1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

12

Γραφάς. βʹ, γʹ. Καὶ διήνοιξε τὸ στόμα μου, καὶ ἐψώ μισέ με τὴν κεφαλίδα ταύτην. Καὶ εἶπε πρός με, Υἱὲ ἀνθρώπου, τὸ στόμα σου φάγεται, καὶ ἡ 81.844 κοιλία σου πλησθήσεται τῆς κεφαλίδος ταύτης τῆς δεδομένης εἰς σέ· καὶ ἔφαγον αὐτὴν, καὶ ἐγένετο ἐν τῷ στόματί μου, ὡς μέλι γλυκάζον. "Ὡς γλυκέα," φησὶν ὁ θεῖος ∆αβὶδ, "τῷ λάρυγγί μου τὰ λόγιά σου· ὑπὲρ μέλι τῷ στόματί μου." Γλυκὺς δὲ, καὶ λίαν ἡδὺς, καὶ τῶν ἁμαρτημάτων ὁ θρῆνος· "Ἀθυμία γὰρ, φησὶ, κατέσχε με ἀπὸ ἁμαρ τωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου·" καὶ, "Ἴδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο." Καὶ ὁ τούτου δὲ υἱὸς παραινεῖ λέγων· "Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ πορευθῆναι εἰς οἶκον γέλωτος." Οὕτως ἐγένετο τῷ προφήτῃ μέλιτι ἐμφερὴς τῆς κεφαλίδος ἡ βρῶ σις, οὐδὲν μὲν ἐχούσης τερπνὸν ἢ θυμῆρες, θρῆνον δὲ, καὶ μέλος, καὶ οὐαί. Μηδεὶς δὲ αἰσθητὴν καὶ σωματικὴν ὑπολάβῃ τῆς κεφαλίδος τὴν βρῶσιν. Ὥσπερ γὰρ ἐκείνην τὴν θεωρίαν πνευματικῶς ἐθεά σατο, οὕτως καὶ ταύτης πνευματικῶς μεταλαμβάνει τῆς γεύσεως. δʹ- ϛʹ. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, βάδιζε, εἴσελθε εἰς τὸν οἶκον τοῦ Ἰσραὴλ, καὶ λάλησον τοὺς λόγους μου πρὸς αὐτούς. ∆ιότι οὐ πρὸς λαὸν βαθύχειλον ἢ βαρύγλωσσον σὺ ἐξαπο στέλλῃ, ἀλλὰ πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ. Οὐδὲ πρὸς λαοὺς πολλοὺς ἀλλοφώνους ἢ ἀλ λογλώσσους, οὐδὲ στιβαροὺς τῇ γλώσσῃ ὄντας, ὧν οὐχὶ ἀκούσῃ τοὺς λόγους. Ἐνταῦθα σαφῶς δείκνυσι τῶν ἀποστολικῶν πόνων καὶ προφητικῶν τὸ διάφορον. Οἱ μὲν γὰρ ἑνὸς ἔθνους τὴν ἐπιμέλειαν ἐπιστεύθησαν, ἐξ αὐτῶν ὁρμώμενοι, καὶ τὴν αὐτὴν φωνὴν ἔχοντες· οἱ δὲ τὴν οἰκουμένην ἐνεχειρίσθη σαν, καὶ ἅπαντα τὰ ἔθνη, κατὰ τὴν τοῦ Κυρίου φωνήν· "Πορευθέντες γὰρ, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη, οἳ μυρίας εἶχον καὶ διαφόρους γλώττας, ἤθη δὲ ποικίλα, καὶ νόμους ἐναντίους· ἀλλ' ὅμως οἱ τὰ πολλὰ ἔθνη, καὶ τὰς διαφόρους γλώττας, καὶ τοὺς ποικίλους τρόπους, καὶ τοὺς παντοδαποὺς ἐγχειρισθέντες νόμους, τὴν οἰκουμένην