ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΠΙΣΤΟΛΗ ΕΙΣ ΤΟΝ ΒΙΟΝ ΤΗΣ ΟΣΙΑΣ ΜΑΚΡΙΝΗΣ Τὸ μὲν εἶδος τοῦ βιβλίου ὅσον ἐν τῷ τῆς προγραφῆς τύπῳ ἐπιστολὴ εἶναι δοκεῖ, τὸ δὲ

 Μακρίνα ἦν ὄνομα τῇ παρθένῳ, εὐδόκιμος δέ τις πάλαι κατὰ τὸ γένος ἦν ἡ Μακρίνα, μήτηρ τοῦ πατρὸς ἡμῶν γεγενημένη, ταῖς ὑπὲρ Χριστοῦ ὁμολογίαις τῷ καιρ

 Καὶ ἐπειδὴ παρῆν ὁ καιρός, καθ' ὃν ἔδει λυθῆναι τὴν ὠδῖνα τῷ τόκῳ, εἰς ὕπνον καταπεσοῦσα φέρειν ἐδόκει διὰ χειρὸς τὸ ἔτι ὑπὸ τῶν σπλάγχνων περιεχόμενο

 Τρέφεται τοίνυν τὸ παιδίον, οὔσης μὲν αὐτῷ καὶ τιθηνοῦ ἰδίας, τὰ δὲ πολλὰ τῆς μητρὸς ἐν ταῖς χερσὶ ταῖς ἰδίαις τιθηνουμένης. Ὑπερβᾶσα δὲ τὴν τῶν νηπίω

 Τούτοις συναυξανομένη καὶ τοῖς τοιούτοις ἐπιτηδεύμασι καὶ τὴν χεῖρα πρὸς τὴν ἐριουργίαν διαφερόντως ἀσκήσασα πρόεισιν εἰς δωδέκατον ἔτος, ἐν ᾧ μάλιστα

 Ὁ δὲ φθόνος ἐπικόπτει τὰς χρηστοτέρας ἐλπίδας ἀναρπάσας αὐτὸν ἐκ τῆς ζωῆς ἐν ἐλεεινῇ τῇ νεότητι.Οὐκ ἠγνόει δὲ τὰ τῷ πατρὶ δεδογμένα ἡ κόρη: ἀλλ' ἐπειδ

 Τοῖς τοιούτοις λόγοις ἀπωθουμένη τοὺς παραπείθειν ἐπιχειροῦντας ἓν ἐδοκίμασεν ἑαυτῇ τῆς ἀγαθῆς κρίσεως φυλακτήριον, τὸ μηδέποτε τῆς ἰδίας μητρὸς μηδὲ

 Καὶ ἐπειδὴ τὸ κατὰ τὰς ἀδελφὰς πρὸς τὸ δοκοῦν ἑκάστῃ μετ' εὐσχημοσύνης ἡ μήτηρ ᾠκονομήσατο, ἐπάνεισιν ἐν τούτῳ τῶν παιδευτηρίων πολλῷ χρόνῳ προασκηθεὶ

 Ἦν τῶν τεσσάρων ἀδελφῶν ὁ δεύτερος μετὰ τὸν μέγαν Βασίλειον, Ναυκράτιος ὄνομα αὐτῷ, φύσεως εὐκληρίᾳ καὶ σώματος κάλλει καὶ ῥώμῃ καὶ τάχει καὶ τῇ πρὸς

 Εἶτα βαρύ τι καὶ τραγικὸν πάθος ἐξ ἐπιβουλῆς, οἶμαι, τοῦ ἀντικειμένου τῇ μητρὶ συνηνέχθη, ὃ παντὶ τῷ γένει πρὸς συμφοράν τε καὶ πένθος ἐπήρκεσεν. Αἰφν

 Ἐν τούτῳ διεφάνη τῆς μεγάλης Μακρίνης ἡ ἀρετή, ὅπως τῷ πάθει τὸν λογισμὸν ἀντιστήσασα ἑαυτήν τε ἄπτωτον διεφύλαξε καὶ τῆς μητρικῆς ἀσθενείας ἔρεισμα γ

 Ἐπεὶ οὖν ἐπαύσατο τῇ μητρὶ ἥ τε τῆς παιδοτροφίας φροντὶς καὶ ἡ τῆς παιδεύσεώς τε καὶ καταστάσεως τῶν τέκνων μέριμνα καὶ αἱ πλείους τῆς ὑλωδεστέρας ζωῆ

 Ἦν δὲ αὐτῇ ὁ μάλιστα πρὸς τὸν μέγαν τοῦτον τοῦ βίου σκοπὸν ὑπηρετῶν ἀδελφός τις ὁμογάστριος, Πέτρος ὄνομα αὐτῷ, ἐφ' ᾧ ἔληξαν τῆς μητρὸς ἡμῶν αἱ ὠδῖνες

