μὲν Μωϋσεῖ καὶ Ἡλίᾳ λέγει· Οὗτός ἐστι· τάχα δὲ καὶ τοῖς μαθηταῖς. Ἧς ἀκούσαντες, καὶ ταύτην τὴν δόξαν μὴ φέροντες, ἔπεσον ἐπὶ πρόσωπον ταπεινωθέντες ὑπὸ τὴν κρα ταιὰν χεῖρα τοῦ Θεοῦ, σφόδρα φοβηθέντες, εἰδότες τὸ λεχθὲν πρὸς Μωϋσῆν· Οὐ γὰρ ὄψεται ἄνθρωπος τὸ πρόσωπόν μου, καὶ ζήσεται. Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς, μόνον εἶδον τὸν Ἰησοῦν. Ἓν γὰρ, οἶμαι, γέγονε Μωσῆς ὁ νόμος, καὶ Ἡλίας ἡ προφητεία, Ἰησοῦ τῷ Εὐαγγελίῳ. Καὶ οὐχ ὥσπερ ἦσαν πρότερον τρεῖς μεμενήκασι. Ταῦτα δέ μοι νόει μυστικώτερον. Πρὸς γὰρ τὸ ὑψηλὸν τοῦ γράμματος βούλημα, Μωϋ σῆς καὶ Ἠλίας ὀφθέντες ἐν δόξῃ, καὶ συλλαλήσαν τες τῷ Ἰησοῦ, ἀπεληλύθασιν ὅθεν ἐληλύθεισαν. Οὐδὲ γὰρ βλέπεται ὁ Ἰησοῦς λεχθῆναι τὰ τῆς δόξης αὐτοῦ· ἐβλάβησαν γὰρ ἂν οἱ ἀκούοντες, καὶ μάλιστα οἱ ὄχλοι, τὸν οὕτω δεδοξασμένον θεωροῦντες σταυρού μενον. Οὐ τοίνυν φθονήσαντες ἔκρυψαν, ἀλλ' ὡς φο βηθέντες μὴ ἀπιστηθῶσι. Τότε οὖν ἀπήγγειλαν, μετὰ τὴν ἀνάληψιν, μετὰ τὴν τοῦ Πνεύματος παρουσίαν. Ὅτε γὰρ ἐπλήσθησαν παῤῥησίας, καὶ Πνεύματος ἠξιώθησαν, καὶ τὴν ἀπὸ τῶν σημείων εἶχον φωνὴν συνηγοροῦσαν αὐτοῖς, καὶ πάντα ὅσα ἔλεγον, εὐπαρά δεκτα ἦν. Στίχ. μβʹ. Ἐπετίμησε δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα, καὶ ἀπ έδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ. Ἐπιβλεπτέον δὲ τούτοις ὑψηλότερον, καὶ ση μειωτέον, ὅτι οἱ πάσχοντες, ἢ οἱ τῶν πασχόντων οἰ κεῖοι, μετὰ τῶν ὄχλων εἰσὶν, ἐφ' οὓς κάτεισιν ὁ Ἰησοῦς ἀπὸ τῶν ὑψηλῶν, τὰ ὑπὲρ τούτους οἰκονομήσας, ἐπὶ τοῦ ὄρους ἀναβῆναι μὴ δυναμένους πρὸς αὐτὸν διὰ κατεχούσας τὰς ψυχὰς αὐτῶν νόσους, θεραπεύσων αὐτούς. Ἐξεταστέον δὲ ἐπὶ τίνων νοσημάτων οἱ πάσχοντες ἀξιοῦσι, πιστεύοντες περὶ τῆς αὐτῶν θε ραπείας, ἢ αὐτοῦ, ἢ τοῦ κρασπέδου τοῦ ἱματίου ἁψάμενοι. Ἐπὶ τίνων δὲ ἀξιοῦσι περὶ αὐτῶν ἕτεροι· ὡς ὁ ἑκατόνταρχος ὁ περὶ παιδὸς, καὶ ὁ βασιλικὸς περὶ υἱοῦ, καὶ ὁ ἀρχισυνάγωγος περὶ θυγατρός· καὶ ἡ Χαναναία, καὶ νῦν ὁ γονυπετῶν αὐτὸν ἄνθρωπος περὶ υἱοῦ σεληνιαζομένου. Καὶ πότε ἀφ' ἑαυτοῦ ὁ Σωτὴρ μὴ ἀξιωθεὶς ἰᾶται· ὡς τὸν παράλυτον ἐπὶ τῇ προβατικῇ. Αὗται γὰρ, ἀλλήλων ἀντεξετασθεῖσαι, πολλὰ τῷ δυναμένῳ ἀκούειν τῆς ἐν μυστηρίῳ Θεοῦ κεκρυμμένης σοφίας παραστήσουσι δόγματα περί τε τῶν διαφόρων περὶ τὰς ψυχὰς συμπτωμάτων, καὶ περὶ τοῦ τρόπου τῆς θεραπείας αὐτῶν. Ὡς γὰρ πᾶσαν νόσον καὶ μαλακίαν, ἃς ὁ Χριστὸς ἐν τοῖς ὄχλοις πρὶν ἰάσατο, ἀναφέρεις εὐλόγως ἐπὶ τὰ πάθη τὰ ἐν ταῖς ψυχαῖς, οὕτως τούτοις ἀναλογίζου τοῖς τε χωλοῖς καὶ κωφοῖς ἐξετασθῆναι καὶ τὰ περὶ τοῦ σεληνιαζομένου. Ἔστι γὰρ τουτὶ τὸ πάθος ἐπιτι θέμενον μὲν ἔν τισιν ὥραις, ἀφιστάμενον δὲ ἐν πλείο 17.348 σιν, ἐν αἷς οὐδὲν διαφέρει ὁ πεπονθὼς ὑγιαίνων τε. Καὶ ψυχαὶ γοῦν τινες ὑγιαίνειν μὲν ἐν σωφροσύνῃ τάχα νομίζονται, καὶ βιοῦν ὡς ὁ λόγος βούλεται· εἶτα ἔσθ' ὅτε καταπίπτουσιν ὑπὸ τῶν παθῶν ἀπὸ τοῦ ἑστηκέναι δοκεῖν ..... περὶ τὴν ἀπάτην τοῦ αἰῶνος τούτου καὶ ταῖς λοιπαῖς ἐπιθυμίαις. Οὗτοι, πνευματι κῶς εἰπεῖν, σεληνιάζονται, καταβαλλόμενοι ὑπὸ τῶν ἐν τοῖς ἐνδομυχοῦσι πάθεσι πνευματικῶν τῆς πονη ρίας, πίπτουσιν εἰς τὸ πῦρ τῶν πυρώσεων· ἐνίοτε δὲ εἰς τὸ ὕδωρ, ὅτε ὁ βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασι δρακόντων, καταβάλλων αὐτοὺς ἀπὸ τοῦ ἐλεύθερον δοκεῖν ἀναπνεῖν, ἐπὶ τὸ εἴκειν εἰς τὰ βάθη τῶν κυμάτων τῆς θαλάσσης τοῦ τῶν ἀνθρώπων βίου. Ταύτῃ τῇ διηγήσει συμβαλεῖται ἡμῖν ὁ λέγων ἐν τῇ Σοφίᾳ, περὶ μὲν τῆς τοῦ δικαίου ὁμαλότητος· ∆ιή γησις εὐσεβοῦς διὰ παντὸς σοφία· περὶ δὲ τῶν ἀποδεδομένων· Ὁ δὲ ἄφρων ὡς σελήνη ἀλλοιοῦται. Καὶ ἔστι καὶ ἐν τοῖς τοιούτοις ἰδεῖν ὁρμὰς συνεπι σπᾶσθαι δυναμένας πρὸς ἔπαινον τοὺς μὴ ἐφιστάντας αὐτῶν τῷ ἀνερματίστῳ, ὥστε εἰπεῖν ἂν οἱονεὶ πανσέ ληνον εἶναι ἐν αὐτοῖς, ἢ παρ' ὀλίγον πανσέληνον. Ἴδοις δ' ἂν πάλιν μιμούμενον τὸ δόξαν εἶναι ἐν αὐτοῖς φῶς· οὐχὶ φῶς ἡμερινὸν τυγχάνον, ἀλλὰ φῶς νυκτερι νὸν, καὶ ἐπὶ τοσοῦτον λῆγον, ἕως μηδὲ δοκεῖν φῶς εἶναι ἐπιβλεπόμενον ἐν αὐτοῖς γένηται. Εἰ οὖν πᾶσα ψυχὴ ὑπ' ἀγγέλῳ τέτακται, ὁ τοῦ σεληνιαζο μένου πατὴρ ἂν οὗτος ἀξιῶν ὡς περὶ υἱοῦ τὸν Ἰη