ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΠΙΣΤΟΛΗ ΕΙΣ ΤΟΝ ΒΙΟΝ ΤΗΣ ΟΣΙΑΣ ΜΑΚΡΙΝΗΣ Τὸ μὲν εἶδος τοῦ βιβλίου ὅσον ἐν τῷ τῆς προγραφῆς τύπῳ ἐπιστολὴ εἶναι δοκεῖ, τὸ δὲ

 Μακρίνα ἦν ὄνομα τῇ παρθένῳ, εὐδόκιμος δέ τις πάλαι κατὰ τὸ γένος ἦν ἡ Μακρίνα, μήτηρ τοῦ πατρὸς ἡμῶν γεγενημένη, ταῖς ὑπὲρ Χριστοῦ ὁμολογίαις τῷ καιρ

 Καὶ ἐπειδὴ παρῆν ὁ καιρός, καθ' ὃν ἔδει λυθῆναι τὴν ὠδῖνα τῷ τόκῳ, εἰς ὕπνον καταπεσοῦσα φέρειν ἐδόκει διὰ χειρὸς τὸ ἔτι ὑπὸ τῶν σπλάγχνων περιεχόμενο

 Τρέφεται τοίνυν τὸ παιδίον, οὔσης μὲν αὐτῷ καὶ τιθηνοῦ ἰδίας, τὰ δὲ πολλὰ τῆς μητρὸς ἐν ταῖς χερσὶ ταῖς ἰδίαις τιθηνουμένης. Ὑπερβᾶσα δὲ τὴν τῶν νηπίω

 Τούτοις συναυξανομένη καὶ τοῖς τοιούτοις ἐπιτηδεύμασι καὶ τὴν χεῖρα πρὸς τὴν ἐριουργίαν διαφερόντως ἀσκήσασα πρόεισιν εἰς δωδέκατον ἔτος, ἐν ᾧ μάλιστα

 Ὁ δὲ φθόνος ἐπικόπτει τὰς χρηστοτέρας ἐλπίδας ἀναρπάσας αὐτὸν ἐκ τῆς ζωῆς ἐν ἐλεεινῇ τῇ νεότητι.Οὐκ ἠγνόει δὲ τὰ τῷ πατρὶ δεδογμένα ἡ κόρη: ἀλλ' ἐπειδ

 Τοῖς τοιούτοις λόγοις ἀπωθουμένη τοὺς παραπείθειν ἐπιχειροῦντας ἓν ἐδοκίμασεν ἑαυτῇ τῆς ἀγαθῆς κρίσεως φυλακτήριον, τὸ μηδέποτε τῆς ἰδίας μητρὸς μηδὲ

 Καὶ ἐπειδὴ τὸ κατὰ τὰς ἀδελφὰς πρὸς τὸ δοκοῦν ἑκάστῃ μετ' εὐσχημοσύνης ἡ μήτηρ ᾠκονομήσατο, ἐπάνεισιν ἐν τούτῳ τῶν παιδευτηρίων πολλῷ χρόνῳ προασκηθεὶ

 Ἦν τῶν τεσσάρων ἀδελφῶν ὁ δεύτερος μετὰ τὸν μέγαν Βασίλειον, Ναυκράτιος ὄνομα αὐτῷ, φύσεως εὐκληρίᾳ καὶ σώματος κάλλει καὶ ῥώμῃ καὶ τάχει καὶ τῇ πρὸς

 Εἶτα βαρύ τι καὶ τραγικὸν πάθος ἐξ ἐπιβουλῆς, οἶμαι, τοῦ ἀντικειμένου τῇ μητρὶ συνηνέχθη, ὃ παντὶ τῷ γένει πρὸς συμφοράν τε καὶ πένθος ἐπήρκεσεν. Αἰφν

 Ἐν τούτῳ διεφάνη τῆς μεγάλης Μακρίνης ἡ ἀρετή, ὅπως τῷ πάθει τὸν λογισμὸν ἀντιστήσασα ἑαυτήν τε ἄπτωτον διεφύλαξε καὶ τῆς μητρικῆς ἀσθενείας ἔρεισμα γ

 Ἐπεὶ οὖν ἐπαύσατο τῇ μητρὶ ἥ τε τῆς παιδοτροφίας φροντὶς καὶ ἡ τῆς παιδεύσεώς τε καὶ καταστάσεως τῶν τέκνων μέριμνα καὶ αἱ πλείους τῆς ὑλωδεστέρας ζωῆ