 Ἐν τούτῳ εἰς γῆρας λιπαρὸν προελθοῦσα ἡ μήτηρ πρὸς τὸν θεὸν μετανίστατο, ἐν ταῖς ἀμφοτέρων τῶν τέκνων χερσὶ τὸν βίον ἑαυτῆς ἀναπαύσασα. Ἧς ἄξιον τὴν τ

 Ἐν τούτῳ ὁ πολὺς ἐν ἁγίοις Βασίλειος τῆς μεγάλης Καισαρέων ἐκκλησίας ἀνεδείχθη προστάτης: ὃς ἐπὶ τὸν κλῆρον τῆς ἐν τῷ πρεσβυτερίῳ ἱερωσύνης τὸν ἀδελφὸ

 Ἔνατος ἦν μετὰ τὸ πάθος τοῦτο μὴν ἢ μικρὸν ὑπὲρ τοῦτο καὶ σύνοδος ἐπισκόπων κατὰ τὴν Ἀντιόχου πόλιν ἠθροίζετο, ἧς καὶ ἡμεῖς μετέσχομεν. Καὶ ἐπειδὴ πάλ

 Ὡς δὲ κατ' αὐτὸν ἐγενόμην τὸν τόπον καὶ προκατήγγειλε τῇ ἀδελφότητι τὴν παρουσίαν ἡ φήμη, τό τε σύνταγμα τῶν ἀνδρῶν ἅπαν ἐκ τοῦ ἀνδρῶνος πρὸς ἡμᾶς προ

 Ἐπεὶ δὲ συνεπεράνθη ὁ λόγος: «Ὥρα σοι, φησίν, ἀδελφέ, πολλῷ τῷ κόπῳ τῆς ὁδοιπορίας πεπονηκότι βραχύ τι διαναπαῦσαι τὸ σῶμα.» Κἀμοὶ μεγάλη μὲν καὶ ἀληθ

 Ἐπεὶ δὲ πάλιν ἐν ὀφθαλμοῖς ἦμεν αὐτῆς, οὐ γὰρ εἴα τὴν εὔσχολον ὥραν ἐφ' ἑαυτῶν διάγειν, ἀναλαβοῦσα τῶν ἐκ νεότητος αὐτῇ βεβιωμένων τὴν μνήμην καθάπερ

 Ὡς δὲ ἡμέρα ἐγένετο, ἐμοὶ μὲν πρόδηλον ἐκ τῶν ὁρωμένων ἦν, ὅτι ἔσχατος αὐτῇ τῆς κατὰ σάρκα ζωῆς ὅρος ἡ ἐνεστῶσα ἡμέρα ἦν, πᾶσαν τὴν ἐγκειμένην τῇ φύσε

 Καὶ τῆς μὲν ἡμέρας ἤδη παρῳχήκει τὸ πλέον καὶ ὁ ἥλιος πρὸς δυσμὰς ἐπεκλίνετο. Τῇ δὲ οὐκ ἐνεδίδου ἡ προθυμία, ἀλλ' ὅσον τῇ ἐξόδῳ προσήγγιζεν, ὡς πλέον

 Ὡς δὲ ἦν τὸ λοιπὸν ἄπνους τε καὶ ἀκίνητος, μνησθεὶς τῶν ἐντολῶν, ἃς εὐθὺς παρὰ τὴν πρώτην συντυχίαν πεποίητο εἰποῦσα βούλεσθαι τὰς ἐμὰς τοῖς ὀφθαλμοῖς

 Ἐμοὶ δὲ διχόθεν ἐγίνετο πάρετος ἡ ψυχὴ καὶ οἷς τὸ φαινόμενον ἔβλεπον καὶ οἷς τὴν ἀκοὴν διὰ τῆς γοερᾶς τῶν παρθένων οἰμωγῆς περιηχούμην. Τέως μὲν γὰρ ἐ

 Ταῦτ' ἔλεγον μείζονι τῇ φωνῇ, ὡς ἂν τὸν ἦχον τῶν θρήνων ὑπερηχήσαιμι. Εἶτα μεταστῆναι παρεκάλεσα μικρὸν ἐπὶ τὸν σύνεγγυς οἶκον, καταλειφθῆναι δέ τινας

 Ἐπεὶ δὲ τοῦτο ἐδέδοκτο καὶ ἔδει περισταλῆναι ταῖς ὀθόναις τὸ ἱερὸν σῶμα ἐκεῖνο, διελομένοι τὴν σπουδὴν ἄλλος ἄλλο τι περὶ αὐτὴν ἐπονοῦμεν. Καὶ ἐγὼ μὲν

