εἰλήφατε, μᾶλλον δὲ δι' ὧν τῆς εὐεργεσίας ἀφθόνως ἀπηλαύσατε, δι' ἐκείνων ἐχρῆν τὴν τιμωρίαν σφοδροτέραν, ἂν ἀγνωμονῆτε, καὶ ἀναμφίβολον ἀπεκδέχεσθαι· ὥσπερ γάρ, ἐπειδὰν ὁ δαίμονος ἀπαλλαγεὶς ἀναπέσῃ καὶ καταμαλακισθῇ καὶ ῥᾳθύμως βιοτεύῃ μὴ μνημονεύων τοῦ πάθους καὶ ἀσφαλιζόμενος ἑαυτὸν καὶ εὐχαριστῶν δι' ἔργων τῷ εὐεργέτῃ, ὥσπερ οὖν ἐκεῖνος δι' ὧν ἔπραξεν παρρησίαν μᾶλλον τοῖς ἀκαθάρτοις πνεύμασιν ἐδωρήσατο καὶ αἰχμάλωτον ἑαυτὸν ὅλον τοῖς ἐχθροῖς ἐνεχείρισεν, οὕτως καὶ ὑμεῖς μυρίων ἀπολαύσαντες ἀγαθῶν καὶ ἀφάτων ἀπαλλαγέντες κακῶν καὶ νῦν καὶ πάλαι, ἐὰν μὴ μεταγνῶτε καὶ διορθώσησθε καὶ ὑπὲρ τῶν εὐεργεσιῶν εὐχαριστοῦντες μὴ διαλιμπάνητε, πολλαπλάσια ἑαυτοῖς καὶ πολλῷ φρικωδέστερα τὰ κακὰ ἐπισπάσεσθε· οὕτως γάρ φησιν ἔσται τῇ γενεᾷ ταύτῃ, ὥσπερ τῷ ἀνθρώπῳ ἐκείνῳ τῷ ἀπαλλαγέντι μὲν τοῦ ἀκαθάρτου πνεύματος, οἰκείᾳ δὲ βίου ἀμελείᾳ καὶ ἀχαριστίᾳ γνώμης εἰς ἑαυτὸν πάλιν πικρότερον καὶ μετὰ πλειόνων ἐπισπασαμένῳ καὶ ἐφελκύσαντι. 52 Mt 12, 46 50 Ὁ τὴν σωτηρίαν τῆς ψυχῆς τῶν ἄλλων ἁπάντων προτιθέναι διδάσκων καὶ μήτε πατέρα μήτε μητέρα μήτε ἀδελφὸν ἐπίπροσθε ταύτης εἶναι κελεύων, μήτε δὲ αὐτὸν συμπάντα τὸν κόσμον, νῦν διὰ τῶν ἔργων αὐτῶν εἰς ἡμετέραν διδασκαλίαν τοῦτο αὐτὸ ἐνδείκνυται καὶ ποιεῖ· ἐπεὶ γὰρ διδάσκοντος αὐτοῦ τοὺς ὄχλους καὶ τὴν ψυχικὴν αὐτῶν ὠφέλειαν πραγματευομένου ἐπέστη ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ μετακαλουμένη πρὸς ἑαυτήν, καὶ οὐκ ἐπεστράφη οὐδὲ ὑπήκουσεν οὐδὲ καταλιπὼν τὴν διδασκαλίαν προυτίμησεν τὴν μητέρα τῆς τῶν πολλῶν σωτηρίας, διδάσκων ἐντεῦθεν ὡς ἐπειδάν τινι σωτηρίᾳ ψυχικῇ πραγματεύηται, ἐπιμελῶς ταύτην προσήκει καὶ ἀπερισπάστως ἐπιτελεῖν μὴ καταμεριζόμενον πρὸς ἑτέρας φροντίδας μηδ' ἂν μήτηρ ἤ τις ἄλλος τοῦ ἐγγυτάτω γένους ᾖ ὁ πρὸς ἑαυτὸν ἐκεῖθεν μεθέλκων καὶ μετακαλούμενος. ∆ιδάξας ἡμᾶς ὁ σωτὴρ διὰ λόγου προτιθέναι τὴν εὐσέβειαν, ἥτις ἐστὶν ἀρχὴ πασῶν ἀρετῶν, καὶ μήτε πατέρα μήτε μητέρα προτιμᾶν