πτερόεις τυγχάνεις, προλαμβάνω σε κἀγὼ ἄλλῳ πτερῷ. Οὕτως οἱ Πασιθέας πρὸς Ὕπνον γάμοι. Ἀγρυπνοῦσι μὲν ὁ Ἔρως· ἐγγύη δὲ ὑπὸ Ἥρατούτου ἡ κλοπὴ τοῦ πτεροῦ. Τί δὲ θαῦμα εἰ καὶ τοῦτο παρὰ Χαρί των ἔλαβεν ἡ Ἥρα. Καὶ γὰρ παρὰ τῆς Ἀφροδίτης τοὺς κεστοὺς ἐδανείσατο. Εἰ μὲν οὖν ἐπέγνως ἐκ συμβόλων τὸ ζῷον (οὐ γὰρ ἀσαφῶς ἢ δυσλήπτως ἔκκειται), τάχα ἐπαινοῖο· εἰ δ' οὖν, ἐπὶ τέλει κείμενον εὑρήσεις ἐν πενταγώνῳ θʹ, πρὸς σημείοις μέσων ἐναρμονίου τρόπου τοῦ Λυδίου [πρὸς τοῖς τελευταίοις δ' ἐστίν], πῖ καὶ σίγμα ἀπεστραμμένον. 1.18 Πρὸς ἐλεφάντων μάχην Μέγα ὄφελος ἐνόμιζον ἐς τὰς μάχας τοὺς ἐλέφαντας οἱ παλαιοί, ἵππους ἀήθεις τῷ θεάματι πρώτῳ καὶ ἄνδρας ἐκπλῆξαι, αὐτούς τε πυργώσαντες φόβον εἶναι, ὡσανεὶ πρὸ τῆς φάλαγγος τείχους βαδίζοντος. Κλαγγή τ' ὀξεῖα καὶ ἀφόρητος ἡ ἐμβολή. Αὐτάρκη μὲν γὰρ καὶ ἄλλως τὰ κέρατα ἐς παντὸς ἀνατροπὴν ὄχλου, τοῖς δὲ καὶ ἐφήρμοζον ἀναλόγους πρὸς τὸ μέγεθος αἰχμάς, τά τε πλεῖστα πλατέσι παρέφραττον θώραξιν, ἐδίδοσαν δὲ καὶ ἀκόντια τοῖς θηρίοις τῇ προνομαίᾳ βαλεῖν. Φάλαγξ ἦν φορητή, παντοία πολέμου πλεονεκτοῦντος εἰκών· ὑπερδεξίων μὲν ἀνδρῶν ἄνωθε πολλῶν ἀφέσεις βελῶν, τὰ δ' ἐν ποσὶν ἀκαταμάχητα· καὶ πρόσω γε φυγαὶ πολέμιαι· οὐκ ἐξ ἰσοτιμίας ἡ μάχη· πρὸς τὸν ἐλέφαντα τειχομαχῆσαι ἔδει. Ἀνατραπέντες δὲ οἱ ὄχλοι, ἀεὶ ῥαγέντος τοῦ συνασπισμοῦ, εὔκολον παρεῖχον εἰς ὄλεθρον τὴν λελυμένην τοῖς ἐναντίοις τάξιν, ὥσπερ ἂν εἰ ῥαγείσης νεὼς χαλκοστόμου τριήρους ἐμβολῇ ὀλιγίστῃ τὸ πᾶν τραχυνθεὶς ὁ κλύδων διέλυσε. Τίς ὑποστήσεται κρημνοῦ ῥαγέντος φοράν; Μάχιμος ἐλέφας ὄρους ἐστὶν εἰκών· ἀνατρέπει [εἴκων], καταβάλλει, ῥήγνυσι, διαφθείρει, οὐχ ὑπερηφανεῖ δὲ οὐδὲ τὸν κείμενον, θηρίων τρόπον εὐγενῶν· σπασάμενος δὲ τῇ προνομαίᾳ καὶ [τὸν] ἵππον καὶ ἄνδρα καὶ ἅρμα καὶ κατενεγκὼν βίᾳ καὶ περιτρέψας ἄχρι τῶν αὑτοῦ ποδῶν σύρει· καὶ τοῖς γόνασιν ἐπερεισάμενος, συντρίβει μὲν καὶ ἄλλως τοῦ οἰκείου ἄχθους ᾐσθημένος, τότε δὲ καὶ βαρύτερος τῇ τῶν πύργων