ἐπὶ τὸ κρεῖττον μετέβαλον· οἱ δὲ τὸν δυσήνιον ἐκεῖ νον ἐγχειρισθέντες λαὸν, πολὺν μὲν ὑπέμειναν τὸν πόνον, οὐκ ἀξίους δὲ τῶν πόνων ἐδρέψαντο τοὺς καρπούς· αἰτία δὲ οὐχ ἡ τῶν γεωργῶν ῥᾳθυμία, ἀλλὰ τῶν γεωργουμένων ἡ δυστροπία. Οὗ χάριν καὶ αὐτὸς ὁ ∆εσπότης φησίν· Εἰ καὶ πρὸς τοιούτους ἐξαπέστειλά σε, οὗτοι ἂν εἰσήκουσάν σου. (ζʹ.) Ὁ δὲ οἶκος Ἰσραὴλ οὐ μὴ θελήσουσιν ἀκοῦσαί σου, διότι οὐ βούλονται εἰσακούειν μου· ὅτι πᾶς οἶκος Ἰσραὴλ φιλόνεικοί εἰσι, καὶ σκληροκάρδιοι. ∆ιὰ δὲ τού των ἔδειξε, τῶν μὲν ἐθνῶν τὸ εὐπειθὲς, τοῦ δὲ Ἰσ ραὴλ τὸ δυσήκοον· ἡρμήνευσε δὲ καὶ τὸ, "Ἐὰν 81.845 ἄρα ἀκούσωσι," σαφῶς διδάξας, ὡς οὐκ ἀγνοεῖ, ἀλλ' ἀκριβῶς οἶδεν αὐτῶν τὴν ἀπείθειαν· σημαίνει δὲ κατὰ ταυτὸν, ὡς ἀπὸ γνώμης, ἀλλ' οὐκ ἐκ φύσεως αὕτη· "Ὁ γὰρ οἶκος, φησὶν, Ἰσραὴλ οὐ μὴ θελήσουσιν ἀκοῦσαί σου, διότι οὐ βούλονται εἰσακούειν μου·" ἀντὶ τοῦ, Μὴ ἀλγήσῃς παρακουόμενος· ἐμοὶ γὰρ ἀντιλέγοντες τοῖς ὑπὸ σοῦ προσφερομένοις ἀντι πίπτουσι λόγοις· αἰτία δὲ τῆς ἀντιλογίας ἡ φιλό νεικος γνώμη, καὶ ἡ τῆς καρδίας ἀντιτυπία, καὶ τοῦ φρονήματος ἡ θρασύτης· ἀλλὰ μὴ δείσῃς πρὸς τοιούτους ἀποστελλόμενος. ηʹ, θʹ. Ἰδοὺ γὰρ δέδωκα τὸ πρόσωπόν σου δυνατὸν κατέναντι τῶν προσώπων αὐτῶν, καὶ τὸ νεῖκός σου κατισχύσω κατέναντι τοῦ νείκους αὐτῶν. Καὶ ἔσται διαπαντὸς, κραταιότερον πέτρας δέδωκα τὸ πρόσωπόν σου, μὴ φοβηθῇς ἀπ' αὐτῶν, μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν, διότι οἶκος παραπικραίνων ἐστί. Εἰδὼς, φησὶν, αὐτῶν τὴν πονηρίαν τῆς γνώμης, πάντα φόβον ἐκ τῆς διανοίας ἐξόρισον· δώσω γάρ σοι ἰσχὺν ἀναλο γοῦσαν τῇ ἐκείνων ἀντιλογίᾳ, καὶ σύμμετρον τῷ πόνῳ παρέξω τὴν δύναμιν, καὶ πάσης πέτρας κρα ταιότερόν σου καταστήσω τὸ μέτωπον, ἵνα μήτε παροινούμενος, μήτε τυπτόμενος, μήτε ἄλλο τι τῶν δεινῶν ὑπομένων, φύγῃς τὴν τοῦ λόγου διακονίαν, καὶ τὴν τούτων ἐπιμέλειαν καταλίπῃς. ιʹ, ιαʹ. Καὶ εἶπε πρός με, Υἱὲ ἀνθρώπου, πάντας τοὺς λόγους, οὓς λελάληκα μετὰ σοῦ, λάβε εἰς τὴν καρδίαν σου, καὶ τοῖς ὠσί σου ἄκουε. Καὶ βάδιζε, εἴσελθε εἰς τὴν αἰχμαλωσίαν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου,