Laudatio Barnabae apostoli Ἀλεξάνδρου μοναχοῦ ἐγκώμιον εἰς τὸν ἅγιον Βαρνάβαν τὸν ἀπόστολον, προτραπέντος ὑπὸ τοῦ πρεσβυτέρου καὶ κλειδούχου τοῦ σεβασ

 ὀνομαζόμενος ὁ ἀπόστολος. Τιμήσωμεν οὖν αὐτὸν κατὰ δύναμιν· τὸ γὰρ κατὰ δύναμιν εἰπεῖν εὐγνωμοσύνης ἀπόδειξις· τὸ δὲ κατ' ἀξίαν λέγειν συγχωρήσωμεν ἔχ

 ἀπόστολον ἐπᾶραι τοῖς ἐγκωμίοις ποθῶν, καὶ οὔπω ἥψατο τοῦ προοιμίου· τοῖς γὰρ ἐπαίνοις ἀπρό σιτος τυγχάνει ὁ θαυμάσιος. ∆ιὸ ἀφέντες ὡς ἀνέφικτον τὸν π

 ἐπεθύμουν ἰδεῖν οἱ πατέρες ἡμῶν· ἰδοὺ γὰρ Ἰησοῦς τίς προφήτης ἀπὸΝαζαρὲτ τῆς Γαλιλαίας ἐστὶν ἐν τῷ ἱερῷ, μεγαλοπρεπῶς θαυματουργῶν, καὶ ὡς τοῖς πολλοῖ

 ἄγροικον καὶ βιοθανῆ. Ὡς δὲ εἶδε τὰ διὰ τῶν ἀποστόλων γινόμενα τῶν θαυμάτων μεγα λουργήματα καὶ τοῦ λαοῦ τὸ πλῆθος τῶν καθ' ἡμέραν προστιθεμένων τῷ λό

 μαχον ὁ κύριος δι' ἑαυτοῦ ἐχειροτόνησεν. Τότε διηγήσατο αὐτοῖς ὁ Παῦλος ὅσα συνέβη αὐτῷ κατὰ τὴν ὁδόν, καὶ ὅτι εἶδε τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ,

 περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον. Ἰδὼν δὲ αὐτοὺς ὁ Μάρκος ὑπὸ πάντων τιμωμένους καὶ ὅτι μετὰ τοσαύτας αἰκίας καὶ κινδύνους ἐρρωμένοι εἰσὶ καὶ ὁλόκλη

 Ἰησοῦ Χριστοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάσσειν καὶ ποιεῖν αὐτὰς καὶ ἀπέχεσθαι ἀπὸ παντὸς πονηροῦ πράγματος· δεῖ γὰρ πάντας ἡμᾶς παραστῆναι τῷ βήματι τ

 ἀρεσθείς, ἔγνω θεό πνευστον αὐτὴν εἶναι· καὶ χειροτονήσας τὸν Μάρκον, ἀπέστειλεν αὐτὸν ὡς ἱκανώτατον εἰς Ἀλεξάνδρειαν τὴν πρὸς Αἴγυπτον καὶ Λιβύην καὶ

 ἀνακαλέσασθαι αὐτὸν ἐκ τοῦ βαράθρου τῆς ἀσεβείας, ὡς δὲ εἶδον αὐτὸν ἀντι λέγοντα καὶ μᾶλλον θρασυνόμενον κατὰ τῆς ὀρθοδόξου πίστεως, τότε ἀπεφήναντο κ

 βασιλεύουσαν καὶ ἐπὶ τοῦ οἰκουμενικοῦ πατριάρχου κριθῆναι πρὸς τοὺς Ἀντιοχείας, ἀπεναρκώθη τῷ φόβῳ, ὑφορώμενος τὰς τοῦ Κναφέως συσκευάς· Ἀνθέμιος δὲ ἦ

 αὐτοῦ καὶ ἐπέτρεψε τῷ πατριάρχῃ διακοῦσαι μετὰ τῆς ἐνδημούσης συνόδου τὰ μεταξὺ τῶν μερῶν καὶ τὸ παριστάμενον διαλαλῆσαι. Τοῦ δὲ συνεδρίου συγκροτηθέν