ἐπιθήκῃ, ὥστ' οὐχ ὑφ' ἑνός τις ἐλέφαντος θλίβεται, ἀλλὰ πολλῇ βαρύτητος συμβολῇ φθείρεται. Πῶς ἀμύνηταί τις θηρίον δύσμαχον πολλοῖς τε τοῖς ἐκ φύσεως πλεονεκτήμασι καὶ ταῖς τῶν ἀνθρώπων τέχναις καθωπλισμένον; Ἀνατρέπει τὸν ἑστηκότα, τὸν φεύγοντα καταλαμβάνει, τὸν πεσόντα συντρίβει, τὸν ἱππέα ἐκφοβεῖ, τοὺς ἁρματηλάτας πυργόθεν βάλλει. Πρῶτον μὲν οὖν κούφους ἀκοντιστάς τε καὶ τοξότας ἀνθιστάνειν χρὴ <καὶ> μηκέτι κατ' αὐτοὺς ἱππικὸν τάττειν, ὡς μὴ συνταράττεσθαι τὸ στράτευμα τῷ τῶν ἵππων ἐκ τῆς ἀηθείας <φόβῳ>· φοβερὸν δὲ τοὺς σαλπιγκτὰς ἐμβοᾶν, ὡς τοῦ θηρίου ῥοίζῳ τὴν τοῦ ὀργάνου κλαγγὴν ἀνθισταμένην ἀμβλύνειν τὴν ἀπειλήν. Οἱ πελτασταὶ μὲν οὖν ἐπὶ τὸν ἐλέφαντα στοχαζέσθωσαν, οὐκ ἀστοχήτῳ χρώμενοι τῷ σκοπῷ, οἱ τοξόται δὲ οἰστοὺς πυρφόρους ἐπὶ τοὺς πύργους βαλλέτωσαν. Ἐμπαγὲν γὰρ τὸ τυχὸν βέλος ἐς τὸν τοῦ παντὸς ὄλεθρον ἀρκεῖ· τῆς γὰρ φλογὸς αἰσθόμενον τὸ θηρίον καὶ τὸν κίνδυνον τοῦ πυρὸς φοβηθέν, τὰς ἐπικειμένας ἐπάλξεις ἀποσείεται, κἂν ἀπεικάσαι τις πίπτοντα πύργον πόλει πεπορθημένῃ. Ἂν δὲ αὐτὸς ἐς τὰ γυμνὰ τρωθῇ, δέδοικε μὲν ἤδη τοὺς πολεμίους, ἐς δὲ τοὺς φίλους τραπεὶς χαλεπώτερον μαίνεται. Οἷα γὰρ φλὸξ ὄρειος ἢ χειμάρρους κατάντης, [ἢ] ὀργιζόμενος οὕτως μάλιστα κτείνει, τιτρώσκει, ἀναιρεῖ, καταβάλλει, πατεῖ, καὶ αὐτοὺς μισεῖ τοὺς νεκρούς, σωρεύει πτώματα καὶ φράττει τὰς τῶν φευγόντων ὁδούς, ὥσπερ ἀμυνόμενος τοὺς φίλους ὅτι ταῦτα δι' ἐκείνους πέπονθεν. Ἐγὼ μέντοι κρεῖττον ἡγοῦμαι τὴν ἀρχὴν τῷ ἐλέφαντι μὴ ἐνστῆναι, μηδὲ ὁμόσε χωρῆσαι τῷ πολυπλασιασθέντι κινδύνῳ, προλαβεῖν δὲ αὐτοῦ τὰς ἀπειλάς, τὰς ἐμβολάς, τὰς μάχας, τὰ πεσήματα· πολλοὺς γὰρ ἀναλώσει κυκλωθεὶς καὶ πεσών. Τρίβολοι χαλκεύονται σιδηροῖ, ὀξεῖς, ἑδραῖοι, παχεῖς. Οὗτοι, κατὰ τὴν πορείαν τῶν θηρίων, ὑπὸ τῶν πλαττομένων ἀναχωρεῖν ῥιπτοῦνται [ἱστᾶσιν ἔνδον] πυκνοί, καὶ πατηθέντες τὸν ἐλέφαντα ἱστᾶσιν, ἐνδύντες ταῖς τῶν ποδῶν βύρσαις· ᾧ γὰρ τἄλλα στείβει βάρει, τούτῳ αὐτὸς ἁλίσκεται ὅλῳ πατῶν