ἁμαρτάνοντας. Ὁδοὺς ἐνταῦθα τὰς αἰσθήσεις φησίν· ὁ δὲ φυλάσσων αὐτὰς, τηρεῖ ἐκ θανάτου τὴν ἑαυτοῦ ψυχὴν πρὸς ζωήν· ζωὴ γάρ ἐστιν ἡ πάντα ζωοῦσα, καὶ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγοῦσα Τριὰς ἁγία· ὁ δὲ ἀγαπῶν τὴν ζωὴν, καὶ ἀεὶ ζῇν αὐτῇ ἐφιέ μενος, φείσεται στόματος αὑτοῦ ἐκ τῶν μὴ Θεοῦ λό γων καὶ ἔργων, καὶ τῇ γνώσει τοῦ Θεοῦ προσ έξει. Ζωὴ ὁ Θεός ἐστι· τῆς δὲ τρισσοφαοῦς αὐτοζωΐας ἡ πηγὴ, ἡ σοφία καὶ ἡ γνῶσις καὶ αἱ ἀρεταί εἰσιν· ἐξ ἧς πηγῆς οἱ πίνοντες, ἀθανασίας μετέχουσι καὶ ἀει ζωΐας· τοῖς δὲ κεκτημένοις τὴν τοιαύτην πηγὴν, ἔν νοια λόγων ζωῆς ἐστι· ἡ δὲ παιδεία ἀφρόνων, ἡ κα κία ἐστίν· ἡ δὲ ἀνεξέλεγκτος παιδεία, ἡ ἀφροσύνη ἐστίν. Τὴν γνῶσιν ἐπιγνωμοσύνην εἶπε, παρὰ τὸ τὰ πάν τα αὐτὴν ἐπιγινώσκειν τὰ πράγματα· ἡ δὲ καρδία τῶν σοφῶν νοεῖ τὰ ἀπὸ τοῦ ἰδίου στόματος ἔν τε κρί σει σωμάτων καὶ ἀσωμάτων, καὶ ἅπερ αὐτοὶ ποιεῖν διδάσκουσι καὶ πράττουσιν. Λόγους οἱ δαίμονες παρὰ τοῦ διαβόλου μανθάνοντες, ἐπιχειροῦσι τοῖς ἁγίοις, καὶ πειρᾶσθαι χωρίζειν αὐ τοὺς ἐπινοοῦνται ἀπὸ τῆς γνώσεως, ἥτις πέφυκε συν άπτειν αὐτοὺς πρὸς φιλίαν ταῖς ἐπουρανίοις δυνάμε σι· τὸ δ' αὐτὸ τοῦτο καὶ ὁ Σολομῶν ὡς οἶμαι διὰ ταύτης τῆς παροιμίας δεδήλωκε· σκολιὸν μὲν ἄνδρα λέγων τὸν Σατανᾶν· πορευομένους δὲ λαμπτῆρας δόλου τοὺς δι δασκομένους παρ' αὐτοῦ κακοὺς δαίμονάς φησι· φίλους δὲ, τοὺς ἁγίους, τοὺς διὰ τῆς γνώσεως ἁπτομένους τῷ Θεῷ καὶ ἀλλήλοις. Ἀνὴρ παράνομος ὁ διάβολός ἐστιν· ἀποπειρᾶται δὲ φίλους Θεοῦ, καὶ ἀπάγει αὐτοὺς ταῖς πρὸς ἀπώ λειαν ὁδοῖς καὶ οὐκ ἀγαθαῖς· ὅταν δέ τινα τῶν ἁγίων ἀπατήσῃ, στηρίξει νοήματα τοῖς ὀφθαλμοῖς αὑτοῦ, καὶ λογίζεται διεστραμμένα, μή πως σωθῇ μετανοή σας ὃν ἐθήρευσε· κνίζει δὲ τοῖς χείλεσιν αὑτοῦ ἐν τοῖς ὠσὶν ἐκείνου πάντα τὰ κακὰ ἐνθυμήματα, ἀπόγνωσίν τε καὶ πᾶσαν ἡδονὴν ἀκολασίας· οὗτος κάμινός ἐστι 17.197 πάσης κακίας· καὶ φλέγει ἐν αὐτῇ τὰς ψυχὰς τῶν ὀλι σθησομένων· ἀλλὰ ταύτης τῆς καμίνου ἐκτινάσσει τὴν φλόγα Πνεῦμα θεῖον, διασυρίζον σοφίαν δρόσου· πολ λοὶ δὲ ἔτι τῶν