ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΣΕΡΑΠΙΩΝΑ ΘΜΟΥΕΩΣ ΕΠΙΣΚΟΠΟΝ Κατὰ τῶν βλασφημούντων καὶ λεγόντων κτίσμα εἶ

 Τὰ γράμματα τῆς σῆς ἱερᾶς διαθέσεως ἀπεδόθη μοι ἐν τῇ ἐρήμῳ. Καὶ εἰ καὶ πικρός τις ἦν ὁ καθ' ἡμῶν διωγμὸς ἐπικείμενος, καὶ πολλὴ ἔρευνα τῶν ζητούντων

 Τῶν μὲν οὖν Ἀρειανῶν οὐκ ἀλλότριον καὶ τοῦτο ἐνθύμημα. Ἅπαξ γὰρ ἀρνούμενοι τὸν τοῦ Θεοῦ Λόγον, εἰκότως τὰ αὐτὰ καὶ κατὰ τοῦ Πνεύματος αὐτοῦ δυσφημοῦσι

 Πόθεν τοίνυν ὑμῖν, ὦ οὗτοι, τῆς τοσαύτης τόλμης ἡ πρόφασις, ὥστε μὴ φοβηθῆναι τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον· «Ὃς δ' ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ ἅγιον

 Εἴπατε γοῦν εἴ που τῆς θείας Γραφῆς εὑρίσκε τε τὸ Πνεῦμα τὸ ἅγιον ἁπλῶς εἰρημένον πνεῦμα, χωρὶς προσθήκης τοῦ λέγεσθαι ἢ τοῦ Θεοῦ, ἢ τοῦ Πατρὸς, ἢ ὅτι

 Ὑμεῖς δὲ εἴπατε τὸ προταθὲν ὑμῖν, εἰ εὑ ρήκατέ που τῆς θείας Γραφῆς τὸ Πνεῦμα τὸ ἅγιον λεγόμενον ἁπλῶς Πνεῦμα, χωρὶς τῆς προειρημένης ἐπ' αὐτῷ προσθήκ

 Ἐρωτήσατε δὲ καὶ ὑμεῖς περὶ τῶν ἐν τοῖς Εὐαγγελίοις, καὶ ὧν ἔγραψαν οἱ ἀπόστολοι, καὶ ἀκούσεσθε πῶς κἀκεῖ, πλείστης οὔσης διαφορᾶς πνευμά των, κατ' ἐξ

 Ἰδοὺ πῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐν πάσῃ τῇ θείᾳ Γραφῇ γνωρίζεται. Τί τοίνυν ὑμεῖς τοιοῦτον ἐν τῷ προφή τῃ ἐθεωρήσατε; Οὐδὲ γὰρ οὐδὲ κἂν τὸ ἄρθρον ἔχει τὸ

 Ἐντυγχάνοντες δὲ καὶ ὑμεῖς ταῖς ἁγίαις Γραφαῖς, εὑρήσετε λεγόμενον πνεῦμα καὶ τὸν ἐν αὐτοῖς τοῖς θείοις λόγοις νοῦν, γράφοντος τοῦ Παύλου· «Ὃς καὶ ἱκά

 Ἀλλ' ἐπείπερ Χριστοῦ, φησὶ, μνημονεύει τὸ Λόγιον, ἀκολούθως καὶ τὸ λεγόμενον πνεῦμα οὐδὲν ἕτερον ἢ τὸ Πνεῦμα τὸ ἅγιον χρὴ νοεῖν. Εἶτα τὸ μὲν συνονομάζ

 Οὐκοῦν τοῦ κτιζομένου πνεύματος τοιαύτην ἔχοντος τὴν διάνοιαν, πρεπόντως ἂν νοηθείη καὶ ἡ στερεουμένη βροντὴ ὁ πιστὸς λόγος, καὶ ἀσάλευτος τοῦ πνεύματ

 Τί οὖν ἡ τοσαύτη τούτων ἀπόνοια; Ποῦ τῶν Γραφῶν πάλιν εὗρον ἄγγελον τὸ Πνεῦμα λεγόμε νον; Τὰ αὐτὰ δέ μοι τοῖς προειρημένοις εἰπεῖν ἀνάγκη. Παράκλητος

