De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
παλάτιον. παρεγένετο οὖν Κέλερ μάγιστρος, καὶ Ἰουστίνος ὁ τῆς θείας λήξεως, κόμης ὢν ἐξκουβιτόρων τηνικαῦτα. καὶ παραχρῆμα ὁ μάγιστρος ἐδήλωσεν εἰς τὰς σχολὰς, ἵνα καὶ οἱ κανδιδάτοι καὶ οἱ ἄλλοι σχολάριοι ἀπαντήσωσιν. ἐδήλωσεν δὲ καὶ ὁ τῆς θείας λήξεως Ἰουστῖνος τοῖς στρατιώταις καὶ τριβούνοις καὶ βικαρίοις ἀπαντῆσαι καὶ τοὺς πρώτους τῶν ἐξκουβιτόρων, καὶ εἶπεν αὐτοῖς, ὅτι "ὁ δεσπότης ἡμῶν, ὡς ἄνθρωπος, ἐτελεύτησεν· δεῖ οὖν ἡμᾶς πάντας κοινῇ βουλεύσασθαι, καὶ τὸν τῷ Θεῷ ἀρέσκοντα καὶ τῇ πολιτείᾳ συμφέροντα ἐπιλέξασθαι." τὸν αὐτὸν τρόπον διελέχθη καὶ ὁ μάγιστρος τοῖς κανδιδάτοις καὶ τοῖς πρώτοις τῶν σχολαρίων. ὄρθρου οὖν προῆλθον οἱ ἄρχοντες, τινὲς μὲν μύϊνα φοροῦντες, τινὲς δὲ καὶ διάφορα. συνήχθη δὲ καὶ ὁ δῆμος ἐν 427 τῇ ἱπποδρομίᾳ, καὶ εὐφήμουν τὴν σύγκλητον κράζοντες· "πολλὰ τὰ ἔτη τῆς συγκλήτου. σύγκλητε Ῥωμαίων, σὺ νικᾷς. τὸν ἐκ Θεοῦ βασιλέα τῷ ἐξερκίτῳ. τὸν ἐκ Θεοῦ βασιλέα τῇ οἰκουμένῃ" καὶ πολλὰ τοιαῦτα. καὶ τεθέντων σκαμνίων ἐν τῷ πορτίκῳ τῷ πρὸ τοῦ μεγάλου τρικλίνου, ἐκάθισαν πάντες οἱ ἄρχοντες καὶ ὁ ἀρχιεπίσκοπος, καὶ ἤρξαντο πρὸς ἀλλήλους φιλονεικεῖν περὶ τῆς προβολῆς τοῦ βασιλέως· ἄλλος γὰρ ἄλλῳ ἐσπούδαζεν· ὡς δὲ χρόνος διετρίβετο, λέγει αὐτοῖς Κέλερ ὁ μάγιστρος, ὅτι "ἐν ὅσῳ ἔξεστιν ἡμῖν, βουλευσόμεθα καὶ πράξομεν. ἐὰν γὰρ ταχέως ὀνομάσωμεν τὸν ὀφείλοντα γενέσθαι, πάντες ἡμῖν ἀκολουθήσωσιν καὶ ἡσυχάζουσιν. ἐπεὶ μετ' ὀλίγον οὐ γινόμεθα κύριοι τῆς βουλῆς, ἀλλ' ἡμεῖς ἑτέροις ἔχομεν ἀκολουθεῖν." ὡς δὲ καὶ μετὰ ταῦτα ἡ φιλονεικία ἐπέμενεν, οἱ ἐξκουβίτορες ἄνω ἐν τῷ ἱππικῷ ἀναγορεύουσιν βασιλέα Ἰωάννην τινὰ τριβοῦνον, οἰκειούμενον τῷ τῆς θείας λήξεως Ἰουστίνῳ, ὃς μετὰ ταῦτα ἐπίσκοπος Ἡρακλείας ἐγένετο, καὶ ἀνήγαγον αὐτὸν εἰς τὸ σκουτάριον. ἀπηρέσθησαν δὲ οἱ Βένετοι, καὶ ἐλίθασαν, καί τινες καὶ ἐτοξεύθησαν ὑπὸ τῶν ἐξκουβιτόρων. πάλιν δὲ σχολάριοι ὁρμήσαντες κατέσχον πατρίκιον, ὄντα στρατηλάτην, καὶ ἀνήγαγον εἰς τὸν μέσον ἀκκούβιτον, καὶ ἔστησαν, ὀφείλοντες αὐτὸν 428 στέψαι· ἀπηρέσθησαν δὲ οἱ ἐξκουβίτορες, καὶ ἐπελθόντες κατέσπασαν αὐτὸν, καὶ ἔμελλον μὲν καὶ ἀναιρεῖν, εὑρεθεὶς δὲ ὁ εὐσεβέστατος δεσπότης Ἰουστινιανὸς, τηνικαῦτα κανδιδάτος ὢν, ἐῤῥύσατο αὐτὸν, καὶ παρεσκεύασεν