 Ἦν δὲ αὐτῇ ὁ μάλιστα πρὸς τὸν μέγαν τοῦτον τοῦ βίου σκοπὸν ὑπηρετῶν ἀδελφός τις ὁμογάστριος, Πέτρος ὄνομα αὐτῷ, ἐφ' ᾧ ἔληξαν τῆς μητρὸς ἡμῶν αἱ ὠδῖνες

 Ἐν τούτῳ εἰς γῆρας λιπαρὸν προελθοῦσα ἡ μήτηρ πρὸς τὸν θεὸν μετανίστατο, ἐν ταῖς ἀμφοτέρων τῶν τέκνων χερσὶ τὸν βίον ἑαυτῆς ἀναπαύσασα. Ἧς ἄξιον τὴν τ

 Ἐν τούτῳ ὁ πολὺς ἐν ἁγίοις Βασίλειος τῆς μεγάλης Καισαρέων ἐκκλησίας ἀνεδείχθη προστάτης: ὃς ἐπὶ τὸν κλῆρον τῆς ἐν τῷ πρεσβυτερίῳ ἱερωσύνης τὸν ἀδελφὸ

 Ἔνατος ἦν μετὰ τὸ πάθος τοῦτο μὴν ἢ μικρὸν ὑπὲρ τοῦτο καὶ σύνοδος ἐπισκόπων κατὰ τὴν Ἀντιόχου πόλιν ἠθροίζετο, ἧς καὶ ἡμεῖς μετέσχομεν. Καὶ ἐπειδὴ πάλ

 Ὡς δὲ κατ' αὐτὸν ἐγενόμην τὸν τόπον καὶ προκατήγγειλε τῇ ἀδελφότητι τὴν παρουσίαν ἡ φήμη, τό τε σύνταγμα τῶν ἀνδρῶν ἅπαν ἐκ τοῦ ἀνδρῶνος πρὸς ἡμᾶς προ

 Ἐπεὶ δὲ συνεπεράνθη ὁ λόγος: «Ὥρα σοι, φησίν, ἀδελφέ, πολλῷ τῷ κόπῳ τῆς ὁδοιπορίας πεπονηκότι βραχύ τι διαναπαῦσαι τὸ σῶμα.» Κἀμοὶ μεγάλη μὲν καὶ ἀληθ

 Ἐπεὶ δὲ πάλιν ἐν ὀφθαλμοῖς ἦμεν αὐτῆς, οὐ γὰρ εἴα τὴν εὔσχολον ὥραν ἐφ' ἑαυτῶν διάγειν, ἀναλαβοῦσα τῶν ἐκ νεότητος αὐτῇ βεβιωμένων τὴν μνήμην καθάπερ

 Ὡς δὲ ἡμέρα ἐγένετο, ἐμοὶ μὲν πρόδηλον ἐκ τῶν ὁρωμένων ἦν, ὅτι ἔσχατος αὐτῇ τῆς κατὰ σάρκα ζωῆς ὅρος ἡ ἐνεστῶσα ἡμέρα ἦν, πᾶσαν τὴν ἐγκειμένην τῇ φύσε

 Καὶ τῆς μὲν ἡμέρας ἤδη παρῳχήκει τὸ πλέον καὶ ὁ ἥλιος πρὸς δυσμὰς ἐπεκλίνετο. Τῇ δὲ οὐκ ἐνεδίδου ἡ προθυμία, ἀλλ' ὅσον τῇ ἐξόδῳ προσήγγιζεν, ὡς πλέον

 Ὡς δὲ ἦν τὸ λοιπὸν ἄπνους τε καὶ ἀκίνητος, μνησθεὶς τῶν ἐντολῶν, ἃς εὐθὺς παρὰ τὴν πρώτην συντυχίαν πεποίητο εἰποῦσα βούλεσθαι τὰς ἐμὰς τοῖς ὀφθαλμοῖς

 Ἐμοὶ δὲ διχόθεν ἐγίνετο πάρετος ἡ ψυχὴ καὶ οἷς τὸ φαινόμενον ἔβλεπον καὶ οἷς τὴν ἀκοὴν διὰ τῆς γοερᾶς τῶν παρθένων οἰμωγῆς περιηχούμην. Τέως μὲν γὰρ ἐ

 Ταῦτ' ἔλεγον μείζονι τῇ φωνῇ, ὡς ἂν τὸν ἦχον τῶν θρήνων ὑπερηχήσαιμι. Εἶτα μεταστῆναι παρεκάλεσα μικρὸν ἐπὶ τὸν σύνεγγυς οἶκον, καταλειφθῆναι δέ τινας

 Ἐπεὶ δὲ τοῦτο ἐδέδοκτο καὶ ἔδει περισταλῆναι ταῖς ὀθόναις τὸ ἱερὸν σῶμα ἐκεῖνο, διελομένοι τὴν σπουδὴν ἄλλος ἄλλο τι περὶ αὐτὴν ἐπονοῦμεν. Καὶ ἐγὼ μὲν

 Ὡς δὲ ἡμεῖς ἐν τούτοις ἦμεν καὶ αἱ ψαλμῳδίαι τῶν παρθένων τοῖς θρήνοις καταμιχθεῖσαι περιήχουν τὸν τόπον, οὐκ οἶδ' ὅπως ἐν κύκλῳ πανταχόθεν ἀθρόως τῆς

 Ἐπειδὴ οὖν ἐντὸς τῶν θυρῶν τοῦ οἴκου κατέστημεν, ἀποθέμενοι τὴν κλίνην τὰ πρῶτα εἰς προσευχὴν ἐτρεπόμεθα: ἡ δὲ εὐχὴ θρήνων γίνεται ἀφορμὴ τῷ λαῷ. Τῆς

 Καὶ ἐπειδὴ τὸ πρέπον ἡ προσευχὴ πέρας ἔλαβε, φόβος μέ τις τῆς θείας ἐντολῆς εἰσέρχεται τῆς κωλυούσης πατρὸς ἢ μητρὸς ἀνακαλύπτειν ἀσχημοσύνην. Καὶ πῶς

 Ἐπεὶ δὲ πάντα ἡμῖν τὰ ἐν τῇ κηδείᾳ νενομισμένα πεπλήρωτο καὶ ἔδει τῆς ἐπανόδου γενέσθαι, ἐπιπεσὼν τῷ τάφῳ καὶ τὴν κόνιν ἀσπασάμενος εἰχόμην πάλιν τῆς

 «Ἐγένετό τις ἡμῖν ἐπιθυμία ποτὲ τῇ τε γαμετῇ καὶ ἐμοὶ καταλαβεῖν κατὰ σπουδὴν τὸ τῆς ἀρετῆς φροντιστήριον: οὕτω γὰρ οἶμαι χρῆναι, φησί, τὸν χῶρον ἐκεῖ

 Ὅσα δὲ καὶ ἄλλα τοιαῦτα παρὰ τῶν συνεζηκότων αὐτῇ καὶ δι' ἀκριβείας τὰ κατ' αὐτὴν ἐπισταμένων ἠκούσαμεν, οὐκ ἀσφαλὲς οἶμαι προσθεῖναι τῷ διηγήματι. Οἱ

PETER, THE YOUNGEST BROTHER

Macrina was helped most of all in achieving this great aim of her life by her own brother Peter. With him the mother's pangs ceased, for he was the latest born of the family. At one and the same time he received the names of son and orphan, for as he entered this life his father passed away from it. But the eldest of the family, the subject of our story, took him soon after birth from the nurse's breast and reared him herself and educated [972C] him on a lofty system of training, practising him from infancy in holy studies, so as not to give his soul leisure to turn to vain things. Thus having become all things to the lad---- father, teacher, tutor, mother, giver of all good advice----she produced such results that before the age of boyhood had passed, when he was yet a stripling in the first bloom of tender youth, he aspired to the high mark of philosophy. And, thanks to his natural endowments, he was clever in every art that involves hand-work, so that without any guidance he achieved a completely accurate knowledge of everything that ordinary people learn by time and trouble. Scorning to occupy [972D] his time with worldly studies, and having in nature a sufficient instructor in all good knowledge, and always looking to his sister as the model of all good, he advanced to such   a height of virtue that in his subsequent life he seemed in no whit inferior to the great Basil. But at this time he was all in all to his sister and mother, co-operating with them in the pursuit of the angelic life. Once when a severe famine had occurred and crowds from all quarters were frequenting the retreat where they lived, drawn by the fame of their benevolence, Peter's kindness supplied such an abundance of food that the desert seemed a city by reason of the number of visitors.