 Ὡς δὲ ἡμεῖς ἐν τούτοις ἦμεν καὶ αἱ ψαλμῳδίαι τῶν παρθένων τοῖς θρήνοις καταμιχθεῖσαι περιήχουν τὸν τόπον, οὐκ οἶδ' ὅπως ἐν κύκλῳ πανταχόθεν ἀθρόως τῆς

 Ἐπειδὴ οὖν ἐντὸς τῶν θυρῶν τοῦ οἴκου κατέστημεν, ἀποθέμενοι τὴν κλίνην τὰ πρῶτα εἰς προσευχὴν ἐτρεπόμεθα: ἡ δὲ εὐχὴ θρήνων γίνεται ἀφορμὴ τῷ λαῷ. Τῆς

 Καὶ ἐπειδὴ τὸ πρέπον ἡ προσευχὴ πέρας ἔλαβε, φόβος μέ τις τῆς θείας ἐντολῆς εἰσέρχεται τῆς κωλυούσης πατρὸς ἢ μητρὸς ἀνακαλύπτειν ἀσχημοσύνην. Καὶ πῶς

 Ἐπεὶ δὲ πάντα ἡμῖν τὰ ἐν τῇ κηδείᾳ νενομισμένα πεπλήρωτο καὶ ἔδει τῆς ἐπανόδου γενέσθαι, ἐπιπεσὼν τῷ τάφῳ καὶ τὴν κόνιν ἀσπασάμενος εἰχόμην πάλιν τῆς

 «Ἐγένετό τις ἡμῖν ἐπιθυμία ποτὲ τῇ τε γαμετῇ καὶ ἐμοὶ καταλαβεῖν κατὰ σπουδὴν τὸ τῆς ἀρετῆς φροντιστήριον: οὕτω γὰρ οἶμαι χρῆναι, φησί, τὸν χῶρον ἐκεῖ

 Ὅσα δὲ καὶ ἄλλα τοιαῦτα παρὰ τῶν συνεζηκότων αὐτῇ καὶ δι' ἀκριβείας τὰ κατ' αὐτὴν ἐπισταμένων ἠκούσαμεν, οὐκ ἀσφαλὲς οἶμαι προσθεῖναι τῷ διηγήματι. Οἱ

ARRIVAL AT THE CHURCH: THE BURIAL. SERVICE

But when we got inside the church we laid down the bed and turned first to prayer. But our prayer was the signal for the people's lamentations to start again. For when the voice of psalmody was still, and the virgins gazed on that holy face, and the grave of our parents was already being opened, in which it had been decided that Macrina should be [994D] laid, a woman cried out impulsively that after this hour we should see that divine face no more. Then the rest of the virgins cried out the same, and a disorderly confusion disturbed the orderly and solemn chanting of psalms, all being upset at the wailing of the virgins. With difficulty did we succeed in procuring silence by our gesture, and the precentor taking the lead and intoning the accustomed prayers of the Church, the people composed themselves at last to prayer.

Ἐπειδὴ οὖν ἐντὸς τῶν θυρῶν τοῦ οἴκου κατέστημεν, ἀποθέμενοι τὴν κλίνην τὰ πρῶτα εἰς προσευχὴν ἐτρεπόμεθα: ἡ δὲ εὐχὴ θρήνων γίνεται ἀφορμὴ τῷ λαῷ. Τῆς γὰρ ψαλμῳδίας κατασιγασθείσης ἐπειδὴ τὸ ἱερὸν ἐκεῖνο πρόσωπον αἱ παρθένοι προσέβλεψαν καὶ ἡ σορὸς ἤδη τῶν γονέων ἀπεκαλύπτετο, ἐν ᾗ καταθέσθαι δεδογμένον ἦν, μιᾶς τινος ἀτάκτως ἐκβοησάσης, ὅτι οὐκέτι μετὰ τὴν ὥραν ταύτην τὸ θεοειδὲς τοῦτο προσβλέψομεν πρόσωπον, ὡς καὶ αἱ λοιπαὶ παρθένοι τὸ ἴσον μετ' αὐτῆς ἐξεβόησαν, σύγχυσις ἄτακτος τὴν εὔτακτον ἐκείνην καὶ ἱεροπρεπῆ ψαλμῳδίαν διέχεε, πάντων πρὸς τὴν τῶν παρθένων οἰμωγὴν ἐπικλασθέντων. Μόλις δέ ποτε καὶ ἡμῶν τὴν σιωπὴν διανευόντων καὶ τοῦ κήρυκος εἰς εὐχὴν ὑφηγουμένου καὶ τὰς συνήθεις ἐμβοῶντος τῇ ἐκκλησίᾳ φωνάς, κατέστη πρὸς τὸ σχῆμα τῆς εὐχῆς ὁ λαός.