 Κυπρίους Κωνσταντιεῖς μηνὶ Μεσωρὶ τοῦ καὶ δεκάτου ἑνδεκάτῃ, κατὰ δὲ Ἀσιανοὺς ἤτοι κατὰ Παφίους μηνὶ Πληθυπάτῳ τοῦ καὶ ἐννάτου ἐννεακαιδεκάτῃ, συναγόμε

αὐτοῦ καὶ ἐπέτρεψε τῷ πατριάρχῃ διακοῦσαι μετὰ τῆς ἐνδημούσης συνόδου τὰ μεταξὺ τῶν μερῶν καὶ τὸ παριστάμενον διαλαλῆσαι. Τοῦ δὲ συνεδρίου συγκροτηθέντος καὶ τῆς ὑποθέσεως κινηθείσης, οἱ ἐξεναντίας χρώμενοι, ὡς ᾤ οντο, τοῖς ἑαυτῶν δικαίοις, ἔλεγον ὅτι πατριαρχικός ἐστιν ὁ τῆς Ἀντιοχέων θρόνος καὶ ἀποστολικός, καὶ δεῖ τὰς ἄλλας ἐπαρχίας εἶναι ὑπ' αὐτόν. Ἐδόκουν δὲ τοῖς παροῦσιν εὔλογα λέγειν. Ὁ δὲ μακάριος Ἀνθέμιος, μικρὸν ἐπισχών, ἀνθυπήνεγκε, λέγων· "Ἀλλὰ καὶ ὁ ἐμός, ὦ βέλτιστοι, θρόνος ἀποστολικός ἐστιν ἄνωθεν καὶ ἐξαρχῆς, ἐλευθερίᾳ τετιμημένος, καὶ ἀπόστολον ὁλόσωμον ἔχω ἐν τῇ πατρίδι μου, τὸν ἐν ἁγίαις εὐφημίαις Βαρνάβαν τὸν τρισμακάριον." Τούτου λαληθέντος, οὐκέτι ἦν τόπος ἀντιλογίας, τῶν ἐπισκόπων κυρωσάντων σιωπῇ τὸν λόγον· καὶ οἱ ἐξεναντίας δὲ εἱστήκεισαν μετ' αἰσχύνης ἐνεοί, τὸ εὔλογον τῆς ἀποκρίσεως ἐκπληττόμενοι.