 Καὶ Μωσῆς γ' οὖν, γινώσκων τοὺς μὲν ἀγγέ λους κτίσματα, τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἡνωμένον τῷ Υἱῷ καὶ τῷ Πατρὶ, λέγοντος αὐτῷ τοῦ Θεοῦ· «Πο ρεύου, ἀνάβηθι

 Ἀλλ' ἔστω ταῦτα, φασὶ καὶ αὐτοί· διὰ τί οὖν ὁ Ἀπόστολος μετὰ τὸν Χριστὸν οὐκ ὠνόμασε τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ τοὺς ἐκλεκτοὺς ἀγγέλους; Τὸ αὐτὸ δ' ἄν τ

 Τί δ' ἂν εἴποιεν, ἐὰν ἀκούσουσι καὶ τοῦ Κυρίου λέγοντος· «Κριτής τις ἦν ἔν τινι χώρᾳ, τὸν Θεὸν μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος.» Ἆρα, ἐπει

 Τῶν μὲν οὖν θείων λογίων τοιοῦτος ὁ νοῦς ἐμοὶ φαίνεται, διελέγχων τὴν τῶν ἀλόγων κατὰ τοῦ Πνεύματος δυσφημίαν· αὐτοὶ δὲ τὴν φιλονεικίαν ἔμμονον ἔχοντε

 Σιωπᾷν μὲν οὖν, ὡς προεῖπον, ἐπὶ τούτοις, καὶ μὴ προσποιεῖσθαι τοὺς τοιούτους ἔδει· ἵνα δὲ μὴ ἡ ἡμῶν σιωπὴ πρόφασιν ἀναισχυντίας αὐτοῖς ἐμποιήσῃ, ἀκου

 Οὐκοῦν καὶ κατὰ τοῦτο μανία τὸ λέγειν αὐτὸ κτίσμα. Εἰ γὰρ κτίσμα ἦν, οὐ συνετάσσετο τῇ Τριάδι. Ὅλη γὰρ εἷς Θεός ἐστι. Καὶ ἀρκεῖ γινώσκειν, ὅτι μὴ κτίσ

 Ἢ τολμησάτωσαν ἀποκρίνασθαι οἱ πάντα λέ γοντες εὐχερῶς, πῶς ὁ οὐρανὸς συνέστη, καὶ ἐκ ποίας ὕλης, καὶ τίς ἡ τούτου μίξις, ἢ πῶς ὁ ἥλιος, καὶ ἕκαστος τ

 Περιττῆς τοιγαροῦν καὶ πλέον μανίας οὔσης τῆς τοιαύτης ἐπιχειρήσεως, μηκέτι τοιαῦτά τις ἐρω τάτω, ἢ μόνον τὰ ἐν ταῖς Γραφαῖς μανθανέτω. Αὐτ άρκη γὰρ κ

 Τοιαύτης δὲ συστοιχίας καὶ ἑνότητος τῆς ἐν τῇ ἁγίᾳ Τριάδι οὔσης, τίς ἂν διέλοι ἢ τὸν Υἱὸν ἀπὸ τοῦ Πατρὸς, ἢ τὸ Πνεῦμα ἀπὸ τοῦ Υἱοῦ, ἢ αὐ τοῦ τοῦ Πατρό

 Τοιαύτην δὲ τάξιν καὶ φύσιν ἔχοντος τοῦ Πνεύματος πρὸς τὸν Υἱὸν, οἵαν ὁ Υἱὸς ἔχει πρὸς τὸν Πατέρα, πῶς ὁ τοῦτο κτίσμα λέγων οὐ τὸ αὐτὸ καὶ περὶ τοῦ Υἱ

 Τὰ κτίσματα τοίνυν ἐξ οὐκ ὄντων γέγονεν, ἀρ χὴν ἔχοντα τοῦ γίνεσθαι· ἐν ἀρχῇ γὰρ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐ τοῖς. Ἐκ δ

 Τὸ τοίνυν μὴ ἁγιαζόμενον παρ' ἑτέρου, μηδὲ μετέχον ἁγιασμοῦ, ἀλλ' αὐτὸ μεθεκτὸν ὂν, ἐν ᾧ καὶ τὰ κτίσματα πάντα ἁγιάζεται, πῶς ἂν εἴη ἓν τῶν πάντων, ἴδ

 Καὶ διὰ τοῦ Πνεύματος λεγόμεθα πάντες μέτοχοι τοῦ Θεοῦ· «Οὐκ οἴδατε, γάρ φησιν, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐν ὑμῖν οἰκεῖ; Εἴ τις τὸν ν

 Ἄλλο ἄρα τῶν κτισμάτων ἐστὶ τὸ Πνεῦμα, καὶ δέδεικται μᾶλλον ἴδιον εἶναι τοῦ Υἱοῦ, καὶ οὐ ξένον τοῦ Θεοῦ. Καὶ γὰρ κἀκεῖνο τὸ σοφὸν αὐτῶν ἐρώτημα· Εἰ ἐκ

 Ὅτι δὲ ἄνω τῆς κτίσεώς ἐστι τὸ Πνεῦμα, καὶ ἄλλο μὲν παρὰ τὴν τῶν γενητῶν φύσιν, ἴδιον δὲ τῆς θεότητος, ἔξεστι καὶ ἐκ τούτου πάλιν συνιδεῖν. Ἄτρεπτον κ

 Πάλιν γὰρ καὶ ἐκ τούτων ἄν τις ἴδοι τὸ Πνεῦμα τὸ ἅγιον, ὡς μεθεκτόν ἐστι καὶ οὐ μετέχον (τὰ αὐτὰ γὰρ λέγειν οὐκ ὀκνητέον). «Ἀδύνατον γὰρ,» φησὶ, «τοὺς

 Ἴδωμεν δὲ ὅμως καὶ πρὸς τούτοις καὶ αὐ τὴν τὴν ἐξ ἀρχῆς παράδοσιν καὶ διδασκαλίαν καὶ πίστιν τῆς καθολικῆς Ἐκκλησίας, ἣν ὁ μὲν Κύριος ἔδωκεν, οἱ δὲ ἀπ

 Οὐκοῦν τοῦτον ἐχούσης τῆς Ἐκκλησίας τὸν θεμέλιον τῆς πίστεως, εἰπάτωσαν πάλιν ἡμῖν ἐκεῖνοι καὶ ἀποκρινάσθωσαν· Τριάς ἐστιν, ἢ δυάς; Εἰ μὲν οὖν δυάς ἐσ

 Τοιαῦτα μὲν οὖν ὑμῖν ἄτοπα ἐκ τοῦ δυάδα λέγειν ἀπαντᾷ. Εἰ δὲ Τριάς ἐστιν, ὥσπερ οὖν καὶ ἔστι, δέδεικται δὲ ἀδιαίρετος οὖσα καὶ οὐκ ἀνόμοιος· ἀνάγκη μί

 Μία ἄρα καὶ ἐκ τούτων ἡ τῆς Τριάδος ἐνέργεια δείκνυται. Οὐ γὰρ ὡς παρ' ἑκάστου διάφορα καὶ διῃρημένα τὰ διδόμενα σημαίνει ὁ Ἀπόστολος· ἀλλ' ὅτι τὰ διδ

 Συμφώνως ἄρα ἀπὸ τῶν θείων Γραφῶν δείκνυ ται μὴ εἶναι κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ ἴδιον τοῦ Λόγου καὶ τῆς τοῦ Πατρὸς θεότητος· οὕτω γὰρ τῶν μὲν ἁγ

 Ἐγὼ μὲν οὖν καίπερ ἐν ἐρήμῳ διάγων, διὰ γοῦν τὴν ἀναίδειαν τῶν ἐκτραπέντων ἀπὸ τῆς ἀλη θείας, οὐ φροντίσας τῶν γελᾷν ἐθελόντων διὰ τὸ ἀσθενὲς καὶ ταπε

 ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ἘΠΙΣΚΟΠΟΝ ΣΕΡΑΠΙΩΝΑ ΚΑΤΑ ΤΩΝ ΛΕΓΟΝΤΩΝ ΚΤΙΣΜΑ ΤΟΝ ΥΙΟΝ. Ἐγὼ μὲν ἐνόμιζον καὶ οὕτως ὀλίγα γεγρα φέναι· καὶ κατηγόρουν ἐμαυτοῦ π

 Τῶν μὲν οὖν Ἀρειανῶν θνητὸν καὶ φθαρτὸν τὸ τοιοῦτον φρόνημα· ὁ δὲ τῆς ἀληθείας λόγος, ὅνπερ ἔπρεπε καὶ αὐτοὺς διανοεῖσθαι, τοιοῦτός ἐστιν· Εἰ πηγὴ, κα

