οὖν καὶ ἐκ ταύτης φυγαδεῦσαί σε". 16.3 Γνοὺς οὖν ὅτι ἐνεπαίχθη, ὑποστρέφει αὖθις εἰς τὴν πρώτην κέλλαν. Καὶ πληρώσας τριάκοντα καὶ ἑπτὰ ἔτη, οὐχ ὑπερέβη τὴν θύραν, φιλονεικήσας τῷ δαίμονι· ὃς τοσαῦτα αὐτῷ ἐνεδείξατο καταναγκάζων αὐτὸν ἐξελθεῖν, ὅσα διηγήσασθαι οὐκ ἔστιν. Ἐν οἷς καὶ τοῦτο· ἐπιτηρήσας ἑπτὰ ἐπισκόπων ἁγίων ἐπίσκεψιν, ἢ ἐκ θεοῦ προνοίας γενομένην ἢ ἐκ πειρασμοῦ ἐκείνου, παρ' ὀλίγον αὐτὸν ἐξώκειλε τῆς προθέσεως. Τῶν γὰρ ἐπισκόπων μετὰ τὸ εὔξασθαι ἐξερχομένων, οὐ προέ πεμψεν αὐτοὺς οὐδὲ βῆμα ποδός. 16.4 Λέγουσιν αὐτῷ οἱ διάκονοι· "Ὑπερήφανον πρᾶγμα ποιεῖς, ἀββᾶ, μὴ προπέμπων τοὺς ἐπισκόπους". Ὁ δὲ λέγει αὐτοῖς· "Ἐγὼ καὶ τοῖς κυρίοις μου τοῖς ἐπισκόποις καὶ τῷ κόσμῳ ὅλῳ ἀπέθανον· ἔχω γὰρ κεκρυμμένον σκοπόν, καὶ οἶδεν ὁ θεὸς τὴν καρδίαν μου, διὸ οὐ προπέμπω αὐτούς". Ἀστοχήσας οὖν ὁ δαίμων τοῦ δράματος τούτου σχηματίζεται πρὸ ἐννέα μηνῶν τοῦ θανάτου αὐτοῦ, καὶ γίνεται παιδίον ὡσεὶ δέκα ἐτῶν, ἐλαῦνον ὄνον βαστάζοντα ἄρτους ἐν σαργάνῃ. Καὶ γενόμενος ἑσπέραν βαθείαν πλησίον τῆς τούτου κέλλης ἐσχηματίσατο πεπτω κέναι τὸν ὄνον καὶ κρᾶζον τὸ παιδίον· 16.5 "Ἀββᾶ Ναθα ναήλ, ἐλέησόν με καὶ δός μοι χεῖρα". Ὁ δὲ ἀκούσας τῆς φωνῆς τοῦ δῆθεν παιδίου καὶ παρανοίξας τὴν θύραν, ἑστὼς ἔνδοθεν ἐλάλει αὐτῷ· "Τίς εἶ, καὶ τί θέλεις ἵνα ποιήσω σοι;" Λέγει αὐτῷ· "Εἰμὶ τοῦδε τὸ μελλάκιον, καὶ ἄρτους ἀποφέρω, ἐπειδὴ ἀγάπη ἐστὶ τοῦδε τοῦ ἀδελφοῦ, καὶ αὔριον σαββάτου διαφαίνοντος χρεία τῶν προσφορῶν· δέομαί σου, μὴ παρίδῃς με, μή ποτε καὶ ὑπὸ ὑαινῶν βρωθῶ". Πολλαὶ γὰρ ὕαιναι γίνονται εἰς τοὺς τόπους ἐκείνους. Στὰς οὖν ἐνεὸς ὁ μακάριος Ναθαναὴλ σφόδρα ἰλιγγίασε τὰ σπλάγχνα ταραττόμενος, καὶ ἐλογίζετο καθ' ἑαυτὸν λέγων· "Ἢ τῆς ἐντολῆς ἔχω ἐκπεσεῖν, ἢ τῆς προθέσεως". 