κατ' αὐτὴν πονηροὶ ἄνθρωποι, εἰώ θασι μιμεῖσθαι τὸν πατέρα αὑτοῖς διάβολον. Κόλπους ἐνταῦθα τὰς καρδίας εἴρηκε τῶν ἀδίκων· οἶμαι δὲ ὅτι καὶ πανταχοῦ ὁ κόλπος ἢ τὸν νοῦν, ἢ τὴν γνῶσιν σημαίνει· καὶ τοὺς μὲν πονηροὺς ὁ διάβολος ἐγκολπίζεται, τοὺς δὲ δικαίους ὁ Κύριος. Εἰ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι, πᾶς ὁ ἀποστὰς τῆς κακίας διὰ τῆς ἀρετῆς, τῶν δαιμόνων ἀφρόνων ὄντων δεσποτῶν ἐκράτησεν· ὃς καὶ οἶκος μυστηρίων Θεοῦ γενήσεται, κατὰ ἀναλογίαν τῆς κα ταστάσεως, ἑκάστῳ τῶν ἀδελφῶν διδοὺς γνῶσιν πνευ ματικήν· οὕτω καὶ Παῦλος τοὺς μὲν ἐν Κορίνθῳ γα λαποτίζων, τοὺς δὲ ἐν Ἐφέσῳ τρέφων στερεωτέρᾳ τροφῇ, περὶ ὕψους καὶ μήκους καὶ πλάτους καὶ βά θους διαλεγόμενος· καὶ διὰ τούτων τῶν διαστημά των τὴν τῆς λογικῆς φύσεως σημαίνων διαίρεσιν, ἥτις τοὺς περὶ κρίσεως καὶ προνοίας τοῦ Θεοῦ λόγους ἐμπεριέχει, πάνυ βαθυτάτους ὑπάρχοντας, καὶ ἐκ φεύγοντας τὴν ἀνθρωπίνην κατάστασιν. Κάμινοι οἱ πειρασμοί· διὰ γὰρ τῶν πειρασμῶν κα θάρας καὶ ἀκηλιδώτους τὰς καρδίας τῶν ἐκλεκτῶν ὁ Θεὸς ἐκλέγεται. Ὁ αἱρετικὸς ὑπακούει γλώσσης τῆς τῶν ἀθέων δο γμάτων· οἱ δὲ τῆς Ἐκκλησίας, οὐδὲ προσέχουσιν. ∆ιὰ τοῦ ὑπακούειν, τὸ ἑκούσιον δείκνυσιν, ὡς εἰς τὴν τοῦ Θεοῦ σοφὴν διοίκησιν ἐξαμαρτών. -Οὗτος ὑπακούει ταῖς γλώσσαις τῶν παρανόμων, ὁ τοὺς ἀδίκους δεχό μενος παρ' αὐτῶν λογισμοὺς, καὶ σπεύδων ἐνεργεῖν κατ' αὐτούς· οἷς ὁ δίκαιος λέγεται μὴ προσέχειν, ὁρα τῶν τε καὶ ἀοράτων, τουτέστι μὴ ἐπὶ πλέον τρέφειν ἐν ἑαυτῷ. Ὁ πιστὸς, φησὶν, ὄψεται τοὺς λόγους τοῦ κόσμου τούτου, οὕστινας χρήματα τροπικῶς τοῦ νοῦ προσ ηγόρευσεν· ὁ δὲ ἄπιστος οὐδὲ τοῦ τυχόντος πράγματος γνώσεται λόγον, διὰ τὴν ἀκαθαρσίαν τῆς ψυχῆς αὑ τοῦ· ὅτι δὲ πλοῦτος ψυχῆς ἡ γνῶσίς ἐστι τοῦ Θεοῦ, ὁ Παῦλος διδάσκει λέγων τό· Ἐν παντὶ ἐπλουτίσθητε, ἐν πάσῃ γνώσει καὶ πάσῃ σοφίᾳ· εἰ δέ τις βούλοιτο δεῖξαι μὴ ταύτην τὴν ἔννοιαν εἶναι ταύτης τῆς παροι μίας, λεγέτω ποῦ εὐπόρησαν χρημάτων οἱ περιελ θόντες ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασι, κακουχού μενοι,