Ταῦτα μαθών, ὁ βασιλεύς, μετὰ σπουδῆς μεταπεμψάμενος τὸν ἐπίσκοπον Κύπρου, ἐπυνθάνετο περὶ τῆς ἀποκαλύψεως τοῦ ἁγίου ἀποστόλου Βαρνάβα· ὁ δὲ μηδὲν τἀληθοῦς ἀποκρύψας, πάντα καθεξῆς διηγήσατο τῷ βα σιλεῖ· ὁ δὲ ἀκούσας, ἐχάρη λίαν, θαυμάζων ἐπὶ τῇ τοῦ θεοῦ πλουσίᾳ χάριτι, ὅτι ἐν τοῖς χρόνοις τῆς βασιλείας αὐτοῦ τηλικοῦτον θαῦμα ἐποίησεν. Τότε ἀπεσόβησεν ἀπ' αὐ τοῦ τὸν Ἀντιοχείας ἐπίσκοπον, κελεύσας τοῦ λοιποῦ τὸ παράπαν μὴ παρενοχλεῖσθαι τὸν ἐπίσκοπον Κύπρου ἕνεκεν τῆς ὑποθέσεως ταύτης. Τότε παρεκάλει τὸν μακάριον Ἀνθέμιον τὸν ἐπίσκοπον, λέγων· "Ἐπειδήπερ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐν τοῖς χρόνοις τῆς ἁγίας σου ἱεραρχίας εὐδόκησεν ἀποκαλύψαι τὸν ἅγιον αὐτοῦ ἀπόστολον Βαρνάβαν, κέλευσον ἐνταῦθά μοι τὸ τάχος ἀνακομισθῆναι τὸ εὑρεθὲν εὐαγγέλιον, χαριζόμενός μοι ἐν τούτῳ, τῷ τέκνῳ σου, χάριν ὅτι μάλιστα πλείστην· ἕξεις γὰρ κἀμὲ ἀπὸ τοῦ νῦν εἰς πάντα ὑπακούοντα τῇ σῇ πατρωσύνῃ."Ἐπινεύσας δὲ ὁ ἐπίσκοπος, ἀπέστειλεν ἕνα τῶν σὺν αὐτῷ ἐπισκόπων μετὰ πιστοτάτου ἀνθρώπου τοῦ βασι λέως· καὶ λαβόντες τὸ εὐαγγέλιον, ἀνήγαγον ἐν Κων σταντινουπόλει, ἔχον ἐκ θυΐνων ξύλων τὰ πτύχια. Λαβὼν δὲ ὁ βασιλεὺς καὶ καταφιλήσας καὶ χρυσίῳ κατακοσμή σας, ἀπέθετο ἐν τῷ παλατίῳ καὶ μέχρι τῆς σήμερον φυλάττεται· ἐν γὰρ τῇ μεγάλῃ πέμπτῃ τοῦ Πάσχα καθ' ἕκαστον ἐνιαυτὸν ἐν αὐτῷ ἀναγινώσκουσι τὸ εὐαγγέλιον ἐν τῷ εὐκτηρίῳ τοῦ παλατίου. Τὸν δὲ ἐπίσκοπον μεγάλως ὁ βασιλεὺς τιμήσας, ἀπέλυσεν αὐτὸν ἐπὶ τὴν Κύπρον μετὰ χρημάτων πολλῶν καὶ κελεύσεως, ἐντειλάμενος αὐτῷ ἐγεῖραι ναὸν τῷ ἁγίῳ ἀποστόλῳ Βαρνάβᾳ ἐν τῷ τόπῳ ἔνθα εὑρέθη τὸ τίμιον αὐτοῦ λείψανον· πολλοὶ δὲ καὶ τῶν μεγιστάνων δεδώκασιν αὐτῷ χρήματα εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ. Ὁ δὲ καταλαβὼν τὴνΚυπρίων καὶ συναγαγὼν πλῆθος τεχνιτῶν καὶ ἐργατῶν, οὐ παρέργως εἴχετο τῆς οἰκοδομῆς, ἀλλ' ἤγειρε ναὸν τῷ ἀποστόλῳ παμμεγεθέστατον, λαμπρὸν τοῖς μηχανήμασι, λαμπρότερον τῇ ποικιλίᾳ τῆς διακοσμήσεως, ἐμβόλοις ἔξωθεν κύκλῳ περιεσφιγμένον. Κατὰ δὲ τὸ κλίτος τοῦ ναοῦ τὸ πρὸς λίβα, ἐποίησεν αὐλὴν μεγάλην, τέσσαρας στοὰς ἔχουσαν· καὶ οἰκίσκους ἔνθεν καὶ ἔνθεν τῆς αὐλῆς οἰκοδομήσας, καταμένειν ἐν αὐτοῖς προσέταξε τοὺς τὰς θείας ἐν τῷ ναῷ λειτουργίας ἐπιτελοῦντας μοναχούς· τὸν δὲ ὑδραγωγὸν ἐνέγκας ἀπὸ μακρόθεν, ἀναβλύσαι πλουσίως πεποίηκε, ἐν μέσῳ τῆς αὐλῆς ὑδροδοχεῖον κάλλιστον οἰκοδομήσας, ὅπως οἱ παροικοῦντες ἐν τῷ τόπῳ καὶ οἱ ξένοι ἔχωσιν ἀφθόνως τὴν τοῦ νάματος ἀπόλαυσιν. Πολλὰς δὲ καὶ ἑτέρας ξενίας ᾠκοδόμησεν ἐν τῷ τόπῳ εἰς ἀνάπαυσιν τῶν ἐπιδημούντων ξένων· καὶ ἦν ἰδεῖν ἐκεῖνον τὸν χῶρον, τῇ ὡραιότητι μιμούμενον μικρὰν τινὰ πόλιν καὶ τερπνὴν λίαν. Τὴν δὲ ἁγία τοῦ ἀποστόλου θήκην ἀπέθετο ἐκ δεξιῶν τοῦ θυσιαστηρίου, ἀργυρίῳ ἱκανῷ καὶ μαρμάροις κατακοσμήσας τὸν τόπον· τὴν δὲ ἡμέραν τῆς ἐνδόξου μνήμης τοῦ τρισμακαρίου ἀποστόλου καὶ γενναίου μάρτυρος Βαρνάβα ἐδικαίωσαν γίνεσθαι καθ' ἕκαστον ἐνιαυτόν, κατὰ μὲν Ῥωμαίους τῇ πρὸ τριῶν εἰδῶν Ἰουνίων, κατὰ δὲ

12