσμα καὶ σφραγὶς λέγεται καὶ ἔστι τὸ Πνεῦμα· ὁ μὲν γὰρ Ἰωάννης γράφει· «Καὶ ὑμεῖς τὸ χρίσμα ὃ ἐλάβετε παρ' αὐτοῦ μένει ἐν ὑμῖν· καὶ οὐ χρε

 Καὶ τοῦτο οἶδεν ὁ Ἀπόστολος λέγων· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·» καὶ μετ' ὀλίγα· «Ἐν ἑνὶ Πνε

 Τούτου δὲ οὕτως γεγραμμένου, δῆλόν ἐστιν, ὡς οὐκ ἔστι κτίσμα τὸ Πνεῦμα, ἀλλ' ἐν τῷ κτίζειν ἐστίν· ὁ γὰρ Πατὴρ διὰ τοῦ Λόγου ἐν τῷ Πνεύματι κτίζει τὰ π

 Ἀμέλει, ἐπευχόμενος Κορινθίοις, ἐν τῇ Τριά δι ηὔχετο λέγων· «Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματο

 Τῆς μὲν οὖν καθολικῆς πίστεως ὁ χαρακτὴρ οὗτος. Οἱ δὲ δυσφημοῦντες εἰς τὸ Πνεῦμα, καὶ λέγον τες αὐτὸ κτίσμα, εἰ μὴ ἐκ τῶν εἰρημένων μεταγι νώσκουσι, κ

 ΕΠΙΣΤΟΛΗ ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ΣΕΡΑΠΙΩΝΑ ΟΜΟΙΩΣ ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ. Ἐνέτυχον καὶ τῇ νῦν γραφείσῃ παρὰ τῆς σῆς εὐλαβείας ἐπιστολῇ, καὶ πάνυ θα

 Τίς, τούτων ἀκούων, ἔτι Χριστιανοὺς, καὶ οὐ μᾶλλον Ἕλληνας αὐτοὺς νομίσει; Τοιαῦτα γὰρ Ἕλληνες καθ' ἡμῶν ὁμιλοῦσιν ἑαυτοῖς. Τίς ἀποκρίνασθαι θελήσει π

 Πάλιν οὖν ἐκ τῶν ὑμῶν δίκαιον ὑμᾶς οὕτως ἐρω τᾶσθαι. Ἐπειδὴ οἱ προφῆται ἐν τῷ Πνεύματι τοῦ Θεοῦ λαλοῦσι, καὶ ἐν τῷ Ἡσαΐᾳ τὸ Πνεῦμα τὸ ἅγιον προφη τεύε

 Οὕτως οὐκ ἔστι κτίσμα τὸ Πνεῦμα, ἀλλ' ἴδιον τῆς τοῦ Λόγου οὐσίας, ἴδιον καὶ τοῦ Θεοῦ, καὶ ἐν αὐ τῷ λέγεται εἶναι. Πάλιν γὰρ τὰ αὐτὰ λέγειν οὐκ ὀκνη τέ

 Τούτων οὕτω δεικνυμένων, μαίνοιτ' ἄν τις ἐρω τῶν, Υἱὸς οὖν ἐστι καὶ τὸ Πνεῦμα; Μηδὲ, ἐπειδὴ μὴ γέγραπται οὕτω, διὰ τοῦτο ἐξαιρείτω τις αὐτὸ τῆς τοῦ Θε

 Εἰ γὰρ, ἐπεὶ μὴ κτίσμα ἐστὶ τὸ Πνεῦμα (τοῦτο γὰρ ἐδείχθη), ἐρωτᾶτε, Υἱὸς οὖν ἐστι τὸ Πνεῦμα; ὥρα, μαθόντας ὑμᾶς, ὅτι μὴ κτίσμα ἐστὶν ὁ Υἱὸς (διὰ τούτο

 Ἀρκεῖ ταῦτα πρὸς ἔλεγχον τῆς μωρολογίας ὑμῶν. Μηκέτι παίζετε εἰς τὴν θεότητα. Παιζόντων γὰρ ἴδιον ἐρωτᾷν τὰ μὴ γεγραμμένα καὶ λέγειν· Οὐκοῦν Υἱός ἐστι

10. Accordingly, if created spirit bears this meaning, we can appropriately take the thunder which is established to be the sure word and unshakable law of the Spirit. It was of this word that our Lord wished James and John to be ministers when he called them Boanerges, which is, Sons of thunder. Wherefore John cries aloud, veritably from heaven: ‘In the beginning was the Word, and the Word was with God, and the Word was God.’ For aforetime the law had ‘a shadow of good things to come’. But when Christ was declared to men, and came saying, ‘I that speak unto thee am he’, then, in the words of Paul: ‘his voice shook the earth, as he promised of old, Yet once more will I make to tremble not the earth only, but also the heaven. And this word, Yet once more, signifies the removing of the things that are shaken, that the things which are not shaken may remain. Wherefore, receiving a kingdom which cannot be shaken, we have grace whereby we offer service well pleasing to God.’ But that kingdom which he calls unshakable, David in the Psalms declares to be established. ‘The Lord reigneth, he hath clothed himself with majesty. The Lord hath clothed and girded himself with strength. He hath also established the world, that it shall not be shaken.’ So then this text in the prophet signifies the coming of the Saviour, whereby we are renewed and the law of the Spirit remains unshaken.

But these Tropici, true to their name, having made a compact with the Arians and portioned out with them the blasphemy against the Godhead, so that these may call the Son a creature and those the Spirit—the Tropici, in their own words, have dared to devise for themselves tropes and to pervert also the saying of the Apostle which he blamelessly wrote to Timothy, saying: ‘I charge thee in the sight of God and Christ Jesus and the elect angels that thou observe these things without prejudice, doing nothing by partiality.’ But they say that, because he mentions God and Christ and then the angels, the Spirit must be counted with the angels, and belong himself to their category, and be an angel greater than the others. This discovery first proceeded from the impiety of Valentinus, and they have not been able to conceal the fact that they are expressing his sentiments. For he said that, when the Paraclete was sent, his contemporaries among the angels were sent with him. Yet they have not realized that, by reducing the Spirit to the level of the angels, they are ranking the angels with the Triad. For if, as they say, after the Father and the Son come the angels, then clearly the angels belong to the Triad and are no longer ‘ministering spirits sent forth to do service’, nor are they sanctified, but rather themselves sanctify others.

Οὐκοῦν τοῦ κτιζομένου πνεύματος τοιαύτην ἔχοντος τὴν διάνοιαν, πρεπόντως ἂν νοηθείη καὶ ἡ στερεουμένη βροντὴ ὁ πιστὸς λόγος, καὶ ἀσάλευτος τοῦ πνεύματος ὁ νόμος. Τούτου γὰρ ὑπηρέτας εἶναι θέλων τὸν Ἰακὼβ καὶ τὸν Ἰωάννην, ἐκάλεσεν ὁ Κύριος Βοανεργὲς, ὅ ἐστιν, υἱοὶ βροντῆς· ὅ γ' οὖν Ἰωάν νης ἀληθῶς ἀπ' οὐρανοῦ βοᾷ· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Πρότερον μὲν γὰρ σκιὰν εἶχεν ὁ νόμος τῶν μελλόν των ἀγαθῶν· ὅτε δὲ ὁ Χριστὸς ἀπηγγέλη τοῖς ἀνθρώ ποις καὶ παρεγένετο λέγων· «Αὐτὸς ὁ λαλῶν πάρ ειμι· τότε,» ὡς εἶπεν ὁ Παῦλος, «ἡ τούτου φωνὴ τὴν γῆν ἐσάλευσεν, ἐπαγγειλαμένου πρότερον· Ἔτι ἅπαξ ἐγὼ σείσω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν. Τὸ δὲ ἔτι ἅπαξ δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. ∆ιὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχομεν χάριν, δι' ἧς λατρεύομεν εὐαρέστως τῷ Θεῷ.» Ἣν δὲ λέ γει βασιλείαν οὗτος ἀσάλευτον, ταύτην στερεωθεῖσαν ψάλλει ∆αβίδ· «Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο· ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.» Τὸ ἄρα παρὰ τῷ προφήτῃ ῥητὸν τὴν ἐπιδημίαν τοῦ Σωτῆρος σημαίνει, ἐν ᾗ καὶ ἡμεῖς ἀν εκαινίσθημεν, καὶ ὁ νόμος τοῦ πνεύματος ἀσάλευ τος διαμένει. Ἀλλ' οἱ τῷ ὄντι τροπικοὶ, συνθέμενοι τοῖς Ἀρειανοῖς, καὶ μερισάμενοι μετ' αὐτῶν τὴν εἰς τὴν θεότητα βλασφημίαν, ἵνα ἐκεῖνοι μὲν τὸν Υἱὸν, οὗτοι δὲ τὸ Πνεῦμα κτίσμα λέγωσιν· ἐτόλμησαν, ὡς αὐτοί φασι, τρόπους πάλιν ἑαυτοῖς ἐφευρεῖν καὶ παρεξηγεῖσθαι καὶ τὸ τοῦ Ἀποστόλου ῥητὸν, ὃ καλῶς μὲν αὐτὸς ἔγραφε Τιμοθέῳ λέγων· «∆ια μαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Ἰησοῦ Χριστοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλησιν.» Ἐκεῖνοι δὲ φάσκουσιν, ἐπειδὴ τὸν Θεὸν καὶ τὸν Χριστὸν ὠνόμασεν, εἶτα τοὺς ἀγγέλους, ἀνάγκῃ τοῖς ἀγ γέλοις συναριθμεῖσθαι τὸ Πνεῦμα, τῆς τε αὐτῶν εἶναι συστοιχίας καὶ αὐτὸ, καὶ ἄγγελον εἶναι μείζονα τῶν ἄλλων. Πρῶτον μὲν οὖν τῆς ἀσεβείας ἐστὶν Οὐαλεντίνου τοῦτο τὸ εὕρημα· καὶ οὐκ ἔλαθον οὗτοι τὰ ἐκείνου φθεγγόμενοι. Ἐκεῖνος γὰρ ἔφη σεν, ὅτι, πεμφθέντος τοῦ Παρακλήτου, συναπεστάλη σαν αὐτῷ οἱ ἡλικιῶται αὐτοῦ ἄγγελοι· ἔπειτα δὲ τὸ Πνεῦμα κατάγοντες εἰς τοὺς ἀγγέλους εἰς τὴν Τριάδα συντάσσοντες. Εἰ γὰρ μετὰ Πατέρα καὶ Υἱὸν κατ' αὐτοὺς οἱ ἄγγελοι, δηλονότι τὴν Τριάδος εἰσὶν οἱ ἄγγελοι, καὶ οὐκ ἔτι «λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενοι,» οὐδὲ ἁγιαζόμενοι, ἀλλ' αὐτοὶ μᾶλλον ἁγιάζοντες ἄλλους ἂν εἶεν.