αὐτὸν πεμφθῆναι εἰς τὸ ἐξκούβιτον καὶ φυλαχθῆναι. ἠνάγκαζον δὲ πάντες οἱ ἐξκουβίτορες αὐτὸν Ἰουστινιανὸν τὸν εὐσεβῆ γενέσθαι βασιλέα. ὁ δὲ παρῃτήσατο· καθ' ἕκαστον δὲ τῶν ὀνομαζομένων ἔκρουον εἰς τὰς θύρας τὰς ἐλεφαντίνους, ζητοῦντες παρὰ τῶν κουβικουλαρίων τὸ σχῆμα τοῦ βασιλέως· οἱ δὲ ἀκούοντες τὰ ὀνόματα τῶν προβαλλομένων οὐκ ἐπέδοσαν. τελευταῖον οὖν οἱ συγκλητικοὶ πάντες αἱροῦνται τὸν τῆς θείας λήξεως Ἰουστῖνον, καὶ τρόπον τινὰ ἠνάγκασαν αὐτὸν ἐλθεῖν ἐπὶ τὸ σχῆμα. σχολάριοι δέ τινες ἀπαρεσθέντες ἐπῆλθον αὐτῷ, ὥστε καὶ ἕνα δοῦναι αὐτῷ γρόνθον καὶ σχίσαι τὸ χεῖλος αὐτοῦ. πλὴν ἐκράτησεν ἡ γνώμη πάντων, καὶ συγκλητικῶν καὶ στρατιωτῶν καὶ δημοτῶν, καὶ ἀνηνέχθη εἰς τὸ ἱππικὸν, καὶ συνῄνεσαν ἐπ' αὐτῷ καὶ Βένετοι καὶ Πράσινοι, καὶ οἱ κουβικουλάριοι εὐθέως τὸ σχῆμα ἔπεμψαν. εἰσῆλθεν οὖν εἰς τὸ κάθισμα, συνόντος αὐτῷ τοῦ ἀρχιεπισκό 429 που Ἰωάννου καὶ τῶν λοιπῶν ἀρχόντων τῶν εἰωθότων εἰσέρχεσθαι εἰς τὸ κάθισμα, καὶ οἱ ἄλλοι ἄρχοντες κάτω ἵσταντο, καὶ ἐν τῷ σκουταρίῳ ἐφόρεσεν τὸν μανιάκιν ἐπιτεθέντα αὐτῷ παρὰ Γωδίλα τοῦ καμπιδούκτορος τῶν λαγκιαρίων, καὶ ὀρθώθη παραχρῆμα τὰ σίγνα κείμενα ἐπ' ἐδάφους κάτω, ἐπὶ τῶν τοιούτων ἀναγορεύσεων εἰθισμένον. οὐκ εἰσῆλθεν δὲ εἰς τὸν τρίκλινον, καὶ ἤλλαξεν, ἀλλὰ ἐποίησαν χελώνην οἱ στρατιῶται, καὶ ἐκεῖ ἐνεδύσατο, καὶ τὸν στέφανον ἐπέθηκεν αὐτῷ ὁ ἐπίσκοπος, καὶ ἐκράτησε λαγκίδιν καὶ σκουτάριν, καὶ ἀνῆλθεν, καὶ ἔκραξαν πάντες· "Ἰουστῖνε αὔγουστε, σὺ νικᾷς." καὶ προσεφώνησεν τῷ δήμῳ, ἐπιδοθέντος αὐτῷ τοῦ λιβελλαρίου, ἔνθα καὶ ὑπέσχετο αὐτοῖς κατασκουτάριν πέντε νομίσματα καὶ λίτραν ἀργύρου. τὸ δὲ λιβελλάριον ἀνεγνώσθη παρὰ λιβελλησίων, ἐπειδὴ οὔτε κυαίστωρ εὑρέθη καὶ ὁ μάγιστρος Κέλερ διὰ τὴν γενομένην ταραχὴν διὰ τοὺς πόδας αὐτοῦ οὐκ ἠδυνήθη εὑρεθῆναι, ἀλλὰ πρὸς τὴν ὥραν ἀπελείφθη. ἔχει δὲ ἡ προσφώνησις οὕτως. αὐτοκράτωρ Καῖσαρ Ἰουστῖνος νικητὴς ἀεὶ σεβαστός· "τῇ τοῦ παντοδυνάμου Θεοῦ κρίσει, τῇ τε ὑμετέρᾳ κοινῇ ἐκλογῇ πρὸς τὴν βασιλείαν χωρήσαντες, τὴν οὐράνιον πρόνοιαν ἐπικαλούμεθα." παρὰ πάντων ἐβοήθη· "ἄφθονα τῇ οἰκουμένῃ· ὡς ἔζησας, οὕτω βα 430 σίλευσον· ἄφθονα τῇ πολιτείᾳ· βασιλεῦ οὐράνιε, σῶσον τὸν ἐπίγειον. Ἰουστῖνε αὔγουστε, σὺ νικᾷς· τοῦ νέου Κωνσταντίνου πολλὰ τὰ ἔτη. ἡμεῖς δοῦλοι τοῦ βασιλέως."