Ἦν δὲ αὐτῇ ὁ μάλιστα πρὸς τὸν μέγαν τοῦτον τοῦ βίου σκοπὸν ὑπηρετῶν ἀδελφός τις ὁμογάστριος, Πέτρος ὄνομα αὐτῷ, ἐφ' ᾧ ἔληξαν τῆς μητρὸς ἡμῶν αἱ ὠδῖνες.
Οὗτος γὰρ ἦν ὁ τελευταῖος τῶν γονέων βλαστός, ὃς ὁμοῦ τε υἱὸς καὶ ὀρφανὸς ὠνομάσθη: ἅμα γὰρ τῷ παρελθεῖν τοῦτον εἰς φῶς καταλείπει ὁ πατὴρ τὸν βίον. Ἀλλ' ἡ πρεσβυτάτη τῶν ἀδελφῶν, περὶ ἧς ὁ λόγος, μικρὰ τῆς θηλῆς αὐτὸν παρὰ τὴν πρώτην γένεσιν μετασχόντα εὐθὺς ἀποσπάσασα τῆς τιθηνουμένης δι' ἑαυτῆς ἀνατρέφεται καὶ ἐπὶ πᾶσαν τὴν ὑψηλοτέραν ἤγαγε παίδευσιν, τοῖς ἱεροῖς τῶν μαθημάτων ἐκ νηπίων αὐτὸν ἐνασκήσασα, ὡς μὴ δοῦναι τῇ ψυχῇ σχολὴν πρός τι τῶν ματαίων ἐπικλιθῆναι. Ἀλλὰ πάντα γενομένη τῷ νέῳ, πατήρ, διδάσκαλος, παιδαγωγός, μήτηρ, ἀγαθοῦ παντὸς σύμβουλος, τοιοῦτον αὐτὸν ἀπειργάσατο, ὡς πρὶν ἐξελθεῖν τὴν ἡλικίαν τῶν παίδων ἔτι ἐν μειρακιώδει τῇ ἀπαλότητι τῆς ὥρας ἀνθοῦντα πρὸς τὸν ὑψηλὸν τῆς φιλοσοφίας σκοπὸν ἐπαρθῆναι καί τινι φύσεως εὐκληρίᾳ πρὸς πᾶσαν τέχνης ἰδέαν τὴν διὰ χειρὸς ἐνεργουμένην ἐπιτηδείως ἔχειν, ὡς μηδενὸς καθηγουμένου διὰ πάσης ἀκριβείας ἑκάστου τὴν ἐπιστήμην κατωρθωκέναι, ὧν χρόνῳ καὶ πόνῳ τοῖς πολλοῖς ἡ μάθησις παραγίνεται. Οὗτος τοίνυν τῆς περὶ τοὺς ἔξωθεν τῶν λόγων ἀσχολίας ὑπεριδών, ἱκανὴν δὲ διδάσκαλον παντὸς ἀγαθοῦ μαθήματος τὴν φύσιν ἔχων ἀεί τε πρὸς τὴν ἀδελφὴν βλέπων καὶ σκοπὸν ἀγαθοῦ παντὸς ἐκείνην ποιούμενος εἰς τοσοῦτον ἐπέδωκεν ἀρετῆς, ὡς μηδὲν ἔλαττον τοῦ μεγάλου Βασιλείου δοκεῖν ἔχειν ἐν τοῖς κατ' ἀρετὴν προτερήμασιν. Ταῦτα μὲν ἐν τῷ μετὰ ταῦτα βίῳ: τότε δὲ ἀντὶ πάντων ἦν τῇ ἀδελφῇ καὶ τῇ μητρὶ συνεργῶν αὐταῖς πρὸς τὴν ἀγγελικὴν ἐκείνην ζωήν. Ὅς ποτε καὶ σιτολειψίας χαλεπῆς γεγενημένης καὶ πολλῶν πανταχόθεν κατὰ φήμην τῆς εὐποιίας πρὸς τὴν ἐσχατιάν, ἐν ᾗ κατῴκουν, ἐπιρρεόντων τοσοῦτον δι' ἐπινοιῶν τὰς τροφὰς ἐπλεόνασεν, ὡς τῷ πλήθει τῶν ἐπιφοιτώντων πόλιν εἶναι τὴν ἐρημίαν δοκεῖν.