αὐτῆς νῦν διὰ τῶν ἔργων ἐπιβεβαιοῖ, ἅπερ ἐφθέγξατο· ἐπεὶ γὰρ ὅτε τοὺς ὄχλους ἐπιμελῶς ἐδίδασκε, τότε ἐπέστησαν ἥ τε μήτηρ καὶ οἱ ἀδελφοί, οὐχ ὑπήκουσεν, οὐ καταφρονῶν τῆς μητρός, ἀλλ' ἵνα μὴ ἀμελεῖν δόξῃ τῶν διδασκομένων καὶ περικόψῃ τὴν διδασκαλίαν· καὶ οὐ προτετίμηκε τὴν μητέρα τῆς τῶν πολλῶν ὠφελείας. 55 Mt 13, 3 7 Τῶν ἐντολῶν τοῦ Χριστοῦ οἱ μὲν ἤκουσαν ἀμελῶς ὡς οἱ παρὰ τὴν ὁδόν· οἱ δὲ ἐπιμελῶς μέν, οὐ βεβαίως δέ, ὡς οἱ παρὰ τὴν πέτραν· οἱ δὲ ἐπιμελῶς μὲν καὶ βεβαίως, ἔχοντες δὲ ἐπισπορὰν ἀκανθῶν καὶ ζιζανίων ὕστερον τούτοις ἐναπεπνίγησαν. διαφέρουσι δὲ οὗτοι, ὅτι οἱ μὲν καθεύδοντες ἐδέξαντο τὴν ἐπισποράν, οἱ δὲ καὶ κατὰ τὸν καιρὸν τοῦ καλοῦ σπέρματος καὶ τὰ τῶν παραφυάδων ἐν ἑαυτοῖς μοσχεύοντες εἶχον· ἄλλοι δὲ ἐπιμελῶς τε ἤκουσαν καὶ βεβαίως ὅσον εἰς γνῶσιν ἐδέξαντο καὶ οὔτε πρότερον οὔτε ὕστερον ἐπισπορὰν ζιζανίων παρεδέξαντο, βίον δὲ τοῦ κηρύγματος ἀνάξιον ἐπεδείξαντο, οὓς καὶ σαπροὺς ὀνομάζει ὡς ἐνα ποσήποντας τῶν ἡδονῶν τῷ βορβόρῳ. οὗτοι μὲν πάντες ἀποκηρύττονται τῆς βασιλείας καὶ πρὸς τούτοις οἱ μηδ' ἀκοῦσαι ἀνασχόμενοι, ἀλλὰ καὶ καταγελῶντες τῆς διδασκαλίας, οἱ δὲ καὶ κατεξανιστάμενοι, ὁποῖοι οἱ πεπωρωμένοι τῶν Ἰουδαίων ἐτύγχανον, καὶ τοῦτο οἱ γραμματεῖς καὶ τὴν ἱερωσύνην ὑποδυόμενοι. ζʹ οὖν αἱ τῆς ἀπωλείας ὁδοί· διὸ καὶ πλατεῖά ἐστιν καὶ εὐρύχωρος . Τῶν ἐντολῶν τοῦ Χριστοῦ οἱ μὲν ἤκουσαν ἀμελῶς· οὗτοί εἰσιν οἱ παρὰ τὴν ὁδὸν κείμενοι· οἱ δὲ ἐπιμελῶς μέν, οὐ βεβαίως δέ, ὅσοι παρὰ τὴν πέτραν· οἱ δὲ ἐπιμελῶς μὲν καὶ βεβαίως, ἔχοντες δὲ ἐπισπορὰν ἀκανθῶν καὶ ζιζανίων, οἵτινες καὶ ἀπεπνίγησαν ταῖς βιωτικαῖς φροντίσιν. 56 Mt 13, 4 9 Τίς ἐστιν ὁ σπείρων; αὐτὸς ὁ Χριστός· πόθεν ἐξῆλθεν; τῆς κρυφίας αὐτοῦ καὶ ἀθεάτου καταλήψεως· πῶς ἐξελθὼν ἐκεῖθεν; τῇ περιβολῇ καὶ οἰκειώσει τῆς σαρκός, ἐν ᾗ ἔγνωσται καὶ κατείληπται ὅσον ἀνθρώπῳ γνῶναι καὶ καταλαβεῖν δυνατόν· ἵνα τί γένηται; ἵνα τὸν τῆς διδασκαλίας λόγον κατασπείρῃ τῇ οἰκουμένῃ καὶ σώσῃ τὸ