καὶ ουτοι ἐν ιπποις. Νόει καί ιππους τὰ σκιρτήματα τῶν πα θῶν, εἰς [οις] ἐπιβαίνουσιν οἱ δαίμονες· αρ ματα δὲ τὴν σύμπνοιαν τῶν ὁρμητικῶν πα θῶν, ἐν οις παρασκευάζονται καθ' ἡμῶν. 19.10 Κύριε, σῶσον τὸν βασιλέα σου, καὶ ἐπάκουσον ἡμῶν. Νῦν δὲ τέως ἡμῖν τὸν βασιλέα σῶσον ∆αυίδ. 20.7 Οτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶ να αἰῶνος, εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου. Λέγων πρὸς αὐτόν· ∆εῦρο, εὐλογημένος τοῦ Πατρός μου. Ωσπερ ἀπὸ τοῦ Θεοῦ Πα τρὸς καὶ Κυρίου ̓Ιησοῦ Χριστοῦ αὐτὴ χάρις καὶ εἰρήνη δίδοται, ουτως ἀπὸ Θεοῦ καὶ τοῦ προσώπου αὐτοῦ· πρόσωπον δὲ Θεοῦ, ὁ χα ρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, μεθ' ου ὁ βασιλεὺς εὐφραίνεται, πεῖραν τοῖς προσδο κωμένοις προβάλλων. Η οτι μετὰ τοῦ Θεοῦ Λόγου τῆς εἰκόνος, οὐ γενόμενος ὁ βασιλεὺς, ναὸς αὐτοῦ χρηματίζει, καὶ σύμμορφος αὐ τοῦ γενόμενος, εὐφραίνεται. 20.9 Εὑρεθείη ἡ χείρ σου πᾶσιν τοῖς ἐχ θροῖς σου, ἡ δεξιά σου ευροι πάντας τοὺς μισοῦντάς σε. Εὐεργεσία ἐστὶν ἁμαρτιῶν ἐκπεσεῖν καὶ ἐννοιῶν πονηρῶν· σπέρμα γὰρ ἁμαρτίας λο γισμὸς πονηρός. 21.4 Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ επαινος ̓Ισραήλ. ̓Εντεῦθεν μανθάνομεν οτι αὐτοέπαινός ἐστιν ὁ Κύριος καὶ ἐπαινούμενος ὑπὸ τοῦ ̓Ισραὴλ, η αὐτὸς επαινος ων. 21.7 ̓Εγὼ δέ εἰμι σκώληξ. ̔Ως ἐκ προσώπου τοῦ σαρκωθέντος Θεοῦ λέγει, εἰ καὶ μὴ κατὰ τὴν Θεότητα λαμ βανόμενον, ἀλλὰ κατὰ τὸ φαινόμενον καὶ τὸ ταπεινὸν τῆς σαρκὸς, τό· ̓Εγώ εἰμι ὁ σκωλήξ. 21.19 Αὐτοὶ δὲ κατενόησαν, καὶ ἐπεῖ δόν με. Ψηλαφῶντες, κατὰ τὸ εἰκὸς, απαν αὐτοῦ τὸ σῶμα καὶ ἀναμετροῦντες εκαστον τῶν ὀστέων, ινα ιδοιεν ου τοὺς ηλους πῆξαι χρή. 21.21 ̔Ρῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου. Καὶ πρὸς τὴν ἁγίαν θεοτόκον ὁ Συμεών φησι· Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύ σεται ῥομφαία. Καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. ̔Ενικῶς δὲ νῦν, ους ειπεν ανω κύνας, διὰ τὸ γένος καλεῖ. -Μονογενῆ δὲ τὴν ἰδίαν ψυχὴν ειπεν, ὡς μόνην ἁμαρτίαν μὴ γνοῦ σαν· ἀλλὰ καὶ οτι μόνη διὰ παντὸς ειχε τοῦ Θεοῦ Λόγου τὴν ενωσιν. Τάχα δὲ τὴν παραστᾶσαν ἐκκλησίαν αὐτῷ λέγει μονο γενῆ, μὴ εχουσαν σπῖλον η ῥυτίδα, ἐκ τῶν ἀμώμων τελείως συμπληρωμένην, ων κατὰ προκοπὴν εἰς διάφορα τάγματα διῃ ρημένην· ἑξήκοντα μέν εἰσι βασιλίδες, ὀγ δοήκοντα δὲ παλακαὶ, καὶ νεάνιδες ων οὐκ εστιν ἀριθμός· ὑπὲρ δὲ πάσας ἐστὶ περισ τερὰ τελεία, μονογενὴς ουσα τῇ μητρὶ τῇ ανω ̔Ιερουσαλήμ. 22.1,2 Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. Εἰς τόπον χλόης, ἐκεῖ με κα τεσκήνωσεν, ἐπὶ υδατος ἀναπαύσεως ἐξέ θρεψέ με. Τέλειος ὁ κατ' εἰκόνα Θεοῦ καὶ ὁμοίω σιν γνωριζόμενος, ῳ καὶ βασιλεὺς, ἀλλ' οὐ ποιμὴν ἐπιγράφεται Κύριος· ὁ δὲ προκόπτων ἐν εἰσαγωγῇ, πρόβατον κληθείη Θεοῦ, καὶ ποιμαίνεται ὑπ' αὐτοῦ, καὶ τὸ εὐαγγέλιον νέμεται, καὶ πίνει υδωρ, ου ὁ πιὼν οὐ διψᾷ· ουπω δὲ τῆς ἀληθινῆς ἀμπέλου τὸν οινον, καὶ ἀναπαύεται διὰ λυτροῦ παλιγγενεσίας, ἀποτιθέμενος τὸ τῶν ἁμαρτημάτων φορτίον. Καὶ αλλως δὲ ὁ τὸ πρᾶον καὶ εὐσταθὲς κα τορθώσας Χριστοῦ, ὑπ' αὐτοῦ ποιμαίνεται ἐπὶ τὴν χλόην, ητις ἐστὶν ἠθικὴ διδασκαλία, ἐν ῳ κατεσκήνωσέ με, φησὶν, ἀλλ' οὐ κα τῴκισε. Καὶ ἀλλαχοῦ δὲ, φησίν· αὐτὸς ποι μαίνει ἡμᾶς εἰς τοὺς αἰῶνας. Ορα δὲ καὶ νόει τὴν χλόην, καὶ νοητὸν αὐτῆς τόπον, καὶ νοητὸν ἀναπαύσεως υδωρ, τῷ ετι ποι μαινομένῳ διδόμενον, εως λογικῆς τραπέζης, καὶ ποτηρίου μεταλαβεῖν τις δυνηθείη. Εἰ ετι τι μὴ ἀποκτεῖνον γράμμα, ἐκεῖνο εσται χλόη· ποιμαινομένουσι δὲ πνευματικῶς τρά πεζα ἡτοιμασμένη, τοῖς ὑπομένουσι τὰς θλί ψεις. 22.3 Τὴν ψυχήν μου ἐπέστρεψεν, ὡδή γησέ με ἐπὶ τρίβους δικαιοσύνης, ενεκεν τοῦ ὀνόματος αὐτοῦ. ̓Επέβη γὰρ ωσπερ ὁ ποιμὴν, καὶ προέ τριψε τρίβους, ὡς ἰδίου αὐτοῦ προβάτου τοῖς ιχνεσιν ἐπακολουθεῖν. ∆ικαιοσύνη μὲν ουν ἡ πρακτικὴ τῶν δικαίων εξις, ης αἱ κατὰ τὴν ἐνέργειαν τρίβοι. Εἰ δὲ δικαιοσύνην ειποι τις τὴν γενικὴν ἀρετὴν, τρίβους ἐρεῖ ταύ της τὰς κατ' ειδος ἀρετὰς, ἐφ' ας ὁδηγεῖ τὸν τὴν αὐτοῦ προσηγορίαν ἐπιγραφόμενον. Τὴν ψυχήν μου, φησὶν, ἐπέστρεψε, πλανη θεῖσαν ἐκ τῶν οἰκείων η καταπεσοῦσαν· η ἐκπεσοῦσαν