De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
{Β.} Εὖ λέγεις, ἐπεί τοι καὶ ὁ θεσπέσιος γράφει Παῦλος· "Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι' αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ Ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος." Καὶ ὅτι τύποι μὲν τὰ ἀρχαῖα καὶ σκιαί, ταυτὶ δὲ δή, τουτέστι τὰ διὰ Χριστοῦ, λαμπρά τε ἤδη καὶ ἐμφανεστάτη λίαν ἀλήθεια, τίς ἂν ἐνδοιάσαι τῶν εὐμαθεστέρων; {Α.} Παραδεξάμενοι τοίνυν εἰς ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν Χριστὸν Ἰησοῦν, καὶ ταῖς τῶν τύπων ἀκαλλεστέραις ἔτι σκιαῖς οἱονεί πως ἤδη τὰ παμποίκιλα τῆς ἀληθείας ἐπιπάττοντες χρώματα, φέρε λέγωμεν ὅτι τοῖς θείοις δόγμασι καὶ δεσποτικοῖς θεσπίσμασι ἀντεξά γοντες ἀπηνῶς τὸ ἴδιον θέλημα πάντες ὅσοι τὴν πλατεῖαν ταυτηνὶ καὶ ἀμέτρητον οἰκοῦμεν γῆν, προσκεκρούκαμεν οὐ μετρίως τῷ ∆ημιουργῷ, καίτοι τιμῆς τε καὶ δόξης ἐφέντι λαχεῖν ἃς ἦν ἀνθρώπους ἔχειν εἰκός. Ἐντεῦθεν ἡμῶν ἡ δαπανῶσά τε καὶ τῷ θανάτῳ συνθραύουσα κατεξανέστη φθορά· "Καὶ βεβασίλευκεν ὁ θάνατος ἀπὸ Ἀδὰμ καὶ μέχρι Μωσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ," "Καὶ ἐπλάτυνε μὲν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ," καθά φησιν ὁ προφήτης Ἠσαΐας, "διήνοιξε δὲ τὸ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν." Κἂν εἰσάπαν ὠλόθρευσε τὴν γῆν, ἀδιάφυκτόν τι καὶ ἀνεξίτητον ἁπλώσας τὸ λίνον, εἰ μὴ καθάπερ ἀπό τινος σκηνῆς τῆς ἄνω καὶ ἐν οὐρανοῖς, κατ' εὐδοκίαν τοῦ Θεοῦ καὶ Πατρός, 404 ἐκπεφοίτηκέ τε καὶ καθίκετο πρὸς ἡμᾶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος. "Κεκένωκε γὰρ ἑαυτόν, μορφὴν δούλου λαβών," ἵνα καὶ χρηματίσας ἀρχιερεὺς καὶ ὡς ἐν τάξει θυμιάματος ἑαυτὸν ὑπὲρ ἡμῶν ἱερουργήσας τῷ Θεῷ καὶ Πατρὶ ἐκδυσωπήσῃ τὴν θραῦσιν. "Ἔστη γάρ, φησίν, ἀναμέσον τῶν ζώντων καὶ τῶν τεθνηκότων, καὶ ἐκόπασεν ἡ θραῦσις." Ἆρ' οὖν οὐχὶ καὶ διὰ τούτων εὖ μάλα κατα θρήσαι τις ἂν ὅτι μεσίτης Θεοῦ καὶ ἀνθρώπων γέγονεν Ἰησοῦς; Λελυμένης γὰρ ὥσπερ τῆς διαμάχης, καὶ παντὸς ἀρχαίου διατειχίσματος κατασεσεισμένου, ἀλλήλοις συνέβη τὰ πάλαι διῳκισμένα, τουτέστι Θεός τε καὶ ἀνθρωπότης, μεσολαβοῦντος Χριστοῦ, καὶ δι' ἑαυτοῦ τοῖς ἄνω τὰ κάτω συνδέοντος. Καὶ γοῦν ὁ θεσπέσιος ἔφη Παῦλος ὅτι "Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας." Καὶ αὖθις αὖ· "∆ικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ." {Β.} Ἆρ' οὖν, ὅτι τὸ μεσολαβοῦν καὶ ἐξεῖργον ἡμᾶς τῆς πρὸς Θεὸν ἀγάπης τε καὶ οἰκειότητος, φημὶ δὴ τὴν ἁμαρτίαν, ἐκποδὼν ἐλάσας, ὁ Μονογενὴς ἀνεκόμισέ τε πρὸς τὸ ἀρχαῖον ἡμᾶς καὶ κατήργηκε τὴν ἔχθραν, κατ' αὐτὸ δὴ τουτὶ καὶ μόνον νοοῖτ' ἂν μεσίτης, ἢ καὶ καθ' ἕτερόν τινα τρόπον; Φράσαις ἂν ὡς ἥδιστα ἐρομένῳ τε καὶ δεδι ψηκότι μαθεῖν. {Α.} Καὶ μάλα, κατοκνήσαιμι γὰρ ἂν ἥκιστά γε. Ἐρῶ δὲ ὅτι κατήργηκε μὲν τὴν ἔχθραν ὁμολογουμένως ἐν τῇ σαρκὶ αὐτοῦ, καθὰ γέγραπται, καὶ οἱονεί τις διαλλάκτης εἰς ἡμᾶς καὶ μεσίτης γεγονὼς τῆς πρὸς Θεὸν ἀγάπης ὠλισθηκότας ὡς ἀπωτάτω, διά γε φιληδονίας τῆς κοσμικῆς καὶ ἐπείπερ τῇ κτίσει παρὰ τὸν κτίσαντα λελατρεύκαμεν, προσκεκόμικε δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί, καὶ δικαιώσας, τῇ πίστει κατεκτήσατο· πλὴν οὔ τί πού φαμεν μεσίτην αὐτὸν δι' οἰκονομίαν κεκλῆσθαι τὴν ἐπὶ τῷδε μόνην, ἀλλά τις αὐτῷ καὶ ἕτερος ἐπὶ τῷδε λόγος ἀπόρρητός τε καὶ μυστικὸς πρὸς τὸ τῆς μεσιτείας ὄνομά τε καὶ χρῆμα προσπορίζεται. {Β.} Πῶς δὴ ἄρα καὶ τοῦτο φῄς; {Α.} Καὶ πῶς ἂν ἑτέρως ἢ κατ' ἐκεῖνό που πάντως τὸ γεγραμμένον· "Τοῦτο φρονεῖτε ἕκαστος ἐν ὑμῖν αὐτοῖς ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος;" Αὐτὸς γὰρ ὑπάρχων 405 τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἀκήρατον κάλλος καὶ ἡ μορφὴ καὶ τὸ εἶδος, ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ Θεὸς Λόγος, καθῆκεν ἑαυτὸν εἰς κένωσιν, οὐχ ὑπό του πρὸς τοῦτο βεβιασμένος, ἀλλ' εὐδοκίᾳ