16.6 Ὕστερον μέντοι ἐπιλογισάμενος ὅτι ἄμεινόν ἐστι μὴ σαλεῦσαι τῶν τοσούτων ἐτῶν τὴν πρόθεσιν εἰς αἰσχύνην τοῦ διαβόλου, προσευξά μενος λέγει τῷ προσλαλοῦντι δῆθεν παιδίῳ· "Ἄκουσον, παιδίον· πιστεύω εἰς τὸν θεὸν ᾧ λατρεύω, ὅτι, εἰ χρεία σοι ἐστί, πέμπει σοι ὁ θεὸς βοήθειαν, καὶ οὔτε ὕαιναί σε ἀδικήσουσιν οὔτε ἄλλος τις· εἰ δὲ πειρασμὸς εἶ, τὸ δρᾶμα ἐντεῦθεν ἤδη ἀποκαλύψει ὁ θεός". Καὶ κλείσας τὴν θύραν εἰσῆλθεν. Αἰσχυνθεὶς δὲ ὁ δαίμων ἐπὶ τῇ ἥττῃ εἰς λαίλαπα ἀνελύθη καὶ εἰς ὀνάγρους σκιρτῶντας καὶ φεύγοντας καὶ ψόφους ἀπολύοντας. Τοῦτο τὸ ἆθλον τοῦ μακαρίου Ναθα ναήλ, καὶ αὕτη ἡ διαγωγή, καὶ τοῦτο τὸ τέλος. 17 .tΠερὶ Μακαρίου τοῦ Αἰγυπτίου 17.1 Τὰ κατὰ τοὺς δύο Μακαρίους τοὺς ἀοιδίμους ἄνδρας, πολλὰ καὶ μεγάλα καὶ δύσπιστα ὄντα, ὀκνῶ καὶ λέγειν καὶ γράφειν, μήποτε καὶ ψεύστου ὑπόληψιν ἀπε νέγκωμαι. Ὅτι δὲ "ἀπολλύει Κύριος πάντας τοὺς λα λοῦντας τὸ ψεῦδος" ἀπεφήνατο τὸ πνεῦμα τὸ ἅγιον. Ἐμοῦ τοίνυν μὴ ψευδομένου, πιστότατε, μὴ ἀπιστήσῃς. Τούτων τῶν Μακαρίων ὁ μὲν εἷς ἦν Αἰγύπτιος τὸ γένος, ὁ δ' ἄλλος Ἀλεξανδρεύς, τραγήματα πιπράσκων. 17.2 Καὶ πρῶτον διηγήσομαι περὶ τοῦ Αἰγυπτίου, ὃς ἔζησε τὰ σύμπαντα ἔτη ἐννενήκοντα. Ἐκ τούτων ἐν τῇ ἐρήμῳ πεποίηκεν ἑξήκοντα ἔτη, τριακονταετὴς ἀνελθὼν νέος· καὶ τοσαύτης ἠξιώθη διακρίσεως ὡς λέγεσθαι αὐτὸν παιδα ριογέροντα· διὸ καὶ θᾶττον προέκοψε· τεσσαρακονταετὴς γὰρ γενόμενος κατὰ πνευμάτων ἔλαβε χάριν ἰαμάτων τε καὶ προρρήσεων· κατηξιώθη δὲ καὶ ἱερωσύνης. 17.3 Τούτῳ συνῆσαν δύο μαθηταὶ εἰς τὴν ἔρημον τὴν ἐνδοτάτω, τὴν καλουμένην Σκῆτιν· ὧν ὁ μὲν εἷς ὑπη ρέτης ἦν πλησίον αὐτοῦ διὰ τοὺς ἐρχομένους θεραπεύε σθαι, ὁ δ' ἄλλος ἐσχόλαζεν ἐν κελλίῳ ἐγγυτάτῳ. Χρόνου δὲ προκόψαντος διορατικῷ ὄμματι προβλέψας λέγει τῷ ὑπη ρετοῦντι αὐτῷ, καλουμένῳ Ἰωάννῃ, ἐς ὕστερον γενομένῳ πρεσβυτέρῳ εἰς τὸν τόπον αὐτοῦ τοῦ Μακαρίου· "Ἄκουσόν μου, ἄδελφε Ἰωάννη, καὶ ἀνάσχου μου τῆς νουθεσίας· πειράζῃ γάρ, καὶ πειράζει σε τὸ πνεῦμα τῆς φιλαργυρίας. 17.4 Οὕτω γὰρ ἑώρακα· καὶ οἶδα ὅτι ἐάν μου ἀνάσχῃ τελειωθήσῃ ἐν τῷ τόπῳ τούτῳ καὶ δοξασθήσῃ, "καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου"· ἐὰν δέ μου παρακούσῃς, τοῦ Γιεζῆ ἥξει