1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

12

ἱκετείαν καὶ προσευχὴν, καὶ οὐδὲ ἑαυτῷ μόνῳ θαῤῥήσας, ἀλλὰ καὶ τοὺς ὁμοτρόπους εἰς κοινωνίαν τῆς ἱκετείας λαβών· καὶ οὐκ ἐψεύσθη τῆς ἐλπίδος. ιθʹ κβʹ. "Τότε γὰρ, φησὶ, τῷ ∆ανιὴλ ἐν ὁράματι τῆς νυκτὸς τὸ μυστήριον ἀπεκαλύφθη, καὶ ηὐλό γησε ∆ανιὴλ τὸν Θεὸν τοῦ οὐρανοῦ. Καὶ εἶπεν· Εἴη τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ εὐλογημένον ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, ὅτι ἡ σοφία καὶ ἡ σύνεσις αὐτοῦ ἐστι. Καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους, καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ, διδοὺς σοφίαν τοῖς σοφοῖς, καὶ φρόνησιν τοῖς εἰδόσι σύνεσιν. Αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα, γινώσκων τὰ ἐν τῷ σκότει, καὶ φῶς μετ' αὐτοῦ ἐστιν." ∆ιὰ πάντων τὴν οἰκείαν εὐγνωμοσύνην δείκνυσι, καὶ πλέκει τὸν ὕμνον οὐχ ἁπλῶς, ἀλλὰ τῆς πλοκῆς ὕλην ποιούμενος τοῦ ἐνυπνίου τὴν εὕρεσιν. Προσήκει γὰρ, φησὶ, τὸν ἀΐδιον καὶ αἰώνιον διηνεκῶς ἀνυμνεῖν Θεὸν, σοφίας ὄντα καὶ συνέσεως πηγὴν, ὀρθῶς ἅπαντα καὶ ἀγαθῶς πρυτανεύοντα, καὶ ταῖς τῶν πραγμάτων μεταβολαῖς ἐλέγχοντα μὲν τὸ τῆς ἀν θρωπίνης εὐημερίας ἀβέβαιον, δεικνύντα δὲ ἅπασιν ἐναργῶς τὴν οἰκείαν ἰσχύν· χειροτονῶν γὰρ βασι λέας, πάλιν αὐτοὺς ἀποχειροτονεῖ ῥᾳδίως, καὶ διδοὺς ἐξουσίαν ἀφαιρεῖται ταύτην, ὅταν ἐθέλῃ· καὶ σοφίας δὲ καὶ φρονήσεως οὗτός ἐστι χορηγός· δίδωσι δὲ ταύτην οὐχ ἁπλῶς, ἀλλὰ τοῖς συνιέναι αὐτὸν βου λομένοις· ἀποκαλύπτει δὲ ὡς ἐθέλει τὰ μηδαμῶς φαινόμενα, ἀλλ' οἷόν τινι βυθῷ κρυπτόμενα τῷ μη δέπω γενέσθαι· καὶ φῶς ὑπάρχων νοερὸν, φῶς οἰκῶν ἀπρόσιτον, ἀκριβῶς ἅπαντα γινώσκει τὰ ἐν τῷ σκότει γινόμενα. κγʹ. "∆ιό σοι, ὁ Θεὸς τῶν πατέρων μου, ἐξομο λογοῦμαι καὶ αἰνῶ, ὅτι σοφίαν καὶ δύναμιν ἔδωκάς μοι, καὶ νῦν ἐγνώρισάς μοι ἃ ἠξιώσαμεν παρὰ σοῦ, ὅτι τὸ ὅραμα τοῦ βασιλέως ἐγνώρισάς μοι 81.1293 τοῦ γνωρίσαι τῷ βασιλεῖ." Τοιαῦται τῶν εὐσεβῶν αἱ ψυχαὶ, καὶ ἐν ταῖς χρείαις τὸν Θεὸν ἐπιστάμεναι χορηγὸν, καὶ τοῖς αὐτοῦ λιμέσι προστρέχουσαι, καὶ μετὰ τὴν τῶν ἀγαθῶν χορηγίαν οὐκ ἀνεχόμεναι λήθῃ παραδιδόναι τῶν δωρεῶν τὴν μνήμην, ἀλλ' ὕμνοις ἀμειβόμεναι τὸν εὐεργέτην Θεόν. Ἄξιον δὲ ἐπισημή νασθαι τοῦ θείου τούτου ἀνδρὸς καὶ τὸ μέτριον φρό νημα· καὶ γὰρ καὶ τὴν αἴτησιν ποιούμενος, κοινω νοὺς ἔλαβε τοὺς ὁμοτρόπους τῆς προσευχῆς, καὶ τὸν ὕμνον ὑφαίνων ὑπὲρ ὧν ἔλαβε, πάλιν αὐτῶν ἐμνη μόνευσεν. Οὐ γὰρ εἶπεν, Ἐγνώρισάς μοι ἃ ἠξίωσά σε, ἀλλ', "ἃ ἠξιώσαμεν παρὰ σοῦ." Οὕτω τὸν θεῖον συμπεράνας ὕμνον· κδʹ. "Καὶ εὐθὺς ἦλθε, φησὶ, ∆ανιὴλ πρὸς Ἀριὼχ, ὃν κατέστησεν ὁ βασιλεὺς ἀπολέσαι τοὺς σοφοὺς Βαβυλῶνος, καὶ εἶπεν αὐτῷ· Τοὺς σοφοὺς Βαβυλῶνος μὴ ἀπολέσῃς, εἰσάγαγε δέ με ἐνώπιον τοῦ βασιλέως, καὶ τὴν σύγκρισιν τοῦ ὁράματος ἀναγγελῶ τῷ βασιλεῖ." Πρέπων καὶ οὗτος τῷ προ φήτῃ ἔλεος· οὐ γὰρ ἠνέσχετο μόνος μετὰ τῶν φίλων τῆς ἀδίκου ἀπαλλαγῆναι σφαγῆς, ἀλλὰ καὶ τοῖς Χαλδαίοις πραγματεύεται σωτηρίαν, ἐλπίζων διὰ τοῦδε τοῦ θαύματος, καὶ τῆς ἀσεβείας αὐτοὺς ἀπαλ λάξειν, καὶ τῷ τῶν ὅλων προσάξειν Θεῷ κεʹ. "Ὁ δὲ Ἀριὼχ, τούτων ἀκούσας τῶν λόγων, σπουδῇ τὸν ∆ανιὴλ εἰσήγαγεν ἐνώπιον τοῦ βασιλέως, καὶ εἶπεν αὐτῷ· Εὕρηκα ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας, ὅστις τὸ σύγκριμα τῷ βασιλεῖ ἀναγγελεῖ." Πάλιν ἐντεῦθεν σαφὲς ἡμῖν γέ γονεν, ὅτι οὐδέπω τῆς τοῦ ∆ανιὴλ ἀρετῆς πεῖραν ὁ βασιλεὺς εἰλήφει. Οὐ γὰρ, εἴπερ ἐγινώσκετο, ἀορί στως εἶπεν ὁ Ἀριώχ· "Εὕρηκα ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας, ὅστις τὸ σύγκριμα τῷ βασιλεῖ ἀναγγελεῖ." κ ϛʹ. "Ὁ δὲ βασιλεὺς περιχαρὴς γενόμενος εἶπε τῷ ∆ανιὴλ, οὗ τὸ ὄνομα Βαλτάσαρ· Εἰ δύνασαι ἀναγγεῖλαι τὸ ἐνύπνιον, ὃ εἶδον, καὶ τὴν σύγκρισιν αὐτοῦ;" Ἐπισημήνασθαι δεῖ καὶ τοῦτο, ὅτι Βαλτά σαρ αὐτὸν οὐκ ἀεὶ προσαγορεύει, ἀλλ' ὅτε τῷ βασιλεῖ διαλέγεται, ταύτην αὐτῷ τὴν προσηγορίαν ἐπιτε θεικότι. Ἐρωτηθεὶς δὲ ὅμως, εἰ δύναιτο καὶ τὸ ἐνύπνιον, καὶ τὴν ἑρμηνείαν ἐπαγγεῖλαι τῷ βασι λεῖ, ἀπεκρίνατο λέγων· κζʹ. "Τὸ μυστήριον ὃ ὁ βασιλεὺς ἐπερωτᾷ, οὐκ ἔστι σοφῶν, μάγων, ἐπαοιδῶν, Γαζαρηνῶν ἀναγγεῖ λαι τῷ βασιλεῖ. (κηʹ.) Ἀλλ' ἔστι Θεὸς ἐν οὐρανῷ ἀποκαλύπτων μυστήρια." Θαυμαστῶς τῆς διδασκα λίας ἤρξατο· ἐκβαλὼν