 Τούτων δὲ οὕτω δεικνυμένων, ἀσεβής ἐστιν ὁ λέγων κτίσμα εἶναι τὸν Υἱόν. Ἀναγκασθήσεται γὰρ εἰπεῖν κτίσμα καὶ τὴν πηγὴν βρύουσαν, κτίσμα τὴν σοφίαν, τὸ

 Καὶ πάλιν τὰ γενητὰ πάντα οὐκ ἦν, καὶ γέγονε. Τὴν γὰρ γῆν, ὡς οὐδὲν, ἐποίησε· καὶ, «ὁ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα·» καὶ ποιήματα δέ ἐστι καὶ κτίσματα· δι

 Τίς, τούτων ὄντων καὶ γεγραμμένων, οὐ συνορᾷ, ἐπεὶ τῶν μὲν κτισμάτων οὐδὲν ὅμοιον ὁ Υἱὸς ἔχει, πάντα δὲ τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ ἐστιν, ὅτι ὁμοούσιος ἂν

 Καὶ οὕτω δ' ἄν τις διελέγξειε τὴν ἀσέβειαν τῶν λεγόντων κτίσμα εἶναι τὸν τοῦ Θεοῦ Λόγον. Ἡ πίστις ἡμῶν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμά ἐστι, λέγο

 Ἀλλ' ἐπειδὴ προφασίζονται τὸ ἐν ταῖς Παροιμίαις γεγραμμένον τὸ, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,» καὶ ἐπιλέγουσιν ἑαυτοῖς· Ἰδοὺ ἔκτι

 Ὁ μὲν χαρακτὴρ οὗτος ἐκ τῶν ἀποστόλων διὰ τῶν Πατέρων· δεῖ δὲ λοιπὸν, ἐντυγχάνοντα τῇ Γραφῇ, δοκιμάζειν καὶ διακρίνειν, πότε μὲν περὶ τῆς θεότητος τοῦ

 Καὶ γὰρ κἀκεῖνο πάλιν τὸ καλῶς μὲν εἰρημένον, κακῶς δὲ νοούμενον παρ' αὐτοῖς· φημὶ δὴ τὸ, «Περὶ τῆς ἡμέρας ἢ τῆς ὥρας ἐκείνης οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγ

 ΕΠΙΣΤΟΛΗ ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ΣΕΡΑΠΙΩΝΑ ΕΠΙΣΚΟΠΟΝ ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ. Ἴσως θαυμάσεις, πῶς ἐντειλάμενον τὴν περὶ τοῦ ἁγίου Πνεύματος γραφεῖσα

 Ἱκανὰ μὲν οὖν καὶ ταῦτα πεῖσαι καὶ πάντα ὁντινοῦν φιλόνεικον, μηκέτι λέγειν κτίσμα τοῦ Θεοῦ, τὸ ἐν τῷ Θεῷ, καὶ τὰ βάθη ἐρευνῶν τοῦ Θεοῦ, καὶ ἐκ Πατρὸς

 Καὶ πάλιν χρίσμα καὶ σφραγὶς λέγεται καὶ ἔστι τὸ Πνεῦμα· ὁ μὲν γὰρ Ἰωάννης γράφει· «Καὶ ὑμεῖς τὸ χρίσμα ὃ ἐλάβετε παρ' αὐτοῦ μένει ἐν ὑμῖν· καὶ οὐ χρε

 Καὶ τοῦτο οἶδεν ὁ Ἀπόστολος λέγων· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·» καὶ μετ' ὀλίγα· «Ἐν ἑνὶ Πνε

 Τούτου δὲ οὕτως γεγραμμένου, δῆλόν ἐστιν, ὡς οὐκ ἔστι κτίσμα τὸ Πνεῦμα, ἀλλ' ἐν τῷ κτίζειν ἐστίν· ὁ γὰρ Πατὴρ διὰ τοῦ Λόγου ἐν τῷ Πνεύματι κτίζει τὰ π

 Ἀμέλει, ἐπευχόμενος Κορινθίοις, ἐν τῇ Τριά δι ηὔχετο λέγων· «Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματο

 Τῆς μὲν οὖν καθολικῆς πίστεως ὁ χαρακτὴρ οὗτος. Οἱ δὲ δυσφημοῦντες εἰς τὸ Πνεῦμα, καὶ λέγον τες αὐτὸ κτίσμα, εἰ μὴ ἐκ τῶν εἰρημένων μεταγι νώσκουσι, κ

 ΕΠΙΣΤΟΛΗ ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ΣΕΡΑΠΙΩΝΑ ΟΜΟΙΩΣ ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ. Ἐνέτυχον καὶ τῇ νῦν γραφείσῃ παρὰ τῆς σῆς εὐλαβείας ἐπιστολῇ, καὶ πάνυ θα

 Τίς, τούτων ἀκούων, ἔτι Χριστιανοὺς, καὶ οὐ μᾶλλον Ἕλληνας αὐτοὺς νομίσει; Τοιαῦτα γὰρ Ἕλληνες καθ' ἡμῶν ὁμιλοῦσιν ἑαυτοῖς. Τίς ἀποκρίνασθαι θελήσει π

 Πάλιν οὖν ἐκ τῶν ὑμῶν δίκαιον ὑμᾶς οὕτως ἐρω τᾶσθαι. Ἐπειδὴ οἱ προφῆται ἐν τῷ Πνεύματι τοῦ Θεοῦ λαλοῦσι, καὶ ἐν τῷ Ἡσαΐᾳ τὸ Πνεῦμα τὸ ἅγιον προφη τεύε

 Οὕτως οὐκ ἔστι κτίσμα τὸ Πνεῦμα, ἀλλ' ἴδιον τῆς τοῦ Λόγου οὐσίας, ἴδιον καὶ τοῦ Θεοῦ, καὶ ἐν αὐ τῷ λέγεται εἶναι. Πάλιν γὰρ τὰ αὐτὰ λέγειν οὐκ ὀκνη τέ

 Τούτων οὕτω δεικνυμένων, μαίνοιτ' ἄν τις ἐρω τῶν, Υἱὸς οὖν ἐστι καὶ τὸ Πνεῦμα; Μηδὲ, ἐπειδὴ μὴ γέγραπται οὕτω, διὰ τοῦτο ἐξαιρείτω τις αὐτὸ τῆς τοῦ Θε

 Εἰ γὰρ, ἐπεὶ μὴ κτίσμα ἐστὶ τὸ Πνεῦμα (τοῦτο γὰρ ἐδείχθη), ἐρωτᾶτε, Υἱὸς οὖν ἐστι τὸ Πνεῦμα; ὥρα, μαθόντας ὑμᾶς, ὅτι μὴ κτίσμα ἐστὶν ὁ Υἱὸς (διὰ τούτο

 Ἀρκεῖ ταῦτα πρὸς ἔλεγχον τῆς μωρολογίας ὑμῶν. Μηκέτι παίζετε εἰς τὴν θεότητα. Παιζόντων γὰρ ἴδιον ἐρωτᾷν τὰ μὴ γεγραμμένα καὶ λέγειν· Οὐκοῦν Υἱός ἐστι

5. As it is thus written, it is clear that the Spirit is not a creature, but takes part in the act of creation. The Father creates all things through the Word in the Spirit; for where the Word is, there is the Spirit also, and the things which are created through the Word have their vital strength out of the Spirit from the Word. Thus it is written in the thirty-second Psalm: ‘By the Word of the Lord the heavens were established, and by the Spirit of his mouth is all their power.’

So clearly is the Spirit indivisible from the Son that what is now to be said leaves no room for doubt. When the Word came upon the prophet, it was in the Spirit that the prophet used to speak the things he received from the Word. Thus it is written in the Acts, when Peter says: ‘Brethren, it was needful that the Scripture should be fulfilled which the Holy Spirit spake before.’ In Zechariah it is written, when the Word comes upon him: ‘But receive my words and my statutes, which I charge in my Spirit to the prophets.’ And when, a little farther on, he rebuked the people, he said: ‘They made their hearts to be disobedient, lest they should hear my law and the words which the Lord of hosts has sent by his Spirit in the hands of the prophets of old.’ And when Christ spoke in Paul—as Paul himself said, ‘Seeing that ye seek a proof of Christ that speaketh in me’—it was, none the less, the Spirit that he had bestowing upon him the power of speech. For he writes: ‘according to the supply of the Spirit of Jesus Christ upon me.’ Again, when Christ spoke in him, he said: ‘Save that the Holy Spirit testifieth unto me in every city, saying that bonds and afflictions abide me.’ The Spirit is not outside the Word, but, being in the Word, through him is in God. And so the spiritual gifts are given in the Triad. For, as he writes to the Corinthians, in their distribution there is the same Spirit and the same Lord and the same God, ‘Who worketh all things in all’. For the Father himself through the Word in the Spirit works and gives all things.

Τούτου δὲ οὕτως γεγραμμένου, δῆλόν ἐστιν, ὡς οὐκ ἔστι κτίσμα τὸ Πνεῦμα, ἀλλ' ἐν τῷ κτίζειν ἐστίν· ὁ γὰρ Πατὴρ διὰ τοῦ Λόγου ἐν τῷ Πνεύματι κτίζει τὰ πάντα, ἐπεὶ ἔνθα ὁ Λόγος, ἐκεῖ καὶ τὸ Πνεῦμα· καὶ τὰ διὰ τοῦ Λόγου κτιζόμενα ἔχει ἐκ τοῦ Πνεύματος παρὰ τοῦ Λόγου τὴν τοῦ εἶναι ἰσχύν. Οὕτω γὰρ γέγραπται ἐν τῷ τριακοστῷ δευ τέρῳ ψαλμῷ· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Ἀμέλει οὕτως ἐστὶ τὸ Πνεῦμα ἀδιαίρετον πρὸς τὸν Υἱὸν, ὡς μὴ ἀμφιβάλλειν ἐκ τοῦ λεγομένου. Ὅτε γὰρ ὁ Λόγος ἐγίγνετο πρὸς τὸν προφήτην, τὰ παρὰ τοῦ Λόγου ἐν τῷ Πνεύματι ἐλάλει ὁ προφήτης. Οὕτω καὶ γέγρα πται ἐν μὲν ταῖς Πράξεσι τοῦ Πέτρου λέγοντος· «Ἄνδρες ἀδελφοὶ, ἔδει πληρωθῆναι τὴν Γραφὴν, ἣν προεῖπε τὸ Πνεῦμα τὸ ἅγιον·» ἐν δὲ τῷ Ζαχαρίᾳ, τοῦ Λόγου γενομένου πρὸς αὐτὸν, γέγραπται· «Πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε, ὅσα ἐγὼ ἐντέλλομαι ἐν Πνεύματί μου τοῖς προφή ταις.» Καὶ μετ' ὀλίγα, αἰτιώμενος τὸν λαὸν, ἔλεγε· «Τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ εἰσακούειν τοὺς νόμους μου, καὶ τοὺς λόγους, οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν Πνεύματι αὐ τοῦ, ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν.» Καὶ τοῦ Χριστοῦ δὲ λαλοῦντος ἐν τῷ Παύλῳ, ὡς αὐ τὸς εἶπεν· «Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦν τος Χριστοῦ;» οὐδὲν ἧττον τὸ Πνεῦμα εἶχεν ἐπιχο ρηγοῦν αὐτῷ τὸ λαλεῖν. Οὕτω γὰρ αὐτὸς γράφει· «Κατὰ τὴν ἐπιχορηγίαν τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ εἰς ἐμέ.» Πάλιν τε τοῦ Χριστοῦ ἐν αὐτῷ λαλοῦντος, ἔλεγε· «Πλὴν ὅτι τὸ Πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτυρεῖταί μοι, λέγον, ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν.» Οὐ γὰρ ἐκτός ἐστι τοῦ Λόγου τὸ Πνεῦμα, ἀλλὰ, ἐν τῷ Λόγῳ ὂν, ἐν τῷ Θεῷ δι' αὐ τοῦ ἐστιν· ὥστε τὰ χαρίσματα ἐν τῇ Τριάδι δίδοσθαι. Ἐν γὰρ τῇ τούτων διαιρέσει, ὡς Κορινθίοις γράφει, τὸ αὐτὸ Πνεῦμά ἐστι καὶ ὁ αὐτὸς Κύριος, καὶ ὁ αὐτὸς Θεός ἐστιν ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. Αὐτὸς γὰρ ὁ Πατὴρ διὰ τοῦ Λόγου ἐν τῷ Πνεύματι ἐνεργεῖ καὶ δίδωσι τὰ πάντα.